Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Μάξιμον

Μέγας Αθανάσιος

Σκοπός της ενσάρκου οικονομίας και επίλογος

Ανακεφαλαίωση της σωτηριολογικής σημασίας του πάθους και προτροπή για διαφύλαξη της πίστης της Νίκαιας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Καὶ δέδεικται πᾶσιν, ὅτι οὐ δι᾽ ἑαυτὸν, ἀλλὰ δι᾽ ἡμᾶς ὑπέμεινε πάντα, ἵν᾽ ἡμεῖς, τοῖς ἐκείνου παθήμασιν ἀπάθειαν καὶ ἀφθαρσίαν ἐνδυσάμενοι, διαμείνωμεν εἰς ζωὴν αἰώνιον. Ταῦτα δέ σοι συντόμως ἐκ τῶν σῶν, καθὼς προεῖπον, δεξάμενος ὑπηγόρευσα, οὐδὲν πλέον ἐπεξεργασάμενος, ἀλλὰ μόνον τὸ περὶ τοῦ θείου σταυροῦ μνημονεύσας, ἵνα ἐν οἷς ἐσκανδαλίσθησαν οἱ ὀλίγωροι, ἐν τούτοις μεταπαιδευθέντες προσκυνήσωσι τὸν ἐσταυρωμένον. Σὺ δὲ γνησίως τοὺς ἀπίστους πεῖθε· τάχα πως ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν ἔλθωσι, καὶ πιστεύσωσι καλῶς. Καὶ εἰ καὶ αὐτάρκη αὐτὰ τὰ παρὰ σοῦ γραφέντα, ὅμως ὑπομνήσεως ἕνεκεν πρὸς τοὺς φιλονείκους προσθεῖναι καὶ ταῦτα καλόν· ἵνα μὴ ὡς ἐλεγχόμενοι, ἐξ ὧν τετολμήκασιν, αἰσχυνθῶσιν, ἀλλ᾽ ὡς ὑπομιμνησκόμενοι μὴ ἐπιλάθωνται τῆς ἀληθείας. Κρατείτω γὰρ τὰ ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθέντα· ὀρθὰ γάρ ἐστι καὶ ἱκανὰ πᾶσαν ἀσεβεστάτην αἵρεσιν ἀνατρέψαι, καὶ μάλιστα τὴν Ἀρειανὴν, τὴν εἰς τὸν Λόγον τοῦ Θεοῦ δυσφημοῦσαν, καὶ ἐξ ἀνάγκης εἰς τὸ Πνεῦμα αὐτοῦ τὸ ἅγιον δυσσεβοῦσαν. Προσαγόρευε πάντας τοὺς ὀρθῶς φρονοῦντας. Προσαγορεύουσί σε πάντες οἱ σὺν ἡμῖν.