Ἀλλ᾽ οὐ ποιήσουσιν, εὖ οἶδα, ὅτι οὐχ οὕτως εἰσὶν ἀγνῶτες ὧν ἐπλάσαντο καὶ φιλονεικοῦσιν ἐπισπεῖραι κακῶν· ἀλλὰ καὶ μάλα γινώσκουσιν, ὅτι, κἂν κατὰ τὴν ἀρχὴν τοὺς ἀκεραίους διὰ κενῆς ἀπάτης ὑφαρπάσωσιν, ἀλλ᾽ εὐθὺς ἡ ἔννοια αὐτῶν ὡς φῶς ἀσεβῶν σβέννυται, καὶ στηλιτεύονται πανταχοῦ, ὡς τῆς ἀληθείας ἐχθροί. Διὰ τοῦτο γοῦν πάντα μωρῶς ποιοῦντες, καὶ ὡς μωροὶ λαλοῦντες, τοῦτο μόνον, ὡς υἱοὶ τοῦ αἰῶνος ὄντες τούτου, φρονίμως πεποιήκασι, κρύπτοντες ὑπὸ τὸν μόδιον τὸν ἑαυτῶν λύχνον, ἵνα νομίζηται φαίνειν, καὶ μὴ φαινόμενος ἀποσβεσθῇ καταγινωσκόμενος. Καὶ γὰρ καὶ αὐτὸς Ἄρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ κοινωνὸς, κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου, καὶ ἀπαιτούμενος εἰπεῖν ἐγγράφως τὴν ἑαυτοῦ πίστιν, ἔγραψεν ὁ δόλιος, κρύπτων μὲν τὰς ἰδίας τῆς ἀσεβείας λέξεις, ὑποκρινόμενος δὲ καὶ αὐτὸς, ὡς ὁ διάβολος, τὰ τῶν Γραφῶν ῥήματα ἁπλᾶ, καὶ ὥς ἐστι γεγραμμένα. Εἶτα λέγοντος τοῦ μακαρίτου Κωνσταντίνου· «Εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμύνεται γὰρ ἐπιορκήσαντά σε ὁ Κύριος·» ὤμοσεν ὁ ἄθλιος μήτε ἔχειν, μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα κἂν εἰρῆσθαι πώποτε παρ᾽ αὐτοῦ ἢ πεφρονῆσθαι. Ἀλλ᾽ εὐθὺς ἐξελθὼν, ὥσπερ δίκην δοὺς, κατέπεσε, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος.