Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Σεραπίωνα περὶ τοῦ θανάτου Ἀρείου

Μέγας Αθανάσιος

Τα γεγονότα πριν και κατά τον θάνατο του Αρείου

Η ένορκη διαβεβαίωση του Αρείου ενώπιον του αυτοκράτορα, οι απειλές της ομάδας του Ευσεβίου, η ικεσία του επισκόπου Αλεξάνδρου και ο αιφνίδιος θάνατος του αιρεσιάρχη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Ἐγὼ μὲν οὐ παρήμην ἐν Κωνσταντινουπόλει, ὅτε ἐτελεύτησεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν, κἀκείνου λέγοντος ἤκουσα. ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον. εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινε ὁ βασιλεύς, εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχει· αὐτός τε ὤμοσε πιστεύειν ὀρθῶς καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως κρύψας μὲν ἐφ᾽ οἷς ἐξεβλήθη τῆς ἐκκλησίας παρὰ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις. ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ᾽ οἷς ἐξέβαλεν Ἀλέξανδρος αὐτόν, ἀπέλυσεν εἰρηκώς· ‘εἰ ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας· εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου, καὶ ὤμοσας, ὁ θεὸς ἐκ τοῦ ὅρκου κρίναι τὸ κατὰ σέ.’ οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει ἑαυτῶν βίᾳ. ἀλλ᾽ ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακαρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων· μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν. καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν ὅτι ‘ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως αὔριον, κἂν μὴ κατὰ γνώμην σοι τυγχάνῃ, συναχθήσεται Ἄρειος μεθ᾽ ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ.’ σάββατον δὲ ἦν, ὅτε ταῦτα ἔλεγον.

Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν τάς τε χεῖρας ἐκτείνας πρὸς τὸν θεὸν ἀπωδύρετο καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο. παρῆν δὲ καὶ Μακάριος εὐχόμενος σὺν αὐτῷ καὶ ἀκούσας τῆς φωνῆς αὐτοῦ. παρεκάλει δὲ δύο ταῦτα λέγων· ‘εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς, εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου (οἶδα δὲ ὅτι φείδῃ) ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου, καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέβεια ὡς εὐσέβεια νομισθῇ.’ ταῦτα εὐξάμενος ὁ ἐπίσκοπος ἀνεχώρησε πάνυ φροντίζων. καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον· τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων ὁ μὲν ἐπίσκοπος ηὔξατο, ὁ δὲ Ἄρειος ἐθάρρει τοῖς περὶ Εὐσέβιον πολλά τε φλυαρῶν εἰσῆλθεν εἰς θάκας ὡς διὰ χρείαν τῆς γαστρὸς καὶ ἐξαίφνης κατὰ τὸ γεγραμμένον «πρηνὴς γενόμενος ἐλάκησε μέσος» καὶ πεσὼν εὐθὺς ἀπέψυξεν ἀμφοτέρων τε τῆς τε κοινωνίας καὶ τοῦ ζῆν ἐστερήθη.