Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἐπίκτητον

Μέγας Αθανάσιος

Η αναλλοιωτότητα της Τριάδας και το πάθος του Λόγου

Ανασκευή των κακοδοξιών περί μετατροπής της Τριάδας σε Τετράδα, τονισμός της δόξας του προσληφθέντος σώματος και διευκρίνιση της διαφοράς μεταξύ της υποστατικής ενώσεως και της προφητικής ενοικήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

τούτου δὲ τοῦ ῥητοῦ ταύτην ἔχοντος τὴν διάνοιαν, εἰκότως καταγνώσονται ἑαυτῶν πάντες οἱ νομίσαντες πρὸ τῆς Μαρίας εἶναι τὴν ἐξ αὐτῆς σάρκα, καὶ πρὸ ταύτης ἐσχηκέναι ψυχὴν ἀνθρωπίνην τὸν λόγον καὶ ἐν αὐτῇ πρὸ τῆς ἐπιδημίας ἀεὶ γεγενῆσθαι. παύσονται δὲ καὶ οἱ εἰπόντες μὴ εἶναι δεκτικὴν θανάτου τὴν σάρκα, ἀλλὰ τῆς ἀθανάτου φύσεως εἶναι ταύτην. εἰ γὰρ μὴ ἀπέθανεν, πῶς ὁ Παῦλος παρεδίδου Κορινθίοις, ὃ καὶ παρέλαβεν, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς· πῶς δὲ ὅλως καὶ ἀνέστη, εἰ μὴ προαπέθανεν; ἐρυθριάσουσι δὲ μεγάλως οἱ καὶ ὅλως ἐνθυμηθέντες δύνασθαι ἀντὶ τῆς τριάδος γίνεσθαι τετράδα, εἰ λέγοιτο ἐκ Μαρίας εἶναι τὸ σῶμα· ὁμοούσιον μὲν γάρ, φασίν, ἐὰν εἴπωμεν τὸ σῶμα τῷ λόγῳ, μένει ἡ τριὰς τριὰς οὐδὲν ξένον εἰς αὐτὴν ἐπιφερομένου τοῦ λόγου· ἐὰν δὲ ἀνθρώπινον εἴπωμεν τὸ ἐκ Μαρίας σῶμα, ἀνάγκῃ ξένου ὄντος κατ᾽ οὐσίαν τοῦ σώματος καὶ ὄντος ἐν αὐτῷ τοῦ λόγου, τετρὰς ἀντὶ τριάδος γίνεται διὰ τὴν τοῦ σώματος προσθήκην. ταῦτα οὕτω λέγοντες οὐ νοοῦσιν, ὅπως ἑαυτοῖς περιπίπτουσιν. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλ᾽ ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον ἢ ὅπερ ὑπεκρίναντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσιν, τοῦτο κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα.

ὡς γὰρ ὁ υἱὸς κατὰ τοὺς πατέρας ὁμοούσιος ὢν τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς ὁ πατήρ, ἀλλ᾽ υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτω τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ᾽ ἕτερον πρὸς τὸν λόγον· ἑτέρου δὲ ὄντος ἔσται κατ᾽ αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς. οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην, ἀλλ᾽ ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστιανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν τῷ ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς, ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσθήκην λαμβάνειν· καὶ ἠγνόησαν, ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ᾽ ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ᾽ ἵνα βελτιωθῇ ὁ λόγος, προῆλθεν ἐκ Μαρίας, ἀλλ᾽ ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν;

μᾶλλον γὰρ αὐτῷ τῷ ἀνθρωπίνῳ σώματι προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως· ἀπὸ γὰρ θνητοῦ γέγονεν ἀθάνατον, καὶ ψυχικὸν ὂν γέγονε πνευματικόν, καὶ ἐκ γῆς γενόμενον τὰς οὐρανίους διέβη πύλας. ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν· ἀλλ᾽ ἀεὶ τελεία ἐστίν, καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ εἷς θεὸς κηρύττεται ὁ τοῦ λόγου πατήρ. ἐκ δὴ τούτου σιωπήσουσι λοιπὸν καὶ οἵ ποτε εἰπόντες τὸν ἐκ Μαρίας προελθόντα μὴ εἶναι αὐτὸν Χριστὸν καὶ κύριον καὶ θεόν. εἰ γὰρ μὴ θεὸς ἦν ἐν τῷ σώματι, πῶς εὐθὺς προελθὼν ἐκ Μαρίας ἐκλήθη Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾽ ἡμῶν ὁ θεός; πῶς δὲ καὶ ὁ Παῦλος, εἰ μὴ ὁ λόγος ἦν ἐν σαρκί, Ῥωμαίοις ἔγραφεν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας ἀμήν; οὐκοῦν ὁμολογείτωσαν καὶ οἱ πρότερον ἀρνούμενοι τὸν ἐσταυρωμένον εἶναι θεὸν ἐσφάλθαι, πειθόμενοι ταῖς θείαις γραφαῖς, μάλιστα δὲ τῷ Θωμᾷ, ὃς μετὰ τὸ ἰδεῖν ἐν αὐτῷ τοὺς τῶν ἥλων τύπους ἀνεβόησεν, ὁ κύριός μου καὶ ὁ θεός μου.

θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν ὁ υἱὸς ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ καὶ ἀτιμαζομένῳ σώματι, τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἐκ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον πεπληρωμένον ἦν τῆς θεότητος. διὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος ὁρῶν τὸν δημιουργὸν ἑαυτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε καὶ ἐσκότισε τὴν γῆν. αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. περὶ δὲ τοῦ φαντάζεσθαί τινας καὶ λέγειν, ὅτι, ὥσπερ ἐφ᾽ ἕκαστον τῶν προφητῶν ἐγίνετο, οὕτω καὶ ἐφ᾽ ἕνα τινὰ ἄνθρωπον ἐκ Μαρίας ἦλθεν ὁ λόγος, περιττόν ἐστι γυμνάζειν φανερὰν ἐχούσης τῆς ἀνοίας αὐτῶν τὴν κατάγνωσιν. εἰ γὰρ οὕτως ἦλθεν, διὰ τί οὗτος ἐκ παρθένου, καὶ μὴ καὶ αὐτὸς ἐξ ἀνδρὸς καὶ γυναικός; οὕτω γὰρ καὶ ἕκαστος τῶν ἁγίων ἐγεννήθη. ἢ διὰ τί οὕτως ἐλθόντος τοῦ λόγου οὐχ ὁ ἑκάστου θάνατος λέγεται ὑπὲρ ἡμῶν γεγενῆσθαι, ἀλλ᾽ ὁ τούτου μόνος; διὰ τί δὲ καθ᾽ ἕκαστον τῶν προφητῶν ἐπιδημοῦντος τοῦ λόγου λέγεται ἐπὶ μόνου τοῦ ἐκ Μαρίας, ὡς ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐπιδημήσαντος; ἢ διὰ τί ἐλθόντος αὐτοῦ, ὡς ἦλθεν ἐν τοῖς ἔμπροσθεν ἁγίοις, οἱ μὲν ἄλλοι πάντες ἀποθανόντες οὔπω ἀνέστησαν, ὁ δὲ ἐκ Μαρίας μόνος τριήμερος ἀνέστη;

ἢ διὰ τί ὁμοίως τοῖς ἄλλοις ἐλθόντος τοῦ λόγου λέγεται μόνος ὁ ἐκ Μαρίας Ἐμμανουήλ, ὡς σώματος πεπληρωμένου θεότητος τεχθέντος ἐξ αὐτῆς; τὸ γὰρ Ἐμμανουὴλ ἑρμηνεύεται μεθ᾽ ἡμῶν ὁ θεός. ἢ διὰ τί, εἴπερ οὕτως ἦλθεν, ἐσθίοντος ἑκάστου τῶν ἁγίων καὶ πίνοντος καὶ κοπιῶντος καὶ ἀποθνήσκοντος οὐ λέγεται ὡς αὐτὸς ἐσθίων καὶ κοπιῶν καὶ ἀποθανών, ἀλλ᾽ ἐπὶ μόνου τοῦ ἐκ Μαρίας; ἃ γὰρ ἔπασχε τοῦτο τὸ σῶμα, ταῦτα ὡς αὐτοῦ πάσχοντος εἴρηται, καὶ τῶν ἄλλων πάντων λεγομένων μόνον ἐτέχθησαν καὶ ἐγεννήθησαν· ἐπὶ τοῦ ἐκ Μαρίας μόνου εἴρηται, καὶ ὁ λόγος σὰρξ ἐγένετο. ἐξ ὧν δείκνυται, ὅτι πρὸς μὲν τοὺς ἄλλους πάντας γέγονεν ὁ λόγος τοῦ προφητεύειν χάριν, ἐκ δὲ Μαρίας αὐτὸς ὁ λόγος ἑαυτῷ σάρκα λαβὼν προῆλθεν ἄνθρωπος· τῇ μὲν φύσει καὶ τῇ οὐσίᾳ λόγος ὢν τοῦ θεοῦ, κατὰ δὲ σάρκα ἐκ σπέρματος Δαβὶδ καὶ τῆς σαρκὸς Μαρίας γενόμενος ἄνθρωπος, ὡς εἶπεν ὁ Παῦλος. τοῦτον ὁ πατὴρ ἐδείκνυε καὶ ἐν τῷ Ἰορδάνῃ καὶ ἐν τῷ ὄρει λέγων, οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τοῦτον οἱ μὲν Ἀρειανοὶ ἠρνήσαντο, ἡμεῖς δὲ ἐπιγινώσκοντες προσκυνοῦμεν, οὐ διαιροῦντες τὸν υἱὸν καὶ τὸν λόγον, ἀλλ᾽ αὐτὸν τὸν λόγον εἰδότες εἶναι τὸν υἱόν, δι᾽ οὗ τὰ πάντα γέγονεν καὶ ἡμεῖς ἐλυτρώθημεν.