Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Σεραπίωνα περὶ τοῦ θανάτου Ἀρείου

Μέγας Αθανάσιος

Οδηγίες περί των κειμένων και κατακλείδα

Συστάσεις προς τον Σεραπίωνα για την αποφυγή αντιγραφής των κειμένων προς αποτροπή παρερμηνειών, και τελικός ασπασμός.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ἱκανὸν μὲν οὖν καὶ τοῦτο δυσωπῆσαι τοὺς ἐριστικούς, ἀνάγνωθι δὲ ὅμως τοῖς τότε ζητήσασι καὶ τὰ κατὰ τῆς αἱρέσεως δι᾽ ὀλίγων γραφέντα πρὸς τοὺς μοναχούς, ἵνα καὶ ἐξ αὐτῶν ἔτι μᾶλλον καταγινώσκωσι τῆς ἀσεβείας καὶ τῆς πονηρίας τῶν Ἀρειομανιτῶν. μηδενὶ μέντοι θελήσῃς ἐκδοῦναι τούτων ἀντίγραφον μηδὲ σαυτῷ μεταγράψαι, καὶ γὰρ καὶ τοῖς μοναχοῖς τοῦτο δεδήλωκα. ἀλλ᾽ ὡς γνήσιος, εἰ μέν τι λείπει τοῖς γραφεῖσι, πρόσθες, εὐθὺς δὲ πρὸς ἡμᾶς ἀντίπεμψον. καὶ γὰρ καὶ ἐκ τῆς ἐπιστολῆς, ἧς ἔγραψα τοῖς ἀδελφοῖς, δύνασαι μαθεῖν, ὃ πέπονθα γράφων, καὶ γνῶναι, ὅτι καὶ διὰ τοῦτο οὐκ ἔστιν ἀσφαλὲς ἐκδίδοσθαι γράμματα ἰδιώτου καὶ μάλιστα περὶ τῶν ἀνωτάτω καὶ κορυφαιοτάτων δογμάτων, μήποτε τὸ δι᾽ ἀσθένειαν ἢ τὸ ἀδιατράνωτον τῆς γλώττης ἐνδεῶς εἰρημένον βλάβην τοῖς ἀναγινώσκουσιν ἐμποιήσῃ. οἱ γὰρ πολλοὶ οὐ τὴν πίστιν οὐδὲ τὸν σκοπὸν τοῦ γράψαντος σκοποῦσιν, ἀλλ᾽ ἢ διὰ φθόνον ἢ δι᾽ ἔριν ἧς προελήφθησαν κατὰ διάνοιαν δόξης, ὡς ἂν θέλωσιν αὐτοί, δέχονται καὶ μεταποιοῦσι τὰ γραφέντα κατὰ τὴν ἰδίαν ἡδονήν. δῴη δὲ ὁ κύριος παρὰ πᾶσι καὶ μάλιστα οἷς ἀναγινώσκεις ταῦτα κρατεῖν τήν τε ἀλήθειαν καὶ τὴν ὑγιαίνουσαν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστιν. ἀμήν.