Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀδέλφιον

Μέγας Αθανάσιος

Το αδιαίρετο της προσληφθείσης σαρκός και η αγιογραφική μαρτυρία

Προβάλλεται η αδιάσπαστη ενότητα του Λόγου με τη σάρκα Του μετά την Ανάληψη και επιβεβαιώνεται η ορθόδοξη πίστη μέσα από τη διδασκαλία των προφητών και των αποστόλων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Ποῦ δὲ ὅλως οἱ ἀσεβεῖς καὶ καθ᾽ ἑαυτὴν εὑρήσουσι τὴν σάρκα, ἣν ἔλαβεν ὁ Σωτὴρ, ἵνα καὶ τολμῶσι λέγειν· Οὐ προσκυνοῦμεν ἡμεῖς τὸν Κύριον μετὰ τῆς σαρκός· ἀλλὰ διαιροῦμεν τὸ σῶμα, καὶ μόνῳ τούτῳ λατρεύομεν;

Ὁ μὲν οὖν μακάριος Στέφανος ἐν οὐρανοῖς εἶδε τὸν Κύριον ἐκ δεξιῶν ἑστῶτα· οἱ δὲ ἄγγελοι ἔλεγον τοῖς μαθηταῖς· Οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν. Καὶ αὐτὸς δὲ ὁ Κύριος εἴρηκε, προσφωνῶν τῷ Πατρί· Θέλω, ὅπου εἰμὶ ἐγὼ, ἵνα καὶ αὐτοὶ πάντοτε μετ᾽ ἐμοῦ ὦσι. Καὶ ὅλως, εἰ ἀδιαίρετός ἐστιν ἡ σὰρξ ἀπὸ τοῦ Λόγου, πῶς οὐκ ἀνάγκη τούτους ἀποθέσθαι τὴν πλάνην, καὶ προσκυνεῖν λοιπὸν τὸν Πατέρα ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἢ, μὴ προσκυνοῦντας, μηδὲ λατρεύοντας τῷ ἐν σαρκὶ γενομένῳ Λόγῳ, πανταχόθεν ἐκβάλλεσθαι, καὶ μηκέτι Χριστιανοὺς, ἀλλ᾽ ἢ ἐθνικοὺς, ἢ μετὰ τῶν Ἰουδαίων συναριθμεῖσθαι;

Ἐκείνων μὲν οὖν, καθὰ προείπομεν, ἡ τοιαύτη μανία καὶ τόλμα· ἡμῶν δὲ ἡ πίστις ἐστὶν ὀρθὴ, καὶ ἐκ διδασκαλίας ἀποστολικῆς ὁρμωμένη καὶ παραδόσεως τῶν Πατέρων, βεβαιουμένη ἔκ τε Νέας καὶ Παλαιᾶς Διαθήκης, τῶν μὲν προφητῶν λεγόντων· Ἀπόστειλον τὸν Λόγον σου καὶ τὴν ἀλήθειάν σου· καὶ, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ Θεός. Τί δὲ τοῦτό ἐστιν ἢ Θεὸν ἐν σαρκὶ γεγενῆσθαι;

Ἡ δὲ ἀποστολικὴ παράδοσις διδάσκει, τοῦ μὲν μακαρίου Πέτρου λέγοντος· Χριστοῦ οὖν ὑπὲρ ἡμῶν παθόντος σαρκί· τοῦ δὲ Παύλου γράφοντος· Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, καὶ ζηλωτὴν καλῶν ἔργων. Πῶς οὖν δέδωκεν αὐτὸν ὑπὲρ ἡμῶν, εἰ μὴ σάρκα φορέσας ἦν; ταύτην γὰρ προσενέγκας, ἑαυτὸν ὑπὲρ ἡμῶν δέδωκεν, ἵν᾽, ἐν ἐκείνῃ τὸν θάνατον ἀναδεξάμενος, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου διάβολον. Διὸ καὶ πάντοτε εὐχαριστοῦμεν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ· καὶ οὐκ ἀθετοῦμεν τὴν δι᾽ αὐτοῦ γενομένην χάριν εἰς ἡμᾶς. Ἡ γὰρ ἔνσαρκος παρουσία τοῦ Σωτῆρος θανάτου λύτρον καὶ κτίσεως πάσης σωτηρία γέγονεν.

Ὥστε, ἀγαπητὲ καὶ ποθεινότατε, οἱ μὲν ἀγαπῶντες τὸν Κύριον ὑπομιμνησκέσθωσαν ἐκ τούτων· οἱ δὲ τὸν Ἰούδα τρόπον μιμησάμενοι, καὶ καταλιπόντες τὸν Κύριον, ἵνα μετὰ τοῦ Καϊάφα γένωνται, μεταπαιδευέσθωσαν ἐν τούτοις, ἐὰν ἄρα θελήσωσιν, ἐὰν ἄρα αἰσχυνθῶσι. Καὶ γινωσκέτωσαν, ὅτι, τὸν Κύριον ἐν σαρκὶ προσκυνοῦντες, οὐ κτίσματι προσκυνοῦμεν, ἀλλὰ τὸν κτίστην ἐνδυσάμενον τὸ κτιστὸν σῶμα, καθὰ προείπομεν.