Γέγραπται γάρ· Ὃς ἐὰν ἐξουθενήσῃ καὶ μὴ ἀναβῇ, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ· εἰ δὲ καλῶς ἔπραττον, καὶ ἐν τούτῳ εὐάρεστοι τῷ Θεῷ ἐγίνοντο· πῶς οὐκ ἀπολωλέναι πολλάκις εἰσὶν ἄξιοι οἱ μιαροὶ καὶ πάσης αἱρέσεως αἴσχιστοι Ἀρειανοὶ, ὅτι, τὸν πάλαι λαὸν ἀποδεχόμενοι διὰ τὴν πρὸς τὸν ναὸν τιμὴν, οὐ βούλονται τὸν Κύριον ἐν σαρκὶ, ὡς ἐν ναῷ ὄντα, προσκυνεῖν; Καίτοι ὁ πάλαι ναὸς ἐκ λίθων ἦν καὶ χρυσοῦ κατασκευασθεὶς, ὡς σκιά· ἐλθούσης δὲ τῆς ἀληθείας, πέπαυται λοιπὸν ὁ τύπος, καὶ οὐκ ἔμεινε, κατὰ τὴν Κυριακὴν φωνὴν, λίθος ἐπὶ λίθον ἐν αὐτῷ, ὃς οὐ κατελύθη. Καὶ οὔτε, τὸν ναὸν βλέποντες ἐκ λίθων, ἐνόμιζον καὶ τὸν ἐν αὐτῷ ναῷ λαλοῦντα Κύριον εἶναι κτίσμα, οὔτε, τὸν ναὸν ἐξουθενοῦντες, ἀπερχόμενοι μακρὰν προσεκύνουν· ἀλλ᾽ εἰς αὐτὸν ἐρχόμενοι νομίμως ἐλάτρευον τῷ Θεῷ ἀπὸ τοῦ ναοῦ χρηματίζοντι. Τούτου δὲ οὕτως γενομένου, πῶς τὸ σῶμα τοῦ Κυρίου, τὸ πανάγιον καὶ πάνσεπτον ἀληθῶς, ὑπὸ μὲν τοῦ ἀρχαγγέλου Γαβριὴλ εὐαγγελισθὲν, ὑπὸ δὲ τοῦ ἁγίου Πνεύματος πλασθὲν, καὶ τοῦ Λόγου γεγονὸς ἔνδυμα, οὐ προσκυνητόν;