Πῶς τοίνυν ὁ Κύριος ἔλεγεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὄντος ἑτέρου ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ αὐτὸς ὁ Κύριος γέγονε; Πῶς δὲ καὶ ὁ Ἰωάννης, ἀφεὶς ἐκεῖνον, περὶ τούτου διηγεῖται λέγων· Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Εἰ δὲ πάντα τὰ βουλήματι γενόμενα δι᾽ αὐτοῦ γέγονε, πῶς καὶ αὐτὸς εἷς τῶν γενομένων ἐστί; Πῶς δὲ καὶ τοῦ Ἀποστόλου λέγοντος, Δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, οὗτοι λέγουσιν· Οὐχ ἡμεῖς δι᾽ αὐτὸν, ἀλλ᾽ ἐκεῖνος δι᾽ ἡμᾶς γέγονεν; Ἔδει γὰρ, εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτὸν, Δι᾽ οὓς γέγονεν ὁ Λόγος. Νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ, δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, δείκνυσι τούτους αἱρετικοὺς καὶ συκοφάντας. Ἄλλως τε, εἰ τεθαῤῥήκασιν ἄλλον εἶναι Λόγον ἐν τῷ Θεῷ, ἐπεὶ μὴ φανερὰς ἔχουσι τὰς ἐκ τῶν Γραφῶν ἀποδείξεις, κἂν ἓν ἔργον αὐτοῦ δεικνύτωσαν, ἢ τοῦ Πατρὸς ἔργον χωρὶς τούτου τοῦ Λόγου γεγονὸς, ἵνα τινὰ δοκῶσι πρόφασιν ἔχειν τῆς ἑαυτῶν ἐπινοίας. Τοῦ μὲν γὰρ ἀληθινοῦ Λόγου πᾶσίν ἐστι φανερὰ τὰ ἔργα, ὡς καὶ ἐξ αὐτῶν αὐτὸν ἀναλόγως θεωρεῖσθαι· ὡς γὰρ τὴν κτίσιν ὁρῶντες, διανοούμεθα τὸν ταύτην κτίσαντα Θεὸν, οὕτω βλέποντες μηδὲν ἄτακτον ἐν τοῖς γενομένοις, ἀλλὰ πάντα τάξει καὶ προνοίᾳ κινούμενά τε καὶ μένοντα, ἐνθυμούμεθα Λόγον εἶναι τοῦ Θεοῦ τὸν ἐπὶ πάντων ὄντα τε καὶ ἡγεμονεύοντα.