Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Η υποκρισία των αιρετικών και ο θάνατος του Αρείου ως θεία κρίση

Η στηλίτευση της απόκρυψης των πραγματικών φρονημάτων των αιρετικών και η εξιστόρηση του αιφνίδιου θανάτου του Αρείου ως εκδήλωση θείας καταδίκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 8

Ἀλλὰ καὶ ἰσχύομεν, φασὶ, καὶ δυνάμεθα ταῖς πανουργίαις προστῆναι τῆς αἱρέσεως. Βελτίων δ᾽ ἂν γένοιτο αὐτῶν ἡ ἀπολογία, ἐὰν μὴ τέχνῃ τινὶ μηδὲ σοφίσμασιν Ἑλληνικοῖς, ἀλλ᾽ ἁπλῇ τῇ πίστει ταύτης προστῆναι δύνανται. Οὐκοῦν εἰ τεθαῤῥήκασι καὶ γινώσκουσιν ἐκκλησιαστικὴν εἶναι ταύτην, λεγέτωσαν φανερῶς τὸ φρόνημα· οὐδεὶς γὰρ ἅψας λύχνον τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς εἰσερχομένοις. Εἰ τοίνυν καὶ οὗτοι προστῆναι δύνανται, γραψάτωσαν τὰ προειρημένα, καὶ δειξάτωσαν πᾶσιν, ὡς λύχνον, γυμνὴν τὴν ἑαυτῶν αἵρεσιν· φανερῶς τε καὶ κατηγορείτωσαν Ἀλεξάνδρου τοῦ μακαρίτου ἐπισκόπου, ὡς ἀδίκως ἐκβαλόντος τὸν Ἄρειον λέγοντα ταῦτα, καὶ μεμφέσθωσαν τὴν ἐν Νικαίᾳ σύνοδον, ἀντὶ τῆς ἀσεβείας ὑπομνήσασαν καὶ γράψασαν τὴν εὐσεβῆ πίστιν.

Ἀλλ᾽ οὐ ποιήσουσιν, εὖ οἶδα, ὅτι οὐχ οὕτως εἰσὶν ἀγνῶτες ὧν ἐπλάσαντο καὶ φιλονεικοῦσιν ἐπισπεῖραι κακῶν· ἀλλὰ καὶ μάλα γινώσκουσιν, ὅτι, κἂν κατὰ τὴν ἀρχὴν τοὺς ἀκεραίους διὰ κενῆς ἀπάτης ὑφαρπάσωσιν, ἀλλ᾽ εὐθὺς ἡ ἔννοια αὐτῶν ὡς φῶς ἀσεβῶν σβέννυται, καὶ στηλιτεύονται πανταχοῦ, ὡς τῆς ἀληθείας ἐχθροί. Διὰ τοῦτο γοῦν πάντα μωρῶς ποιοῦντες, καὶ ὡς μωροὶ λαλοῦντες, τοῦτο μόνον, ὡς υἱοὶ τοῦ αἰῶνος ὄντες τούτου, φρονίμως πεποιήκασι, κρύπτοντες ὑπὸ τὸν μόδιον τὸν ἑαυτῶν λύχνον, ἵνα νομίζηται φαίνειν, καὶ μὴ φαινόμενος ἀποσβεσθῇ καταγινωσκόμενος. Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου, καὶ ἀπαιτούμενος εἰπεῖν ἐγγράφως τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος, κρύπτων μὲν τὰς ἰδίας τῆς ἀσεβείας λέξεις, ὑποκρινόμενος δὲ καὶ αὐτὸς, ὡς ὁ διάβολος, τὰ τῶν Γραφῶν ῥήματα ἁπλᾶ, καὶ ὥς ἐστι γεγραμμένα. Εἶτα λέγοντος τοῦ μακαρίτου Κωνσταντίνου· «Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμύνεται γὰρ ἐπιορκήσαντά σε ὁ Κύριος·» ὤμοσεν ὁ ἄθλιος μήτε ἔχειν, μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα κἂν εἰρῆσθαι πώποτε παρ᾽ αὐτοῦ ἢ πεφρονῆσθαι. Ἀλλ᾽ εὐθὺς ἐξελθὼν, ὥσπερ δίκην δοὺς, κατέπεσε, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος.

Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος ὁ θάνατός ἐστι, καὶ οὐ δεῖ τινας ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτοὺς τοῦτο καταλάβῃ· τὸ δὲ τέλος Ἀρείου, ἐπεὶ μὴ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήματος ἄξιόν ἐστι. Τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν, ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξανδρος ἀντέλεγεν, ὁ δὲ Ἄρειος ἐθάῤῥει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν, καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι. Πολὺς τοίνυν ἦν ἀγὼν, ἐκείνων μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐχομένου· ἀλλ᾽ ὁ Κύριος κριτὴς γενόμενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. Οὔπω γὰρ ὁ ἥλιος ἔδυ, καὶ χρείας αὐτὸν ἑλκυσάσης εἰς τόπον, ἐκεῖ κατέπεσε, καὶ ἀμφοτέρων τῆς τε κοινωνίας καὶ τοῦ ζῇν εὐθὺς ἐστερήθη. Καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος εὐθὺς ἀκούσας ἐθαύμασεν, ἰδὼν ἐλεγχθέντα τοῦτον ἐπίορκον· πᾶσι δὲ γέγονε τότε φανερὸν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ, καὶ ἡ ἐλπὶς Ἀρείου ματαία γέγονεν. Ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ Σωτῆρος ἀκοινώνητος γέγονεν ἡ Ἀρειανὴ μανία καὶ ὧδε καὶ ἐν τῇ πρωτοτόκων ἐν οὐρανοῖς Ἐκκλησίᾳ.

Τίς οὖν οὐκ ἂν θαυμάσειεν ὁρῶν τούτους ἀδίκως φιλονεικοῦντας, οὓς ὁ Κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν αἵρεσιν, ἣν ὁ Κύριος ἀκοινώνητον ἤλεγξε, μὴ ἀφεὶς τὸν ταύτης ἔξαρχον εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν, καὶ μὴ φοβουμένους τὸ γεγραμμένον, ἀλλ᾽ ἀδυνάτοις ἐπιχειροῦντας;