Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἀδέλφιον

Μέγας Αθανάσιος

Ομολογία πίστεως της Εκκλησίας και επίλογος

Συνοψίζεται η διαχρονική πίστη της Καθολικής Εκκλησίας στον σαρκωθέντα Λόγο και η επιστολή ολοκληρώνεται με αποχαιρετιστήριες ευχές.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 5

Κτίσμα δὲ ὑπὸ κτίσματος οὐκ ἄν ποτε σωθῇ, ὥσπερ οὐδὲ ὑπὸ κτίσματος ἐκτίσθησαν τὰ κτίσματα, εἰ μὴ κτίστης ἦν ὁ Λόγος. Ὅθεν μὴ καταψευδέσθωσαν τῶν θείων Γραφῶν, μηδὲ σκανδαλιζέτωσαν τοὺς ἀκεραίους τῶν ἀδελφῶν· ἀλλ᾽ εἰ μὲν βούλωνται, μεταγινωσκέτωσαν καὶ αὐτοὶ, καὶ μηκέτι τῇ κτίσει λατρευέτωσαν παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν· ἐὰν δὲ ταῖς ἀσεβείαις αὐτῶν ἐμμένειν ἐθέλωσι, μόνοι τούτων ἐμφορείσθωσαν, καὶ τριζέτωσαν τοὺς ὀδόντας κατὰ τὸν πατέρα αὐτῶν τὸν διάβολον, ὅτι ἡ πίστις τῆς καθολικῆς Ἐκκλησίας, κτίστην οἶδε τὸν τοῦ Θεοῦ Λόγον καὶ δημιουργὸν τῶν ἁπάντων, καὶ οἴδαμεν, ὅτι Ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· γενόμενον δὲ αὐτὸν καὶ ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν προσκυνοῦμεν, οὐχ ὡς ἴσον ἐν ἴσῳ γενόμενον τῷ σώματι, ἀλλ᾽ ὡς Δεσπότην προσλαβόντα τὴν τοῦ δούλου μορφὴν, καὶ δημιουργὸν καὶ κτίστην ἐν κτίσματι γινόμενον, ἵν᾽, ἐν αὐτῷ τὰ πάντα ἐλευθερώσας, τὸν κόσμον προσαγάγῃ τῷ Πατρὶ, καὶ εἰρηνοποιήσῃ τὰ πάντα, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς. Οὕτω γὰρ καὶ τὴν πατρικὴν αὐτοῦ θεότητα ἐπιγινώσκομεν, καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν προσκυνοῦμεν, κἂν Ἀρειομανῖται διαῤῥηγνύωσιν ἑαυτούς. Προσαγόρευε πάντας τοὺς ἀγαπῶντας τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.

Ἐῤῥῶσθαί σε καὶ μνημονεύειν ἡμῶν τῷ Κυρίῳ εὐχόμεθα, ἀγαπητὲ καὶ ὡς ἀληθῶς ποθεινότατε, ἐὰν χρεία ᾖ ἀναγνωσθῆναι ταῦτα Ἱερακᾷ τῷ πρεσβυτέρῳ.