Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀδέλφιον

Μέγας Αθανάσιος

Η προσκύνηση του ενσάρκου Λόγου και ο σωτηριολογικός σκοπός της ενανθρωπήσεως

Αναπτύσσεται η ορθόδοξη διδασκαλία για την προσκύνηση του δημιουργού Λόγου εν σαρκί και επισημαίνεται ότι η ενανθρώπηση αποσκοπεί στη θέωση και τη λύτρωση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Οὐ κτίσμα προσκυνοῦμεν· μὴ γένοιτο! Ἐθνικῶν γὰρ καὶ Ἀρειανῶν ἡ τοιαύτη πλάνη· ἀλλὰ τὸν Κύριον τῆς κτίσεως σαρκωθέντα τὸν τοῦ Θεοῦ Λόγον προσκυνοῦμεν. Εἰ γὰρ καὶ ἡ σὰρξ αὐτὴ καθ᾽ ἑαυτὴν μέρος ἐστὶ τῶν κτισμάτων, ἀλλὰ Θεοῦ γέγονε σῶμα. Καὶ οὔτε τὸ τοιοῦτον σῶμα καθ᾽ ἑαυτὸ διαιροῦντες ἀπὸ τοῦ Λόγου προσκυνοῦμεν· οὔτε τὸν Λόγον προσκυνῆσαι θέλοντες, μακρύνομεν αὐτὸν ἀπὸ τῆς σαρκός· ἀλλ᾽ εἰδότες, καθὰ προείπομεν, τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, τοῦτον καὶ ἐν σαρκὶ γενόμενον, ἐπιγινώσκομεν Θεόν. Τίς τοιγαροῦν οὕτως ἄφρων ἐστὶν, ὡς λέγειν τῷ Κυρίῳ· Ἀπόστα ἀπὸ τοῦ σώματος, ἵνα σε προσκυνήσω; Ἢ τίς οὕτως ἀσεβής ἐστιν, ὡς μετὰ τῶν ἀφρόνων Ἰουδαίων διὰ τὸ σῶμα λέγειν αὐτῷ· Διὰ τί σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν; Ἀλλ᾽ οὐ τοιοῦτος ὁ λεπρός· προσεκύνει γὰρ τὸν Θεὸν ἐν σώματι ὄντα, καὶ ἐγίνωσκεν, ὅτι Θεὸς ἦν, λέγων· Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ οὔτε διὰ τὴν σάρκα ἐνόμισε κτίσμα τὸν τοῦ Θεοῦ Λόγον· οὔτε διὰ τὸ εἶναι τὸν Λόγον δημιουργὸν πάσης κτίσεως, ἐξουθένει τὴν σάρκα, ἣν ἐνδεδυμένος ἦν· ἀλλ᾽ ὡς ἐν κτιστῷ ναῷ τὸν κτίστην τοῦ παντὸς προσεκύνει, καὶ ἐκαθαρίζετο.

Οὕτως καὶ ἡ αἱμοῤῥοοῦσα γυνὴ, πιστεύσασα καὶ μόνον ἁψαμένη τοῦ κρασπέδου, ἰάθη· καὶ ἡ μὲν θάλαττα ἐπαφρίζουσα τοῖς κύμασιν ἤκουσε τοῦ σαρκωθέντος Λόγου, καὶ πέπαυται τοῦ χειμῶνος· ὁ δὲ ἐκ γενετῆς τυφλὸς, πτύσματι τῆς σαρκὸς τεθεράπευται παρὰ τοῦ Λόγου. Καὶ τό γε μεῖζον καὶ παραδοξότερον (ἴσως γὰρ τοῦτο καὶ τοὺς ἀσεβεστάτους ἐσκανδάλισε), καὶ ἐπ᾽ αὐτοῦ τοῦ σταυροῦ κρεμαμένου τοῦ Κυρίου (αὐτοῦ γὰρ ἦν τὸ σῶμα, καὶ ἐν αὐτῷ ἦν ὁ Λόγος), ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐτρόμασεν, αἱ πέτραι ἐσχίσθησαν, καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη, καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη.

Ταῦτα δὲ γέγονε, καὶ οὐδεὶς, ὥσπερ νῦν οἱ Ἀρειανοὶ τολμῶσι, διελογίσατο, εἰ δεῖ σαρκωθέντι τῷ Λόγῳ πείθεσθαι· ἀλλὰ καὶ ἄνθρωπον βλέποντες, ἐπεγίνωσκον αὐτὸν ὄντα δημιουργὸν αὐτῶν· καὶ ἀνθρωπίνης φωνῆς ἀκούοντες, οὐ διὰ τὸ ἀνθρώπινον ἔλεγον, ὅτι ὁ Λόγος κτίσμα ἐστίν· ἀλλὰ καὶ μᾶλλον ἔτρεμον, καὶ οὐδὲν ἧττον ἐγίνωσκον, ἢ ὅτι ἐκ ναοῦ ἁγίου ἐφθέγγετο. Πῶς τοίνυν οἱ ἀσεβεῖς οὐ φοβοῦνται μὴ, καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παραδοθῶσιν εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα; Οὐ γὰρ κτίσματι ἡ κτίσις προσκυνεῖ· οὐδὲ πάλιν διὰ τὴν σάρκα παρῃτεῖτο τὸν Κύριον ἑαυτῆς προσκυνεῖν, ἀλλὰ τὸν ἑαυτῆς δημιουργὸν ἔβλεπεν ἐν σώματι· καὶ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ ἔκαμπτε, καὶ κάμψει δὲ, ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Οὐ γὰρ ἀδοξίαν ἤνεγκεν ἡ σὰρξ τῷ Λόγῳ· μὴ γένοιτο! ἀλλὰ μᾶλλον αὕτη δεδόξασται παρ᾽ αὐτοῦ. Οὐδὲ, ἐπειδὴ δούλου μορφὴν ἀνέλαβεν ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων Υἱὸς, ἠλαττώθη τῆς θεότητος· ἀλλὰ μᾶλλον αὐτὸς ἐλευθερωτὴς πάσης σαρκὸς καὶ πάσης κτίσεως γέγονε. Καὶ εἰ ὁ Θεὸς δὲ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ γεννώμενον ἐκ γυναικὸς, οὐκ αἰσχύνην ἡμῖν ἐπάγει τὸ πρᾶγμα, ἀλλὰ μᾶλλον εὐδοξίαν καὶ μεγάλην χάριν.

Γέγονε γὰρ ἄνθρωπος, ἵν᾽ ἡμᾶς ἐν ἑαυτῷ θεοποιήσῃ· καὶ γέγονεν ἐκ γυναικὸς, καὶ γεγέννηται ἐκ Παρθένου, ἵνα τὴν ἡμῶν πλανηθεῖσαν γέννησιν εἰς ἑαυτὸν μετενέγκῃ, καὶ γενώμεθα λοιπὸν γένος ἅγιον, καὶ κοινωνοὶ θείας φύσεως, ὡς ἔγραψεν ὁ μακάριος Πέτρος· Καὶ τὸ ἀδύνατον δὲ τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.

Τὴν τοίνυν προσληφθεῖσαν ὑπὸ τοῦ Λόγου σάρκα, ἐπὶ τῷ πάντας ἀνθρώπους ἐλευθερῶσαι, καὶ πάντας ἐκ νεκρῶν ἀναστῆσαι, καὶ ἁμαρτίας λυτρώσασθαι, πῶς οἱ ταύτην ἐξουδενοῦντες, ἢ οἱ διὰ ταύτην κατηγοροῦντες τοῦ Υἱοῦ τοῦ Θεοῦ ὡς ποιήματος ἢ κτίσματος, οὐκ ἀχάριστοι φαίνονται, καὶ παντός εἰσι μίσους ἄξιοι; Μόνον γὰρ οὐχὶ βοῶσι τῷ Θεῷ λέγοντες· Μὴ πέμψῃς σου τὸν Υἱὸν τὸν μονογενῆ ἐν σαρκί· μὴ ποιήσῃς αὐτὸν ἐκ Παρθένου σάρκα λαβεῖν, ἵνα μὴ λυτρώσηται ἡμᾶς τοῦ θανάτου καὶ τῆς ἁμαρτίας. Οὐ θέλομεν αὐτὸν ἐν σώματι γενέσθαι, ἵνα μὴ τὸν ὑπὲρ ἡμῶν ἀναδέξηται θάνατον· οὐ βουλόμεθα τὸν Λόγον σάρκα γενέσθαι, ἵνα μὴ ἐν ταύτῃ μεσίτης ἡμῶν γένηται τῆς πρὸς σὲ προσόδου καὶ τὰς ἐν οὐρανοῖς οἰκήσωμεν μονάς. Κλεισθήτωσαν αἱ πύλαι τῶν οὐρανῶν, ἵνα μὴ διὰ τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ τὴν ἐν οὐρανοῖς ἡμῖν ὁδὸν ἐγκαινίσῃ ὁ σὸς Λόγος. Αὗται μὲν αἱ ἐκείνων φωναὶ μετὰ διαβολικῆς τόλμης εἰσὶ προφερόμεναι, δι᾽ ἧς ἐπενόησαν ἑαυτοῖς κακονοίας· οἱ γὰρ μὴ θέλοντες σάρκα γενόμενον τὸν Λόγον προσκυνεῖν, ἀχαριστοῦσι τῇ ἐνανθρωπήσει αὐτοῦ· καὶ οἱ διαιροῦντες τὸν Λόγον ἀπὸ τῆς σαρκὸς οὐδὲ μίαν λύτρωσιν τῆς ἁμαρτίας γενέσθαι, οὐδὲ κατάλυσιν τοῦ θανάτου νομίζουσι.