Ἀμέλει κἀκεῖνο τεθαύμακα, πῶς ὅλως κἂν ἐννοῆσαι τετολμήκασιν, ὅτι φύσεως ἀκολουθίᾳ γεγένηται ἄνθρωπος. Εἰ γὰρ οὕτως ἦν, περιττὴ τῆς Μαρίας ἡ μνήμη. Οὐδὲ γὰρ οἶδεν ἡ φύσις παρθένον χωρὶς ἀνδρὸς τίκτουσαν. Ὅθεν εὐδοκίᾳ τοῦ Πατρὸς Θεὸς ὢν ἀληθινὸς, καὶ φύσει Λόγος, καὶ σοφία τοῦ Πατρὸς, γέγονε σωματικῶς ἄνθρωπος, διὰ τὴν ἡμετέραν σωτηρίαν, ἵν᾽, ἔχων ὃ προσενέγκῃ ὑπὲρ ἡμῶν, σώσῃ πάντας ἡμᾶς, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ ἄνθρωπός τις ὑπὲρ ἡμῶν ἑαυτὸν δέδωκεν· ἐπεὶ πᾶς ἄνθρωπος ὑπεύθυνός ἐστι θανάτῳ, κατὰ τὸ, Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐν τῷ Ἀδὰμ εἰρημένον πρὸς πάντας· ἀλλ᾽ οὐδὲ ἕτερόν τι τῶν κτισμάτων· ἐπεὶ πᾶσα κτίσις ὕποπτός ἐστι τροπῆς. Ἀλλ᾽ αὐτὸς ὁ Λόγος τὸ ἴδιον σῶμα προσήνεγκεν ὑπὲρ ἡμῶν, ἵνα μὴ εἰς ἄνθρωπον ἡ πίστις καὶ ἡ ἐλπὶς, ἀλλ᾽ εἰς αὐτὸν τὸν Θεὸν Λόγον τὴν πίστιν ἔχωμεν. Ἀμέλει καὶ ἀνθρώπου γενομένου αὐτοῦ, θεωροῦμεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Ἃ γὰρ διὰ τοῦ σώματος ὑπέμεινε, ταῦτα ὡς Θεὸς ἐμεγάλυνε· καὶ ἐπείνα μὲν σαρκὶ, θεϊκῶς δὲ τοὺς πεινῶντας ἐχόρταζε. Καὶ εἰ σκανδαλίζεταί τις ἐπὶ τοῖς σωματικοῖς, πιστευέτω ἐφ᾽ οἷς ὁ Θεὸς ἐργάζεται. Πυνθάνεται γὰρ ἀνθρωπίνως, ποῦ Λάζαρος κεῖται, ἐγείρει δὲ τοῦτον θεϊκῶς.