Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Σεραπίωνα περὶ τοῦ θανάτου Ἀρείου

Μέγας Αθανάσιος

Η θεία κρίση και η καταδίκη της αιρέσεως

Το τέλος του Αρείου ερμηνεύεται ως θεία καταδίκη της διδασκαλίας του, συνοδευόμενο από έκκληση για απομάκρυνση των πιστών από την πλάνη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε· καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντες ἔθαψαν τὸν συνωμότην ἑαυτῶν, ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκκλησίας τὴν σύναξιν ἐπετέλεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν θεὸν οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο («πᾶσι» γὰρ «ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν») ἀλλ᾽ ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις ἐδείχθη. αὐτὸς γὰρ ὁ κύριος δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ εὐχῇ Ἀλεξάνδρου κατέκρινε τὴν ἀρειανὴν αἵρεσιν δείξας αὐτὴν ἀνάξιον οὖσαν τῆς ἐκκλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, κἂν παρὰ βασιλέως καὶ πάντων ἀνθρώπων ἔχῃ τὴν προστασίαν, ἀλλὰ παρ᾽ αὐτῆς τῆς ἐκκλησίας κατεκρίθη. δέδεικται οὖν οὐ θεοφιλὲς ἀλλ᾽ ἀσεβὲς τὸ χριστομάχον ἐργαστήριον τῶν Ἀρειομανιτῶν. καὶ πολλοὶ τῶν πρότερον ἀπατηθέντων μετέθεντο. οὐ γὰρ ἄλλος ἀλλ᾽ αὐτὸς ὁ βλασφημούμενος παρ᾽ αὐτῶν κύριος κατέκρινε τὴν κατ᾽ αὐτοῦ συστᾶσαν αἵρεσιν καὶ πάλιν ἔδειξεν ὅτι, κἂν νῦν ὁ βασιλεὺς Κωνστάντιος βιάζηται τοὺς ἐπισκόπους ὑπὲρ αὐτῆς, ἀλλ᾽ ἀκοινώνητός ἐστι τῆς ἐκκλησίας καὶ τῶν οὐρανῶν ἀλλοτρία. οὐκοῦν καὶ ἡ παρ᾽ ὑμῖν λοιπὸν πεπαύσθω ζήτησις· αὕτη γὰρ ἦν ἡ γενομένη συνθήκη· καὶ μηδεὶς προστιθέσθω τῇ αἱρέσει, ἀλλὰ καὶ οἱ ἀπατηθέντες μεταγινωσκέτωσαν. ἣν γὰρ ὁ κύριος κατέκρινε, τίς ἀποδέξεται;

καὶ ἣν ἀκοινώνητον αὐτὸς πεποίηκε, πῶς ὁ προσλαμβανόμενος οὐ μεγάλως ἀσεβεῖ καὶ φανερῶς ἐστι χριστομάχος;