Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Αγιογραφική και θεολογική αναίρεση της αρειανικής πλάνης

Απόδειξη της αληθούς θεότητας του Λόγου μέσω των Γραφών και απόρριψη των αιρετικών ισχυρισμών περί κτιστότητας, άγνοιας, σύνθεσης και χρονικής αρχής του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Ἀθεότης γὰρ ἐκ τούτων εἰσάγεται, καὶ μᾶλλον παρὰ τὰς Γραφὰς Ἰουδαϊσμὸς, ἔχων ἐγγὺς ἐπακολουθοῦντα τὸν Ἑλληνισμὸν, ὥστε τὸν ταῦτα φρονοῦντα μηκέτι μηδὲ Χριστιανὸν καλεῖσθαι· ταῦτα γὰρ πάντα τῶν Γραφῶν ἐστιν ἐναντία.

Ὁ μὲν γὰρ Ἰωάννης φησίν· Ἐν ἀρχῇ ἦν ὁ Λόγος· οὗτοι δὲ φάσκουσιν· Οὐκ ἦν, πρὶν γεννηθῇ. Καὶ αὐτὸς δὲ πάλιν ἔγραψε· Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος· Οὗτοι δὲ ὥσπερ ἀντιμαχόμενοι φάσκουσι μὴ εἶναι τὸν Χριστὸν ἀληθινὸν Θεὸν, ἀλλὰ κατὰ μετοχὴν καὶ αὐτὸν ὡς τὰ πάντα λέγεσθαι Θεόν. Καὶ ὁ μὲν Ἀπόστολος αἰτιᾶται τοὺς Ἕλληνας, ὅτι κτίσματα σέβουσι, λέγων· Ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα Θεόν· οὗτοι δὲ κτίσμα λέγοντες τὸν Κύριον εἶναι, καὶ ὡς κτίσματι λατρεύοντες αὐτῷ, τί διαφέρουσιν Ἑλλήνων; Πῶς γὰρ, εἰ τοῦτο φρονοῦσιν, οὐχὶ καὶ κατ᾽ αὐτῶν ἐστι τὸ ἀνάγνωσμα, καὶ ὡς αὐτοὺς μεμφόμενός ἐστιν ὁ μακάριος Παῦλος;

Καὶ ὁ μὲν Κύριός φησιν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα· καὶ ὁ παρ᾽ αὐτοῦ δὲ κηρύττειν ἀποσταλεὶς Ἀπόστολος γράφει· Ὃς ὣν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· οὗτοι δὲ τολμῶσι διαιρεῖν, καὶ ἀλλότριον αὐτὸν τῆς τοῦ Πατρὸς οὐσίας καὶ ἀϊδιότητος λέγειν, καὶ τρεπτὸν εἰσάγειν οἱ ἄθεοι, οὐ βλέποντες, ὅτι, ταῦτα λέγοντες, οὐκέτι ποιοῦσιν αὐτὸν ἓν μετὰ τοῦ Πατρὸς, ἀλλὰ μετὰ τῶν κτισμάτων. Τίς γὰρ οὐχ ὁρᾷ, ὅτι ἀδιαίρετόν ἐστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς, καὶ ἴδιον αὐτοῦ συνυπάρχον τούτῳ φύσει, καὶ οὐκ ἐπιγέγονεν ὕστερον;

Εἶτα τοῦ Πατρὸς λέγοντος, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, καὶ τῶν Γραφῶν λεγουσῶν τοῦτον εἶναι τὸν τοῦ Πατρὸς Λόγον, ἐν ᾧ καὶ οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ ἁπλῶς πάντα δι᾽ αὐτοῦ ἐγένετο· οὗτοι, καινῶν ἐφευρεταὶ δογμάτων καὶ πλασμάτων γενόμενοι, ἕτερον ἐπεισάγουσι λόγον, καὶ ἄλλην σοφίαν τοῦ Πατρὸς εἶναι, τοῦτον δὲ κατ᾽ ἐπίνοιαν διὰ τὰ λογικὰ λέγεσθαι Λόγον καὶ Σοφίαν, οὐχ ὁρῶντες ἐκ τούτου τὸ ἄτοπον.

Εἰ γὰρ δι᾽ ἡμᾶς λέγεται κατ᾽ ἐπίνοιαν Λόγος καὶ Σοφία, τί ἂν εἴη αὐτὸς, οὐκ ἂν εἴποιεν. Εἰ γὰρ ταῦτα αὐτὸν λέγουσιν εἶναι αἱ Γραφαὶ, οὗτοι δὲ ταῦτα εἶναι τὸν Κύριον οὐ θέλουσι, φανερῶς οὐδὲ ὑπάρχειν αὐτὸν θέλουσιν οἱ ἄθεοι καὶ τῶν Γραφῶν ἐναντίοι. Καὶ τοῦτο οἱ μὲν πιστοὶ δύνανται παρ᾽ αὐτῆς τε τῆς πατρικῆς φωνῆς, καὶ παρὰ τῶν προσκυνούντων αὐτὸν ἀγγέλων, καὶ τῶν περὶ αὐτοῦ γραψάντων ἁγίων μαθεῖν· οὗτοι δὲ, ἐπεὶ τὴν διάνοιαν οὐκ ἔχουσι καθαρὰν, οὐδὲ δύνανται θείων ἐπακούειν καὶ θεολόγων ἀνδρῶν, δύνανται κἂν παρὰ τῶν ὁμοίων αὐτοῖς δαιμόνων μαθεῖν, ὅτι μὴ ὡς πολλῶν ὄντων ἀνεφώνουν, ἀλλὰ τοῦτον μόνον εἰδότες ἔλεγον· Σὺ εἶ ὁ ἅγιος τοῦ Θεοῦ, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ γὰρ καὶ ὁ τὴν αἵρεσιν αὐτοῖς ὑποβαλὼν, πειράζων ἐν τῷ ὄρει, οὐκ ἔλεγεν· Εἰ καὶ σὺ Υἱὸς εἶ τοῦ Θεοῦ, ὡς ὄντων ἄλλων· ἀλλ᾽, Εἰ σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς μόνου ὄντος αὐτοῦ. Ἀλλ᾽ οἱ θαυμαστοὶ, ὥσπερ Ἕλληνες, ἐκπεσόντες τῆς περὶ τοῦ ἑνὸς Θεοῦ ἐννοίας, εἰς πολυθεότητα κατῆλθον, οὕτω καὶ οὗτοι, μὴ πιστεύοντες ἕνα εἶναι τὸν τοῦ Πατρὸς Λόγον, εἰς πολλῶν ἐπίνοιαν πεπτώκασι· καὶ τὸν μὲν ὄντως ὄντα Θεὸν καὶ ἀληθινὸν Λόγον ἀρνοῦνται, κτίσμα δὲ αὐτὸν κἂν ἐνθυμεῖσθαι τετολμήκασιν, οὐ βλέποντες ὅσης ἀσεβείας μεστόν ἐστι τὸ φρόνημα.

Εἰ γὰρ κτίσμα ἐστὶ, πῶς αὐτὸς τῶν κτισμάτων ἐστὶ δημιουργός; ἢ πῶς αὐτὸς ὁ Υἱὸς καὶ Σοφία, καὶ Λόγος; Λόγος γὰρ οὐ κτίζεται, ἀλλὰ γεννᾶται· καὶ τὸ κτίσμα οὐχὶ υἱὸς, ἀλλὰ ποίημα. Καὶ εἰ τὰ κτίσματα δι᾽ αὐτοῦ γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός· διὰ τίνος ἄρα καὶ αὐτὸς γέγονεν; Ἀνάγκη γὰρ τὰ ποιήματα διά τινος γίνεσθαι, ὥσπερ οὖν καὶ γέγονε διὰ τοῦ Λόγου, ὅτι μὴ αὐτὸς ἦν ποίημα, ἀλλὰ Λόγος τοῦ Πατρός. Καὶ πάλιν, εἰ ἄλλη ἐστὶν ἡ ἐν τῷ Πατρὶ σοφία παρὰ τὸν Κύριον, καὶ ἡ Σοφία ἐν σοφίᾳ γέγονεν. Εἰ δὲ Σοφία ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος, εἴη ἂν καὶ ὁ Λόγος ἐν λόγῳ γεγονώς· καὶ εἰ ὁ Λόγος τοῦ Θεοῦ ἐστιν ὁ Υἱὸς, εἴη ἂν καὶ ὁ Υἱὸς ἐν τῷ υἱῷ ποιηθείς.

Πῶς τοίνυν ὁ Κύριος ἔλεγεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὄντος ἑτέρου ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ αὐτὸς ὁ Κύριος γέγονε; Πῶς δὲ καὶ ὁ Ἰωάννης, ἀφεὶς ἐκεῖνον, περὶ τούτου διηγεῖται λέγων· Πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν; Εἰ δὲ πάντα τὰ βουλήματι γενόμενα δι᾽ αὐτοῦ γέγονε, πῶς καὶ αὐτὸς εἷς τῶν γενομένων ἐστί; Πῶς δὲ καὶ τοῦ Ἀποστόλου λέγοντος, Δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, οὗτοι λέγουσιν· Οὐχ ἡμεῖς δι᾽ αὐτὸν, ἀλλ᾽ ἐκεῖνος δι᾽ ἡμᾶς γέγονεν; Ἔδει γὰρ, εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτὸν, Δι᾽ οὓς γέγονεν ὁ Λόγος. Νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ, δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, δείκνυσι τούτους αἱρετικοὺς καὶ συκοφάντας. Ἄλλως τε, εἰ τεθαῤῥήκασιν ἄλλον εἶναι Λόγον ἐν τῷ Θεῷ, ἐπεὶ μὴ φανερὰς ἔχουσι τὰς ἐκ τῶν Γραφῶν ἀποδείξεις, κἂν ἓν ἔργον αὐτοῦ δεικνύτωσαν, ἢ τοῦ Πατρὸς ἔργον χωρὶς τούτου τοῦ Λόγου γεγονὸς, ἵνα τινὰ δοκῶσι πρόφασιν ἔχειν τῆς ἑαυτῶν ἐπινοίας. Τοῦ μὲν γὰρ ἀληθινοῦ Λόγου πᾶσίν ἐστι φανερὰ τὰ ἔργα, ὡς καὶ ἐξ αὐτῶν αὐτὸν ἀναλόγως θεωρεῖσθαι· ὡς γὰρ τὴν κτίσιν ὁρῶντες, διανοούμεθα τὸν ταύτην κτίσαντα Θεὸν, οὕτω βλέποντες μηδὲν ἄτακτον ἐν τοῖς γενομένοις, ἀλλὰ πάντα τάξει καὶ προνοίᾳ κινούμενά τε καὶ μένοντα, ἐνθυμούμεθα Λόγον εἶναι τοῦ Θεοῦ τὸν ἐπὶ πάντων ὄντα τε καὶ ἡγεμονεύοντα.

Τοῦτο καὶ αἱ θεῖαι Γραφαὶ μαρτυροῦσι, λέγουσαι αὐτόν τε εἶναι τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὅτι δι᾽ αὐτοῦ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἐκείνου δὲ, περὶ οὗ λέγουσιν, οὐδὲν οὔτε ῥητὸν οὔτε ἔργον ὑπ᾽ αὐτῶν δείκνυται. Καὶ γὰρ καὶ αὐτὸς ὁ Πατὴρ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, οὐδένα ἕτερον εἶναι παρ᾽ αὐτὸν σημαίνει.

Οὐκοῦν κατὰ τοῦτο καὶ Μανιχαίοις οἱ θαυμαστοὶ λοιπὸν προσετέθησαν. Καὶ γὰρ κἀκεῖνοι μόνον ἄχρις ὀνόματος ἀγαθὸν Θεὸν ὀνομάζουσι, καὶ ἔργον μὲν αὐτοῦ οὔτε βλεπόμενον οὔτε ἀόρατον δεικνύειν δύνανται· τὸν δὲ ἀληθινὸν καὶ ὄντως ὄντα Θεὸν, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, καὶ πάντων τῶν ἀοράτων ἀρνούμενοι, παντελῶς εἰσι μυθολόγοι.

Τοῦτο δὲ καὶ οὗτοι πάσχειν μοι δοκοῦσιν οἱ κακόφρονες. Τοῦ γὰρ ἀληθινοῦ Λόγου καὶ μόνου ὄντος ἐν τῷ Πατρὶ τὰ ἔργα βλέπουσι, καὶ τοῦτον μὲν ἀρνοῦνται, ἄλλον δὲ ἑαυτοῖς ἀναπλάττονται λόγον, ὃν οὔτε ἐξ ἔργων οὔτε ἐξ ἀκοῆς ἀποδεικνύειν δύνανται· εἰ μὴ ἄρα σύνθετον τὸν Θεὸν, ὡς ἄνθρωπον, λαλοῦντα καὶ ἀμείβοντα τοὺς λόγους, καὶ πάλιν οὕτω νοοῦντα καὶ σοφιζόμενον ὑπονοοῦντες μυθολογοῦσιν. οὐχ ὁρῶντες εἰς ὅσην ἀλογίαν ταῦτα λέγοντες ἐκπεπτώκασιν. Εἰ μὲν γὰρ ἐπισυμβαίνοντας ἔχει τοὺς λόγους, πολὺ τοῦτο ἄνθρωπον νομίζουσιν· εἰ δὲ καὶ ἐξ αὐτοῦ προφέρονται καὶ λοιπὸν ἀφανίζονται· μειζόνως ἀσεβοῦσιν, ὅτι τὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι ἀναλύουσιν. Εἰ γὰρ ὅλως γεννᾷν αὐτὸν ὑπονοοῦσι, βέλτιόν ἐστι καὶ εὐσεβέστερον λέγειν ἑνὸς εἶναι Λόγου γεννήτορα τὸν Θεὸν, ὅς ἐστι τὸ πλήρωμα τῆς θεότητος αὐτοῦ, ἐν ᾧ καὶ οἱ θησαυροὶ τῆς γνώσεως πάσης εἰσὶν ἀπόκρυφοι, καὶ τοῦτον λέγειν εἶναί τε καὶ συνυπάρχειν τῷ ἑαυτοῦ Πατρὶ, δι᾽ οὗ καὶ τὰ πάντα γέγονεν· ἢ πολλῶν μὴ φαινομένων Πατέρα νομίζειν τὸν Θεὸν, ἢ ὡς ἐκ πολλῶν συγκείμενον, ὡς ἀνθρωποπαθῆ καὶ ποικίλον, τὸν ἁπλοῦν ὄντα τῇ φύσει φαντάζεσθαι.

Εἶτα τοῦ Ἀποστόλου λέγοντος· Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, οὗτοι ταῖς πολλαῖς δυνάμεσιν ἕνα καὶ τοῦτον συναριθμοῦσι, καὶ τό γε χείριστον, ὅτι τῇ κάμπῃ καὶ τοῖς ἄλλοις ἀλόγοις, τοῖς δι᾽ ἐπιτιμίαν πεμπομένοις δι᾽ αὐτοῦ, παραβάλλουσιν αὐτὸν οἱ παράνομοι. Εἶτα, τοῦ Κυρίου λέγοντος· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ πάλιν, Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ Πατρός· πῶς οὐκ ἀληθῶς εἰσιν οὗτοι θεομάχοι, λέγοντες μήτε ὁρᾶσθαι μήτε ἐπιγινώσκεσθαι τὸν Πατέρα παρὰ τοῦ Υἱοῦ τελείως; Εἰ γὰρ ὁ Κύριος λέγει, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα· οὐκ ἐκ μέρους δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱόν· πῶς οὐ μαίνονται φλυαροῦντες, ὅτι ἐκ μέρους καὶ οὐ πλήρης γινώσκει ὁ Υἱὸς τὸν Πατέρα;

Εἶτα εἰ ἀρχὴν ἔχει ὁ Υἱὸς εἰς τὸ εἶναι, ἀρχὴν δὲ ἔχει καὶ τὰ πάντα εἰς τὸ γεγενῆσθαι· τί τίνος ἐστὶ πρῶτον, λεγέτωσαν. Ἀλλ᾽ οὔτε τι εἰπεῖν ἔχουσιν, οὔτε τοῦ Λόγου τοιαύτην ἀρχὴν δεικνύειν δύνανται οἱ πανοῦργοι. Τοῦ γὰρ Πατρός ἐστιν ἀληθινὸν καὶ ἴδιον αὐτοῦ γέννημα, καὶ Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Περὶ γὰρ τοῦ λέγειν αὐτοὺς μὴ εἰδέναι τὸν Υἱὸν τὴν ἑαυτοῦ οὐσίαν περιττόν ἐστιν ἀποκρίνασθαι, εἰ μὴ μόνον μανίας αὐτῶν καταγινώσκειν, εἴ γε ἑαυτὸν οὐκ οἶδεν ὁ Λόγος, ὁ τοῖς πᾶσι τὴν γνῶσιν τὴν περὶ τοῦ Πατρὸς καὶ ἑαυτοῦ χαριζόμενος, καὶ μεμφόμενος τοὺς μὴ γινώσκοντας ἑαυτούς.