Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Η μεθοδεία των Αρειανών, οι συνεχείς εκθέσεις πίστεως και η αντικανονική δράση τους

Καταγγελία της δόλιας προσπάθειας των Αρειανών να υπονομεύσουν τη Σύνοδο της Νικαίας μέσω διαρκώς μεταβαλλόμενων ομολογιών, και η αντικανονική προώθηση ακατάλληλων προσώπων, όπως ο Γεώργιος της Καππαδοκίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 7

Ἤκουσα διατρίβων ἐν τοῖς μέρεσι τούτοις—ἀδελφοὶ γὰρ γνήσιοι καὶ τῆς ὀρθῆς ὄντες δόξης ἀπήγγειλαν—, ὡς ἄρα τινὲς συνελθόντες τῶν τὰ Ἀρείου φρονούντων ἔγραψαν δῆθεν περὶ πίστεως, ὡς ἠθέλησαν, καὶ θέλουσιν ἀποστεῖλαι πρὸς ὑμᾶς, ἵνα ἢ ὑπογράψητε ἢ ὁ ἀντιλέγων ὑπερόριος γένηται· καὶ γὰρ καὶ τοῖς ἐπισκόποις τῶν μερῶν τούτων ἤδη διοχλεῖν ἄρχονται. ἐντεῦθεν μὲν οὖν ὁ τρόπος τῶν γραφόντων δῆλος γίνεται· οἱ γὰρ οὕτως γράφοντες, ὥστε τὸ τέλος τῶν γραμμάτων αὐτῶν ἐξορισμὸν καὶ ἄλλας τιμωρίας ἔχειν, τί ἂν εἶεν οἱ τοιοῦτοι ἢ Χριστιανῶν μὲν ἀλλότριοι, διαβόλου δὲ καὶ τῶν ἐκείνου δαιμόνων φίλοι; μάλιστα ὅτι τοῦ θεοσεβεστάτου βασιλέως Κωνσταντίου φιλανθρώπου ὄντος παρὰ γνώμην αὐτοῦ θρυλλοῦσιν ἃ θέλουσιν αὐτοί. καὶ γὰρ καὶ τοῦτο ποιοῦσι μετὰ πολλῆς μὲν πανουργίας, δύο δὲ τούτων μάλιστα χάριν, ὥς γέ μοι φαίνεται· ἑνὸς μέν, ἵνα καὶ ὑμῶν ὑπογραψάντων δόξωσι παύειν μὲν τὴν Ἀρείου κακωνυμίαν, λανθάνειν δὲ αὐτοὶ ὡς μὴ τὰ Ἀρείου φρονοῦντες· ἑτέρου δέ, ἵνα ταῦτα γράφοντες δόξωσι πάλιν ἐπικρύπτειν τὴν ἐν Νικαίᾳ γενομένην σύνοδον καὶ τὴν ἐκτεθεῖσαν ἐν αὐτῇ κατὰ τῆς Ἀρειανῆς αἱρέσεως πίστιν. ἀλλὰ τοῦτο καὶ μᾶλλον αὐτῶν ἐλέγχει τὴν κακοήθειαν καὶ τὴν ἑτεροδοξίαν.

εἰ γὰρ ἐπίστευον ὀρθῶς, ἠρκοῦντο τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει παρὰ πάσης τῆς οἰκουμενικῆς συνόδου· καὶ εἰ ἐνόμιζον ἑαυτοὺς συκοφαντεῖσθαι καὶ μάτην λεγομένους Ἀρειανούς, ἐχρῆν αὐτοὺς μὴ σπουδάζειν ἐναλλάττειν τὰ κατὰ Ἀρείου γραφέντα, ἵνα μὴ ὡς κατ’ αὐτῶν ᾖ ὁρισθέντα τὰ κατ’ ἐκείνου γραφέντα. νῦν δὲ τοῦτο μὲν οὐ ποιοῦσιν, ὡς δὲ αὐτοὶ ὄντες Ἄρειος ὑπὲρ αὐτῶν ἀγωνίζονται. σκοπεῖτε γὰρ ὡς οὐκ ἀληθείας μέλει τούτοις, ἀλλὰ πάντα διὰ τὴν Ἀρειανὴν αἵρεσιν καὶ λέγουσι καὶ πράττουσιν· οἱ γὰρ τολμῶντες διαβάλλειν τὰ καλῶς ὁρισθέντα καὶ γράφειν ἐπιχειροῦντες ἄλλα παρ’ ἐκεῖνα, τί ἕτερον ποιοῦσιν ἢ κατηγοροῦσι μὲν τῶν πατέρων, προίστανται δὲ τῆς αἱρέσεως, καθ’ ἧς ἐκεῖνοι γεγόνασί τε καὶ ἀπεφήναντο; καὶ γὰρ καὶ νῦν ἃ γράφουσιν οὐκ ἀληθείας φροντίζοντες γράφουσι, καθὰ προεῖπον, ἀλλὰ μᾶλλον παίζοντες καὶ τέχνῃ τοῦτο ποιοῦντες πρὸς ἀπάτην τῶν ἀνθρώπων, ἵν’ ἐν τῷ διαπέμπεσθαι τὰς ἐπιστολὰς τὰς μὲν ἀκοὰς τῶν λαῶν ἀπασχολεῖσθαι περὶ ταῦτα ποιήσωσι, κερδάνωσι δὲ τὸν χρόνον τοῦ κατηγορεῖσθαι αὐτοὶ καὶ λαθόντες ὡς ἀσεβοῦντες ἔχωσι χώραν ἐπεκτεῖναι τὴν αἵρεσιν «ὡς γάγγραιναν ἔχουσαν νομὴν» πανταχοῦ.

Πάντα γοῦν κινοῦσι καὶ ταράττουσι, καὶ οὐδ’ οὕτω τοῖς ἑαυτῶν ἀρκοῦνται. κατ’ ἐνιαυτὸν γάρ, ὡς οἱ τὰς διαθήκας γράφοντες, συνερχόμενοι καὶ αὐτοὶ προσποιοῦνται περὶ πίστεως γράφειν, ἵνα καὶ ἐν τούτῳ γέλωτα μᾶλλον καὶ αἰσχύνην ὀφλήσωσιν, ὅτι μὴ παρ’ ἑτέρων, ἀλλὰ παρ’ αὐτῶν τὰ αὐτῶν ἐκβάλλεται. εἰ γὰρ ἐθάρρουν οἷς ἔγραφον προτέροις, οὐκ ἂν δεύτερα γράφειν ἐζήτουν οὐδὲ πάλιν ἀφέντες ἐκεῖνα ταῦτα νῦν ἔγραφον ἅπερ πάντως τοῦτο μελετήσαντες πάλιν ἀλλάξουσιν, ἐὰν ὀλίγος πάνυ παρέλθῃ χρόνος καὶ πρόφασιν λάβωσι τοῦ συνήθως τισὶν ἐπιβουλεύειν. Τότε γάρ, ὅταν ἐπιβουλεύσωσι, μάλιστα προσποιοῦνται περὶ πίστεως γράφειν, ἵν’, ὡς ὁ Πιλᾶτος «ἐνίψατο τὰς χεῖρας», οὕτω καὶ οὗτοι γράφοντες ἀποκτείνωσι τοὺς εἰς Χριστὸν εὐσεβοῦντας καὶ ἵνα ὡς περὶ πίστεως ὁρίζοντες δόξωσιν, ὡς πολλάκις εἶπον, φεύγειν τὸ τῆς ἑτεροδοξίας ἔγκλημα. ἀλλ’ οὔτε λαθεῖν οὔτε φυγεῖν δυνήσονται· ἕως γὰρ ἑαυτοῖς ἀπολογοῦνται, ἑαυτῶν ἀεὶ κατήγοροι γίνονται, καὶ δικαίως γε. οὐ γὰρ τοῖς ἐλέγχουσιν αὐτοὺς ἀποκρίνονται, ἀλλ’ ἑαυτούς, ὡς βούλονται, πείθουσι. πότε οὖν, τοῦ ὑπευθύνου κρίνοντος ἑαυτὸν λύσις γίνεται τοῦ ἐγκλήματος; διὰ τοῦτο γοῦν ἀεὶ γράφουσι καὶ ἀεὶ τὰ ἴδια μεταποιοῦντες ἄδηλον ἔχουσι τὴν πίστιν, μᾶλλον δὲ φανερὰν τὴν ἀπιστίαν καὶ τὴν κακοφροσύνην.

πάσχειν δέ μοι τοῦτο δοκοῦσιν εἰκότως· ἐπειδὴ γὰρ τῆς ἀληθείας ἀποστάντες καὶ θέλοντες ἀνατρέψαι τὴν ἐν Νικαίᾳ πίστιν γραφεῖσαν καλῶς, ἠγάπησαν κατὰ τὸ γεγραμμένον «κινεῖν πόδας ἑαυτῶν», διὰ τοῦτο καὶ αὐτοί, ὡς ἥ ποτε Ἱερουσαλήμ, κεκοπιάκασι καὶ κάμνουσιν ἐν ταῖς μεταβολαῖς ἄλλοτε ἄλλα γράφοντες μόνον ἵνα τοὺς χρόνους κερδάνωσι καὶ διαμείνωσι χριστομάχοι τοὺς ἀνθρώπους πλανῶντες.

Τίς οὖν, ᾧ μάλιστα μέλει περὶ ἀληθείας, ἔτι τούτων ἀνασχέσθαι θελήσει; τίς γράφοντας αὐτοὺς οὐκ ἀποστραφήσεται δικαίως; τίς οὐκ ἂν καταγνοίη τῆς τόλμης αὐτῶν; ὀλίγοι γὰρ ὄντες τὸν ἀριθμὸν θέλουσι τὰ ἑαυτῶν ὑπὲρ τὰ πάντων ἰσχύειν τά τε ἑαυτῶν συγκροτήματα ἐν γωνίαις γινόμενα καὶ ὕποπτα τυγχάνοντα βουλόμενοι κρατεῖν βιάζονται λύειν καὶ ἀκυροῦν τὴν οἰκουμενικὴν γενομένην ἄδολον καὶ καθαρὰν σύνοδον. καὶ ἄνθρωποι διὰ τὸ συνηγορεῖν τῇ χριστομάχῳ αἱρέσει προαχθέντες παρὰ τῶν περὶ Εὐσέβιον τολμῶσιν ὁρίζειν περὶ πίστεως· καὶ ὀφείλοντες ὡς ὑπεύθυνοι κρίνεσθαι κρίνειν, ὡς οἱ περὶ Καιάφαν, ἐπιχειροῦσι καὶ αὐτοὶ καὶ βίαν ποιοῦσι λίαν πιστεύεσθαι θέλοντες, οἱ μηδὲ πῶς πιστεύουσι γινώσκοντες. τίς γὰρ οὐκ οἶδεν, ὅτι διὰ τὴν Ἀρείου μανίαν Σεκοῦνδος μὲν ὁ Πενταπολίτης, ὁ πάλαι πολλάκις καθαιρεθεὶς ἐδέχθη παρ’ αὐτῶν, προεβλήθησαν δὲ Γεώργιος ὁ νῦν ἐν Λαοδικείᾳ καὶ Λεόντιος ὁ ἀπόκοπος καὶ πρὸ αὐτοῦ Στέφανος καὶ Θεόδωρος ὁ ἐν Ἡρακλείᾳ;

καὶ γὰρ καὶ πρότερον ἀπὸ τοῦ πρεσβυτερίου καθαιρεθέντες ὕστερον διὰ τὴν ἀσέβειαν ἐκλήθησαν ἐπίσκοποι Οὐρσάκιός τε καὶ Οὐάλης, οἳ καὶ τὴν ἀρχὴν ὡς νεώτεροι παρὰ Ἀρείου κατηχήθησαν· Ἀκάκιός τε καὶ Πατρόφιλος καὶ Νάρκισσος οἱ πρὸς πᾶσαν ἀσέβειαν τολμηροί, οὖτοι μὲν οὖν καὶ ἐν τῇ κατὰ Σαρδικὴν γενομένῃ μεγάλῃ συνόδῳ καθῃρέθησαν· Εὐστάθιός τε ὁ νῦν ἐν Σεβαστείᾳ Δημόφιλός τε καὶ Γερμίνιος καὶ Εὐδόξιος καὶ Βασίλειος συνήγοροι τῆς ἀσεβείας ὄντες εἰς τοῦτο προήχθησαν. περὶ γὰρ τῶν νῦν Κεκροπίου καὶ τοῦ λεγομένου Αὐξεντίου καὶ Ἐπικτήτου τοῦ ὑποκριτοῦ περιττόν ἐστι λέγειν φανεροῦ πᾶσιν ὄντος, πῶς καὶ διὰ ποίας προφάσεις καὶ παρὰ τίνων ἐχθρῶν καὶ οὗτοι προεβλήθησαν ὑποκρίνασθαι τὰς κατὰ τῶν ἐπιβουλευθέντων ὀρθοδόξων ἐπισκόπων συκοφαντίας· ὅτι καὶ οὗτοι καίτοι ἀπὸ ὀγδοήκοντα μονῶν τυγχάνοντες καὶ μὴ γινωσκόμενοι παρὰ τῶν λαῶν ὅμως διὰ τὴν ἀσέβειαν ἐπραγματεύσαντο ἑαυτοῖς τὸ ὄνομα τοῦ ἐπισκόπου. διὰ τοῦτο γοῦν καὶ Γεώργιον ἀπὸ τῆς Καππαδοκίας τινὰ μισθωσάμενοι θέλουσιν ἀποστεῖλαι πρὸς ὑμᾶς.

ἀλλ’ οὐδὲ περὶ τούτου λόγος οὐδείς· φήμη γὰρ ἐν τοῖς μέρεσι τούτοις, ὅτι μηδόλως οὖτος Χριστιανός ἐστιν, ἀλλὰ μᾶλλον τὰ τῶν εἰδώλων ἐζήλωσε καὶ τὸν τρόπον ἐστὶ δήμιος· διὸ καὶ τοιοῦτον αὐτὸν ὄντα προσελάβοντο, ὥστε ἀδικεῖν ἁρπάζειν φονεύειν δύνασθαι· ταῦτα γὰρ πλέον ἤσκησε, καὶ οὐδ’ ὅλως οἶδε τὰ ἴδια τῆς ἐν Χριστῷ πίστεως.