Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς μοναχούς

Μέγας Αθανάσιος

Χαιρετισμός και προειδοποίηση κατά των Αρειανών

Χαιρετισμός προς τους μοναχούς και προτροπή για την αποφυγή όσων ακολουθούν τα φρονήματα του Αρείου, καθώς και όσων προσεύχονται μαζί τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 2

ΤΟΥ ΕΝΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ. Τοῖς τὸν μονήρη βίον ἀσκοῦσι, καὶ ἐν πίστει Θεοῦ ἱδρυμένοις, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν. Εὐχαριστῶ μὲν τῷ Κυρίῳ, τῷ δόντι ὑμῖν εἰς αὐτὸν πιστεῦσαι, ἵνα μετὰ τῶν ἁγίων καὶ ὑμεῖς ἔχητε τὴν ζωὴν τὴν αἰώνιον· ἐπειδὴ δέ εἰσί τινες οἱ τὰ Ἀρείου φρονοῦντες, περιερχόμενοι τὰ μοναστήρια, δι᾽ οὐδὲν ἄλλο εἰ μὴ ἵνα, ὡς πρὸς ὑμᾶς ἐλθόντες καὶ ἀφ᾽ ἡμῶν ὑποστρέφοντες, τοὺς ἀκεραίους ἐξαπατῶσι· τινὲς δέ εἰσιν οἱ διαβεβαιοῦντες μὲν τὰ Ἀρείου μὴ φρονεῖν, συγκαταβαίνοντες δὲ, καὶ μετ᾽ αὐτῶν εὐχόμενοι ἐπὶ τὸ αὐτό· ἀναγκαίως, παρακελευόντων τινῶν εἰλικρινεστάτων ἀδελφῶν, πρὸς ὑμᾶς γράφειν ἐσπούδασα, ἵνα τὴν εὐσεβῆ πίστιν, ἣν ἡ τοῦ Θεοῦ χάρις ἐν ὑμῖν ἐργάζεται, ἀκεραίως καὶ ἀδόλως φυλάττοντες, οὐ μὴ πρόφασιν δῶτε σκανδάλου τοῖς ἀδελφοῖς. Ὅταν γάρ τινες ὑμᾶς τοὺς ἐν Χριστῷ πιστοὺς θεωρήσαντες μετ᾽ αὐτῶν συνερχομένους καὶ κοινωνοῦντας, πάντως ὑπονοήσαντες ἀδιάφορον εἶναι τὸ τοιοῦτον, εἰς τὸν τῆς ἀσεβείας ἐμπεσοῦνται βόρβορον. Ἵν᾽ οὖν μὴ τοῦτο γένηται, θελήσατε, ἀγαπητοὶ, τοὺς μὲν φανερῶς φρονοῦντας τὰ τῆς ἀσεβείας ἀποστρέφεσθαι, τοὺς δὲ νομίζοντας τὰ Ἀρείου μὴ φρονεῖν, κοινωνοῦντας δὲ μετὰ τῶν ἀσεβῶν φυλάττεσθαι· καὶ μάλιστα ὧν τὸ φρόνημα ἀποστρεφόμεθα, τούτους ἀπὸ τῆς κοινωνίας προσήκει φεύγειν.