Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Η σοβαρότητα της αρειανής πλάνης και το τέλος του Αρείου ως θεία κρίση

Αναφορά στη βαρύτητα της αιρέσεως, στην υποκρισία και τον ψευδή όρκο του Αρείου ενώπιον του αυτοκράτορα, καθώς και στον αιφνίδιο θάνατό του ως σημείο θείας δίκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

ἐκεῖναι μὲν γὰρ ἢ περὶ τὸ σῶμα καὶ τὴν ἐνανθρώπησιν τοῦ κυρίου πλανῶνται, αἱ μὲν οὕτως, αἱ δὲ ἐκείνως καταψευδόμεναι ἢ μηδόλως ἐπιδεδημηκέναι τὸν κύριον ὡς Ἰουδαῖοι νομίζοντες ἐπλανήθησαν· αὕτη δὲ μόνη μανικώτερον εἰς αὐτὴν τὴν θεότητα τετόλμηκε λέγουσα μηδόλως εἶναι τὸν λόγον μηδὲ τὸν θεὸν ἀεὶ πατέρα εἶναι. ὅθεν εὐλόγως ἄν τις κατ’ αὐτῶν ἐκεῖνον εἴποι γεγράφθαι τὸν ψαλμόν· «εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν».

Ἀλλὰ καὶ ἰσχύομεν, φασί, καὶ δυνάμεθα ταῖς πανουργίαις προστῆναι τῆς αἱρέσεως. βελτίων δ’ ἂν γένοιτο αὐτῶν ἡ ἀπολογία, ἐὰν μὴ τέχνῃ τινὶ μηδὲ σοφίσμασιν Ἑλληνικοῖς, ἀλλ’ ἁπλῇ τῇ πίστει ταύτης προστῆναι δύνωνται. οὐκοῦν εἰ τεθαρσήκασι καὶ γινώσκουσιν ἐκκλησιαστικὴν εἶναι ταύτην, λεγέτωσαν φανερῶς τὸ φρόνημα· «οὐδεὶς γὰρ ἅψας λύχνον τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς εἰσερχομένοις». εἰ τοίνυν καὶ οὗτοι προστῆναι δύνανται, γραψάτωσαν τὰ προειρημένα καὶ δειξάτωσαν πᾶσιν ὡς λύχνον γυμνὴν τὴν ἑαυτῶν αἵρεσιν φανερῶς τε κατηγορείτωσαν Ἀλεξάνδρου τοῦ μακαρίτου ἐπισκόπου ὡς ἀδίκως ἐκβαλόντος τὸν Ἄρειον λέγοντα ταῦτα καὶ μεμφέσθωσαν τὴν ἐν Νικαίᾳ σύνοδον ἀντὶ τῆς ἀσεβείας ὑπομνήσασαν καὶ γράψασαν τὴν εὐσεβῆ πίστιν. ἀλλ’ οὐ ποιήσουσιν, εὖ οἶδα, ὅτι οὐχ οὕτως εἰσὶν ἀγνῶτες ὧν ἐπλάσαντο καὶ φιλονεικοῦσιν «ἐπισπεῖραι» κακῶν. ἀλλὰ καὶ μάλα γινώσκουσιν, ὅτι κἂν κατὰ τὴν ἀρχὴν τοὺς ἀκεραίους διὰ κενῆς ἀπάτης ὑφαρπάσωσιν, ἀλλ’ εὐθὺς ἡ ἔννοια αὐτῶν ὡς «φῶς ἀσεβῶν σβέννυται» καὶ στηλιτεύονται πανταχοῦ ὡς τῆς ἀληθείας ἐχθροί. διὰ τοῦτο γοῦν πάντα μωρῶς ποιοῦσιν ὡς μωροὶ λαλοῦντες τοῦτο μόνον ὡς «υἱοὶ τοῦ αἰῶνος ὄντες» φρονίμως πεποιήκασι κρύπτοντες «ὑπὸ τὸν μόδιον» τὸν ἑαυτῶν λύχνον, ἵνα νομίζηται φαίνειν καὶ μὴ φαινόμενος ἀποσβεσθῇ καταγινωσκόμενος.

καὶ γὰρ καὶ αὐτὸς Ἄρειος ὁ τῆς μὲν αἱρέσεως ἔξαρχος, Εὐσεβίου δὲ κοινωνὸς κληθεὶς ἐκ σπουδῆς τότε τῶν περὶ Εὐσέβιον παρὰ τοῦ μακαρίτου Κωνσταντίνου τοῦ Αὐγούστου καὶ ἀπαιτούμενος ἐγγράφως εἰπεῖν τὴν ἑαυτοῦ πίστιν ἔγραψεν ὁ δόλιος κρύπτων μὲν τὰς ἰδίας τῆς ἀσεβείας λέξεις, ὑποκρινόμενος δὲ καὶ αὐτὸς ὡς ὁ διάβολος τὰ τῶν γραφῶν ῥήματα ἁπλᾶ καὶ ὥς ἐστι γεγραμμένα. εἶτα λέγοντος τοῦ μακαρίτου Κωνσταντίνου «εἰ μηδὲν ἕτερον ἔχεις παρὰ ταῦτα ἐν τῇ διανοίᾳ, μάρτυρα τὴν ἀλήθειαν δός· ἀμύνεται γὰρ ἐπιορκήσαντά σε αὐτὸς ὁ κύριος», ὤμοσεν ὁ ἄθλιος μήτε ἔχειν μήτε ἄλλα παρὰ τὰ νῦν γραφέντα κἂν εἰρῆσθαι πώποτε παρ’ αὐτοῦ ἢ πεφρονῆσθαι. ἀλλ’ εὐθὺς ἐξελθὼν ὥσπερ δίκην δοὺς κατέπεσε «καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος».

Πᾶσι μὲν οὖν ἀνθρώποις κοινὸν τοῦ βίου τέλος ὁ θάνατός ἐστι, καὶ οὐ δεῖ τινας ἐπεμβαίνειν, κἂν ἐχθρὸς ᾖ ὁ τελευτήσας, ἀδήλου ὄντος μὴ ἕως ἑσπέρας καὶ αὐτοὺς τοῦτο καταλάβῃ· τὸ δὲ τέλος Ἀρείου, ἐπεὶ μὴ ἁπλῶς γέγονε, διὰ τοῦτο καὶ διηγήσεως ἄξιόν ἐστι. τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλούντων εἰσαγαγεῖν αὐτὸν εἰς τὴν ἐκκλησίαν ὁ μὲν ἐπίσκοπος τῆς Κωνσταντινουπόλεως Ἀλέξανδρος ἀντέλεγεν, ὁ δὲ Ἄρειος ἐθάρρει τῇ βίᾳ καὶ ταῖς ἀπειλαῖς Εὐσεβίου· σάββατον γὰρ ἦν, καὶ προσεδόκα τῇ ἑξῆς συνάγεσθαι. πολὺς τοίνυν ἀγὼν ἦν ἐκείνων μὲν ἀπειλούντων, Ἀλεξάνδρου δὲ εὐχομένου· ἀλλ’ ὁ κύριος κριτὴς γενόμενος ἐβράβευσε κατὰ τῶν ἀδικούντων. οὔπω γὰρ ὁ ἥλιος ἔδυ καὶ χρείας αὐτὸν ἑλκυσάσης εἰς τόπον ἐκεῖ κατέπεσε καὶ ἀμφοτέρων τῆς τε κοινωνίας καὶ τοῦ ζῇν εὐθὺς ἐστερήθη. καὶ ὁ μὲν μακαρίτης Κωνσταντῖνος εὐθὺς ἀκούσας ἐθαύμασεν ἰδὼν ἐλεγχθέντα τοῦτον ἐπίορκον· πᾶσί τε τότε γέγονε φανερόν, ὅτι τῶν μὲν περὶ Εὐσέβιον ἠσθένησαν αἱ ἀπειλαὶ καὶ ἡ ἐλπὶς Ἀρείου ματαία γέγονεν. ἐδείχθη δὲ πάλιν, ὅτι παρὰ τοῦ σωτῆρος ἀκοινώνητος γέγονεν ἡ Ἀρειανὴ μανία καὶ ὧδε καὶ ἐν «τῇ τῶν πρωτοτόκων ἐν οὐρανοῖς ἐκκλησίᾳ».

τίς οὖν οὐ θαυμάσειεν ὁρῶν τούτους ἀδίκως φιλονεικοῦντας, οὓς ὁ κύριος κατέκρινε, καὶ βλέπων αὐτοὺς ἐκδικοῦντας τὴν αἵρεσιν, ἣν ὁ κύριος ἀκοινώνητον ἤλεγξε μὴ ἀφεὶς τὸν ταύτης ἔξαρχον εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν καὶ μὴ φοβουμένους τὸ γεγραμμένον, ἀλλὰ ἀδυνάτοις ἐπιχειροῦντας; «ἃ γὰρ ὁ θεὸς βεβούλευται, τίς διασκεδάσει;» καὶ ὃν ὁ θεὸς κατέκρινε, τίς ὁ δικαιῶν; ἐκεῖνοι μὲν οὖν ὡς ἰδίας φαντασίας ἐκδικοῦντες γραφέτωσαν ἃ θέλουσιν· ὑμεῖς δέ, ἀδελφοὶ ὡς «τὰ τοῦ κυρίου σκεύη φέροντες» καὶ τὰ τῆς ἀληθείας ἐκδικοῦντες δόγματα, παρακαλῶ, δοκιμασταὶ γένεσθε τοῦ πράγματος. καὶ εἰ μὲν ἑτέρας παρὰ τὰς προειρημένας Ἀρείου λέξεις γράφουσιν, ἐντεῦθεν ὡς ὑποκριτῶν τούτων κατάγνωτε κρυπτόντων μὲν τὸν ἰὸν τοῦ φρονήματος, σαινόντων δὲ κατὰ τὸν ὄφιν τοῖς διὰ χειλέων ῥήμασι. καὶ γὰρ ταῦτα γράφοντες ἔχουσι μεθ’ ἑαυτῶν τοὺς ἐκβληθέντας τότε μετὰ Ἀρείου, Σεκοῦνδον τὸν Πενταπολίτην καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ποτὲ ἐλεγχθέντας κληρικοὺς τούτοις τε γράφουσιν ἐν τῇ Ἀλεξανδρείᾳ.

καὶ τό γε θαυμαστόν, ἡμᾶς μὲν καὶ τοὺς μεθ’ ἡμῶν ἐποίησαν διωχθῆναι καίτοι τοῦ εὐσεβεστάτου βασιλέως Κωνσταντίνου μετ’ εἰρήνης ἀποστείλαντος ἡμᾶς εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν καὶ κηδομένου τῆς ὁμονοίας τῶν λαῶν· τούτοις δὲ νῦν παραδοθῆναι πεποιήκασι τὰς ἐκκλησίας καὶ πᾶσιν ἔδειξαν, ὅτι τούτων χάριν ἡ πᾶσα καθ’ ἡμῶν ἐξ ἀρχῆς καὶ κατὰ τῶν ἑτέρων γέγονεν ἐπιβουλή.

Πῶς οὖν ταῦτα ποιοῦντες δύνανται γράφοντες πιστεύεσθαι; εἰ γὰρ ἔγραφον ὀρθῶς, ἐξήλειφον ἣν ἔγραψεν Ἄρειος Θαλίαν καὶ ἀπέβαλον ἂν τὰς τῆς αἱρέσεως παραφυάδας. μαθηταὶ γὰρ οὗτοι καὶ κοινωνοὶ τῆς τε ἀσεβείας καὶ τῆς ἐπιτιμίας γεγόνασιν Ἀρείου· οὐκοῦν μὴ ἀποβάλλοντες τούτους ἔκδηλοι πᾶσίν εἰσι μὴ ἔχοντες ὀρθὸν τὸ φρόνημα, κἂν μυριάκις γράφωσι. διὰ τοῦτο γρηγορεῖν προσήκει, μήποτε τῇ περιβολῇ τῶν γραμμάτων ἀπάτη τις γένηται καὶ παρενέγκωσί τινας ἀπὸ τῆς εὐσεβοῦς πίστεως. ἐὰν δὲ τολμήσαντες τὰ Ἀρείου γράψωσιν ὁρῶντες ἑαυτοὺς «εὐοδουμένους» καὶ «εὐθηνουμένους», οὐδέν ἐστι λοιπὸν ἢ «πολλῇ παρρησίᾳ χρήσασθαι» μνημονεύοντας τῶν ἀποστολικῶν προρρήσεων, ἃς διὰ τὰς τοιαύτας αἱρέσεις προμηνύων ἔγραψε, καὶ ἡμᾶς εἰπεῖν πρέπει· οἴδαμεν, «ὅτι», ὡς γέγραπται, «ἐν ἐσχάτοις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμόνων» «ἀποστρεφομένων τὴν ἀλήθειαν» καί· «ὅσοι μὲν θέλουσιν εὐσεβῶς ζῇν ἐν Χριστῷ, διωχθήσονται. πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι»· ἀλλ’ ἡμᾶς οὐδέν τι πείσει τούτων οὐδὲ «χωρίσει τῆς ἀγάπης τοῦ Χριστοῦ», κἂν οἱ αἱρετικοὶ θάνατον ἡμῖν ἀπειλῶσι· Χριστιανοὶ γάρ ἐσμεν καὶ οὐκ Ἀρειανοί.