Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Μάξιμον

Μέγας Αθανάσιος

Προοίμιο και σκοπός της επιστολής

Χαιρετισμός προς τον φιλόσοφο Μάξιμο και εισαγωγή στην αναίρεση των αιρετικών δοξασιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 3

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΠΡΟΣ ΜΑΞΙΜΟΝ ΦΙΛΟΣΟΦΟΝ. Τῷ ἀγαπητῷ καὶ ἀληθῶς ποθεινοτάτῳ υἱῷ Μαξίμῳ φιλοσόφῳ, Ἀθανάσιος ἐν Κυρίῳ χαίρειν. Ἐντυχὼν τοῖς νῦν γραφεῖσι παρὰ σοῦ, τὴν μὲν σὴν εὐλάβειαν ἀπεδεξάμην, τὴν δὲ προπέτειαν τῶν μὴ νοούντων μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται, ἐπὶ πολὺ θαυμάσας, ἐβουλευσάμην ἀληθῶς σιωπῆσαι.

Τὸ γὰρ ἐπὶ τοῖς οὕτω φανεροῖς καὶ πλέον φωτὸς λάμπουσιν ἀποκρίνασθαι, οὐδὲν ἕτερόν ἐστιν ἢ προφάσεις ἀναισχυντίας τοῖς οὕτω παρανομοῦσι παρέχειν. Καὶ τοῦτο παρὰ τοῦ Σωτῆρος μεμαθήκαμεν. Νιψαμένῳ γὰρ τῷ Πιλάτῳ καὶ καταλαβομένῳ τὴν συκοφαντίαν τῶν τότε Ἰουδαίων, οὐκ ἔτι ἀπεκρίνατο αὐτῷ ὁ Κύριος, ἀλλὰ μᾶλλον ἐχρημάτιζε τῇ τούτου γυναικὶ, ἵνα μὴ ἐν λόγῳ, ἀλλὰ ἐν δυνάμει πιστεύηται ὁ κρινόμενος εἶναι Θεός. Τῷ δὲ Καϊάφᾳ μὴ ἀποκρινόμενος πρὸς τὴν φλυαρίαν, αὐτὸς τῇ ἐπαγγελίᾳ τοὺς πάντας εἰς γνῶσιν μετήγαγεν. Ἐπὶ πολὺ γοῦν ὑπερτιθέμενος καὶ ὁρῶν τὴν τῶν ἀναιδευομένων λογομαχίαν, μόλις ᾐδέσθην τὸν σὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον, καὶ ὑπηγόρευσα οὐδὲν πλέον τῶν παρὰ σοῦ γραφέντων, ἵν᾽ οἷς ἀντείρηκεν ὁ ἐναντίος, τούτοις λοιπὸν πεισθεὶς, παύσῃ τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ, καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον. Καὶ γένοιτο μὲν τοὺς τοιούτους μηκέτι ὀνειδίσαι μετὰ τῶν παροδευόντων τότε Ἰουδαίων τὸν κρεμάμενον ἐπὶ ξύλου, Εἰ Υἱός ἐστι τοῦ Θεοῦ, σώσει αὐτόν· ἐὰν δὲ ἄρα μηδὲ οὕτως καταδύωνται, ἀλλὰ σὺ τῆς ἀποστολικῆς μνημονεύων παραγγελίας, αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.