Ἔργον
Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀδέλφιον
Προοίμιο και έλεγχος της αρειανικής πλάνης
Εγκωμιάζεται η ορθόδοξη στάση του Αδελφίου και ανασκευάζεται η νέα αρειανική διδασκαλία που αρνείται την ένσαρκη οικονομία του Λόγου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο και έλεγχος της αρειανικής πλάνης
Εγκωμιάζεται η ορθόδοξη στάση του Αδελφίου και ανασκευάζεται η νέα αρειανική διδασκαλία που αρνείται την ένσαρκη οικονομία του Λόγου.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΠΙΣΤΟΛΗ ΠΡΟΣ ΑΔΕΛΦΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΗΝ, ΚΑΤΑ ΑΡΕΙΑΝΩΝ. Ἐντυχόντες τοῖς παρὰ τῆς σῆς θεοσεβείας γραφεῖσι, τὴν μὲν σὴν εἰς Χριστὸν εὐσέβειαν ἀληθῶς ἀπεδεξάμεθα, καὶ τὸν μὲν Θεὸν προηγουμένως ἐδοξάσαμεν, δεδωκότα σοι τὴν τοιαύτην χάριν, ὥστε καὶ τὴν φρόνησιν ἔχειν ὀρθὴν, καὶ μὴ ἀγνοεῖν κατὰ τὸ δυνατὸν τὰς μεθοδείας τοῦ διαβόλου· τὴν δὲ τῶν αἱρετικῶν κακόνοιαν ἐθαυμάσαμεν, θεωροῦντες πῶς τοσοῦτον εἰς ἀσεβείας βάραθρον πεπτώκασιν, ὡς μηκέτι μηδὲ τὰς αἰσθήσεις σώζειν, ἀλλὰ πανταχόθεν διεφθαρμένην ἔχειν τὴν διάνοιαν. Τοῦτο δὲ τὸ ἐπιχείρημα διαβόλου μέν ἐστιν ὑποβολὴ, τῶν δὲ παρανόμων Ἰουδαίων μίμησις. Ὥσπερ γὰρ ἐκεῖνοι, πανταχόθεν ἐλεγχόμενοι, προφάσεις ἐπενόουν καθ᾽ ἑαυτῶν, ἵνα μόνον τὸν Κύριον ἀρνήσωνται, καὶ τὰ προφητευθέντα καθ᾽ ἑαυτῶν ἐπισπάσωνται· τὸν αὐτὸν τρόπον καὶ οὗτοι, θεωροῦντες ἑαυτοὺς πανταχόθεν στηλιτευομένους, καὶ βλέποντες γενομένην βδελυκτὴν παρὰ πᾶσι τὴν αἵρεσιν αὐτῶν, ἐφευρεταὶ γίνονται κακῶν, ἵνα μὴ, παυόμενοι ταῖς πρὸς τὴν ἀλήθειαν μάχαις, ἀληθῶς Χριστομάχοι διαμείνωσι. Πόθεν γὰρ αὐτοῖς ἀνέδυ καὶ τοῦτο τὸ κακόν; Πῶς ὅλως τετολμήκασι τὴν καινὴν ταύτην δυσφημίαν φθέγξασθαι κατὰ τοῦ Σωτῆρος; ἀλλ᾽, ὡς ἔοικε, πονηρὸν ὁ ἀσεβὴς, καὶ ἀδόκιμος ὄντως περὶ τὴν πίστιν.
Πρότερον γὰρ, ἀρνούμενοι τὴν θεότητα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ὑπεκρίνοντο κἂν τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν ἐπιγινώσκειν· νῦν δὲ, κατ᾽ ὀλίγον ὑποκαταβαίνοντες, ἐξέπεσαν καὶ ταύτης αὐτῶν τῆς οἰήσεως, καὶ πανταχόθεν ἄθεοι γεγόνασιν, ὥστε μήτε Θεὸν αὐτὸν ἐπιγινώσκειν, μήθ᾽ ὅτι ἄνθρωπος γέγονε πιστεύειν. Εἰ γὰρ ἐπίστευον, οὐκ ἂν τοιαῦτα ἐφθέγξαντο, οἷα ἔγραψεν ἡ σὴ θεοσέβεια κατ᾽ αὐτῶν.
Σὺ μὲν οὖν, ἀγαπητὲ καὶ ἀληθῶς ποθεινότατε, πρέποντα τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τῇ εἰς τὸν Κύριον εὐσεβείᾳ πεποίηκας, ἐλέγξας, καὶ παραινέσας καὶ ἐπιτιμήσας τοῖς τοιούτοις· ἐπειδὴ δὲ, παροξυνόμενοι παρὰ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, κατὰ τὸ γεγραμμένον, ἀλλὰ ἐν σκότει διαπορεύονται· μανθανέτωσαν παρὰ τῆς σῆς εὐλαβείας, ὡς ἡ τοιαύτη αὐτῶν κακόνοια Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Μανιχαίου ἐστίν· ὧν οἱ μὲν ἀντὶ ἀληθείας δόκησιν εἰσηγήσαντο, οἱ δὲ διαιροῦντες τὰ ἀδιαίρετα ἠρνήσαντο τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Διὰ τί οὖν, τὰ τούτων φρονοῦντες, οὐχὶ καὶ τῶν ὀνομάτων αὐτῶν γίνονται κληρονόμοι;
Εὔλογον γὰρ ὧν τὴν κακοδοξίαν ἔχουσι, τούτων ἔχειν καὶ τὰ ὀνόματα, ἵνα λοιπὸν Οὐαλεντινιανοὶ καὶ Μαρκιωνισταὶ καὶ Μανιχαῖοι καλῶνται. Τάχα κἂν οὕτως διὰ τὴν τῶν ὀνομάτων δυσωδίαν αἰσχυνόμενοι κατανοῆσαι δυνηθῶσιν, εἰς ὅσον βάθος ἀσεβείας πεπτώκασι.
Καὶ ἦν μὲν δίκαιον μηκέτι τούτοις ἀποκρίνασθαι, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικήν· Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος· μάλιστα ὅτι καὶ ὁ προφήτης περὶ τῶν τοιούτων φησίν· Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει· ἐπειδὴ δὲ κατὰ τὸν ἡγούμενον αὐτῶν περιέρχονται καὶ αὐτοὶ, ὡς λέοντες, ζητοῦντες τίνα καταπίωσι τῶν ἀκεραίων· τούτου ἕνεκεν ἀναγκαῖον γέγονεν ἡμῖν τῇ σῇ εὐλαβείᾳ ἀντιγράψαι, ἵνα, πάλιν διὰ τῆς σῆς νουθεσίας μαθόντες οἱ ἀδελφοὶ, καταγινώσκωσιν ἐπὶ πλεῖον τῆς ἐκείνων ματαιολογίας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.