Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀδέλφιον

Μέγας Αθανάσιος

Το σώμα του Κυρίου ως αληθινός ναός και όργανο σωτηρίας

Αντιπαραβάλλεται ο υλικός ναός της Παλαιάς Διαθήκης με το πανάγιο σώμα του Κυρίου, το οποίο περιγράφεται ως το κατεξοχήν όργανο των σωτηριωδών ενεργειών του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Ἐβουλόμεθα δὲ τὴν σὴν εὐλάβειαν πυθέσθαι παρ᾽ αὐτῶν τοῦτο· ἡνίκα ὁ Ἰσραὴλ ἐκελεύετο ἀνέρχεσθαι εἰς τὴν Ἱερουσαλὴμ προσκυνεῖν ἐν τῷ ναῷ Κυρίου, ἔνθα ἡ κιβωτὸς καὶ ὑπεράνω ταύτης τὰ χερουβὶμ τῆς δόξης κατασκιάζοντα τὸ ἱλαστήριον, καλῶς ἐποίουν ἢ τοὐναντίον; Εἰ μὲν οὖν φαύλως ἔπραττον, πῶς οἱ τοῦ νόμου τούτου κατολιγωροῦντες ὑπὸ ἐπιτιμίαν ἐγίνοντο;

Γέγραπται γάρ· Ὃς ἐὰν ἐξουθενήσῃ καὶ μὴ ἀναβῇ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· εἰ δὲ καλῶς ἔπραττον, καὶ ἐν τούτῳ εὐάρεστοι τῷ Θεῷ ἐγίνοντο· πῶς οὐκ ἀπολωλέναι πολλάκις εἰσὶν ἄξιοι οἱ μιαροὶ καὶ πάσης αἱρέσεως αἴσχιστοι Ἀρειανοὶ, ὅτι, τὸν πάλαι λαὸν ἀποδεχόμενοι διὰ τὴν πρὸς τὸν ναὸν τιμὴν, οὐ βούλονται τὸν Κύριον ἐν σαρκὶ, ὡς ἐν ναῷ ὄντα, προσκυνεῖν; Καίτοι ὁ πάλαι ναὸς ἐκ λίθων ἦν καὶ χρυσοῦ κατασκευασθεὶς, ὡς σκιά· ἐλθούσης δὲ τῆς ἀληθείας, πέπαυται λοιπὸν ὁ τύπος, καὶ οὐκ ἔμεινε, κατὰ τὴν Κυριακὴν φωνὴν, λίθος ἐπὶ λίθον ἐν αὐτῷ, ὃς οὐ κατελύθη. Καὶ οὔτε, τὸν ναὸν βλέποντες ἐκ λίθων, ἐνόμιζον καὶ τὸν ἐν αὐτῷ ναῷ λαλοῦντα Κύριον εἶναι κτίσμα, οὔτε, τὸν ναὸν ἐξουθενοῦντες, ἀπερχόμενοι μακρὰν προσεκύνουν· ἀλλ᾽ εἰς αὐτὸν ἐρχόμενοι νομίμως ἐλάτρευον τῷ Θεῷ ἀπὸ τοῦ ναοῦ χρηματίζοντι. Τούτου δὲ οὕτως γενομένου, πῶς τὸ σῶμα τοῦ Κυρίου, τὸ πανάγιον καὶ πάνσεπτον ἀληθῶς, ὑπὸ μὲν τοῦ ἀρχαγγέλου Γαβριὴλ εὐαγγελισθὲν, ὑπὸ δὲ τοῦ ἁγίου Πνεύματος πλασθὲν, καὶ τοῦ Λόγου γεγονὸς ἔνδυμα, οὐ προσκυνητόν;

Χεῖρα γοῦν σωματικὴν ἐκτείνας ὁ Λόγος, ἤγειρε τὴν πυρέσσουσαν· καὶ φωνὴν ἀνθρωπίνην ἀφεὶς, ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν· καὶ πάλιν τὰς χεῖρας ἐκτείνας ἐπὶ τοῦ σταυροῦ, τὸν μὲν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, κατέβαλε, τὴν δὲ ὁδὸν ἡμῖν ἐν τοῖς οὐρανοῖς καθαρὰν ἐποίει.

Οὐκοῦν ὁ τὸν ναὸν ἀτιμάζων, ἀτιμάζει τὸν ἐν τῷ ναῷ Κύριον· καὶ ὁ διαιρῶν τὸν Λόγον ἀπὸ τοῦ σώματος, ἀθετεῖ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν αὐτῷ. Καὶ ἀσεβέστατοι δὲ Ἀρειομανῖται μὴ, ἐπειδὴ τὸ σῶμα κτιστόν ἐστι, νομιζέτωσαν καὶ τὸν Λόγον εἶναι κτίσμα, μηδὲ διὰ τὸ μὴ εἶναι τὸν Λόγον κτίσμα, διαβαλλέτωσαν τὸ σῶμα αὐτοῦ. Θαυμάσαι γάρ ἐστιν αὐτῶν τὴν κακόνοιαν, ὅτι καὶ πάντα κυκῶσι καὶ φύρουσι, καὶ προφάσεις ἐφευρίσκουσιν, ἵνα μόνον τὸν κτίστην τοῖς κτίσμασι συναριθμήσωσιν. Ἀλλ᾽ ἀκουέτωσαν· Εἰ κτίσμα ἦν ὁ Λόγος, οὐ προσελάμβανε τὸ κτιστὸν σῶμα, ἵνα αὐτὸ ζωοποιήσῃ. Ποία γὰρ τοῖς κτίσμασι παρὰ κτίσματος ἔσται βοήθεια, δεομένου καὶ αὐτοῦ σωτηρίας; Ἀλλ᾽ ἐπειδὴ, κτίστης ὢν ὁ Λόγος, αὐτὸς δημιουργὸς γέγονε τῶν κτισμάτων· διὰ τοῦτο καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν αὐτὸς ἐνεδύσατο, ἵνα πάλιν αὐτὸς, ὡς κτίστης, ἀνακαινίσῃ, καὶ ἀνακτῆσαι τοῦτο δυνηθῇ.