ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΘΟΛΙΚΗ ΕΠΙΣΤΟΛΗ. Τοῖς κατὰ τόπον ἀδελφοῖς ἀντιποιουμένοις πίστεως καὶ σωτηρίας, καὶ τοῖς κατ᾽ Αἴγυπτον, καὶ Συρίαν, καὶ Κιλικίαν, καὶ Φοινίκην, καὶ Ἀραβίαν, ὀρθοδόξοις ἐπισκόποις, Ἀθανάσιος καὶ οἱ συνεπίσκοποι ἐν Κυρίῳ χαίρειν. Ὅσοι τὴν ἀσέβειαν συνορᾶτε τὴν ἐπανισταμένην τῇ εὐσεβείᾳ διά τε φανερῶν κενοφωνιῶν, καὶ δι᾽ ὑποκρίσεων δολερῶν, καὶ διαστάσεων, καὶ θορύβων ἀπρεπῶν, καὶ πληγῶν, καὶ τραυμάτων, καὶ φόνων, ὑπεξελθεῖν, καθάπερ ἀπὸ κλύδωνός τινος εἰς λιμένα, καὶ σώζειν ἑαυτοὺς ὀφείλετε, μήτε τῇ ἀσεβείᾳ συμμιγνύμενοι τῶν ἀθετούντων τὴν μίαν καὶ ἀληθῆ θεότητα τῆς ἁγίας Τριάδος, καὶ ἀπαλλοτριούντων τὸν Υἱὸν τοῦ Πατρὸς, καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ χωριζόντων, μήτε ταῖς συγχύσεσιν αὐτῶν καὶ μιαιφονίαις ἀναμιγνύμενοι. Οὕτω γὰρ καὶ ἡμεῖς, ἑαυτοὺς βουλόμενοι σώζειν, καὶ τοὺς πειθομένους ἡμῖν, καὶ ἐκ πλείονος ἤδη χρόνου τὴν προφανῆ ἀσέβειαν τοῦ Ἀρείου διελέγχομεν καὶ τὴν ὑπόκρισιν τῶν ἐπιπλάστοις ῥήμασιν ὑπαγομένων τοὺς ἀφελεστέρους· χωριζόμεθά τε πάσης ἀταξίας αὐτῶν, πενθοῦντες ἐφ᾽ οἷς πράττουσιν, ὅτι τὸ ὄνομα τὸ ἀγαθὸν δυσφημεῖσθαι ποιοῦσι, καὶ βουλόμενοι διατηρηθῆναί πως ἐν ἡμῖν καὶ τοῖς μεθ᾽ ἡμῶν τόν τε τῆς πίστεως καὶ τῆς ἐπιεικοῦς ἀναστροφῆς νόμον.