Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Θεολογική αναίρεση του Αρειανισμού και ορθή ερμηνεία των αγιογραφικών χωρίων

Επιβεβαίωση της οντολογικής ενότητας Πατρός και Υιού, αναίρεση των πλανών περί αγνοίας του Λόγου και επεξήγηση των περί κτίσεως βιβλικών ρητών βάσει της ενανθρωπήσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 7

Εἰ γὰρ δι’ ἡμᾶς λέγεται κατ’ ἐπίνοιαν λόγος καὶ σοφία, τί ἂν εἴη αὐτός; οὐκ ἂν εἴποιεν. εἰ γὰρ ταῦτα αὐτὸν λέγουσιν εἶναι αἱ γραφαί, οὗτοι δὲ ταῦτα εἶναι τὸν κύριον οὐ θέλουσι, φανερῶς οὐδὲ ὑπάρχειν αὐτὸν θέλουσιν οἱ ἄθεοι καὶ τῶν γραφῶν ἐναντίοι. καὶ τοῦτο οἱ μὲν πιστοὶ δύνανται παρ’ αὐτῆς τε τῆς πατρικῆς φωνῆς καὶ παρὰ τῶν προσκυνούντων αὐτὸν ἀγγέλων καὶ τῶν περὶ αὐτοῦ γραψάντων ἁγίων μαθεῖν. οὗτοι δέ, ἐπεὶ τὴν διάνοιαν οὐκ ἔχουσι καθαρὰν οὐδὲ δύνανται θείων ἐπακούειν καὶ θεολόγων ἀνδρῶν, δύνανται κἂν παρὰ τῶν ὁμοίων αὐτοῖς δαιμόνων μαθεῖν, ὅτι μὴ ὡς πολλῶν ὄντων ἀνεφώνουν, ἀλλὰ τοῦτον μόνον εἰδότες ἔλεγον· «σὺ εἶ ὁ ἅγιος τοῦ θεοῦ» καὶ «ὁ υἱὸς τοῦ θεοῦ». καὶ γὰρ καὶ ὁ τὴν αἵρεσιν αὐτοῖς ὑποβαλὼν πειράζων ἐν τῷ ὄρει, οὐκ ἔλεγεν· ‹εἰ καὶ σὺ υἱὸς εἶ τοῦ θεοῦ› ὡς ὄντων ἄλλων, ἀλλ’· «εἰ σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ», ὡς μόνου ὄντος αὐτοῦ. ἀλλ’ οἱ θαυμαστοί, ὥσπερ Ἕλληνες, ἐκπεσόντες τῆς περὶ τοῦ ἑνὸς θεοῦ ἐννοίας εἰς πολυθεότητα κατῆλθον, οὕτω καὶ οὗτοι μὴ πιστεύοντες ἕνα εἶναι τὸν τοῦ πατρὸς λόγον εἰς πολλῶν ἐπίνοιαν πεπτώκασι. καὶ τὸν μὲν ὄντως ὄντα θεὸν καὶ ἀληθινὸν λόγον ἀρνοῦνται, κτίσμα δὲ αὐτὸν κἂν ἐνθυμεῖσθαι τετολμήκασιν οὐ βλέποντες ὅσης ἀσεβείας μεστόν ἐστι τὸ φρόνημα. εἰ γὰρ κτίσμα ἐστί, πῶς αὐτὸς τῶν κτισμάτων ἐστὶ δημιουργός; ἢ πῶς αὐτὸς ὁ υἱὸς καὶ σοφία καὶ λόγος;

λόγος γὰρ οὐ κτίζεται, ἀλλὰ γεννᾶται· καὶ τὸ κτίσμα οὐχὶ υἱός, ἀλλὰ ποίημα. καὶ εἰ τὰ κτίσματα δι’ αὐτοῦ γέγονε, κτίσμα δέ ἐστι καὶ αὐτός, διὰ τίνος ἄρα καὶ αὐτὸς γέγονεν; ἀνάγκη γὰρ τὰ ποιήματα διά τινος γίνεσθαι, ὥσπερ οὖν καὶ γέγονε διὰ τοῦ λόγου, ὅτι μὴ αὐτὸς ἦν ποίημα, ἀλλὰ λόγος τοῦ πατρός. καὶ πάλιν, εἰ ἄλλη ἐστὶν ἡ ἐν τῷ πατρὶ σοφία παρὰ τὸν κύριον, καὶ ἡ σοφία ἐν σοφίᾳ γέγονεν· εἰ δὲ σοφία ἐστὶν ὁ τοῦ θεοῦ λόγος, εἴη ἂν καὶ ὁ λόγος ἐν λόγῳ γεγονώς· καὶ εἰ ὁ λόγος τοῦ θεοῦ ἐστιν ὁ υἱός, εἴη ἂν καὶ ὁ υἱὸς ἐν τῷ υἱῷ ποιηθείς.

Πῶς τοίνυν ὁ κύριος ἔλεγεν· «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ» ὄντος ἑτέρου ἐν τῷ πατρί, ἐν ᾧ καὶ αὐτὸς ὁ κύριος γέγονε; πῶς δὲ καὶ ὁ Ἰωάννης ἀφεὶς ἐκεῖνον περὶ τούτου διηγεῖται λέγων· «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»; εἰ δὲ πάντα τὰ βουλήματι γενόμενα δι’ αὐτοῦ γέγονε, πῶς καὶ αὐτὸς εἷς τῶν γενομένων ἐστί; πῶς δὲ καὶ τοῦ ἀποστόλου λέγοντος· «δι’ ὃν τὰ πάντα καὶ δι’ οὗ τὰ πάντα», οὗτοι λέγουσιν· ‹οὐχ ἡμεῖς δι’ αὐτόν, ἀλλ’ ἐκεῖνος δι’ ἡμᾶς γέγονεν›; ἔδει γάρ, εἴπερ οὕτως ἦν, εἰπεῖν αὐτόν· ‹δι’ οὓς γέγονεν ὁ λόγος›. νῦν δὲ μὴ τοῦτο λέγων, ἀλλὰ «δι’ ὃν τὰ πάντα», δείκνυσι τούτους αἱρετικοὺς καὶ συκοφάντας. ἄλλως τε, εἰ τεθαρρήκασιν ἄλλον εἶναι λόγον ἐν τῷ θεῷ, ἐπεὶ μὴ φανερὰς ἔχουσι τὰς ἐκ τῶν γραφῶν ἀποδείξεις, κἂν ἓν ἔργον αὐτοῦ δεικνύτωσαν ἢ τοῦ πατρὸς ἔργα, ἃ χωρὶς τοῦ λόγου γεγόνασιν, ἵνα τινὰ δοκῶσι πρόφασιν ἔχειν τῆς ἑαυτῶν ἐπινοίας. τοῦ μὲν γὰρ ἀληθινοῦ λόγου πᾶσίν ἐστι φανερὰ τὰ ἔργα, ὡς καὶ ἐξ αὐτῶν αὐτὸν ἀναλόγως θεωρεῖσθαι. ὡς γὰρ τὴν κτίσιν ὁρῶντες διανοούμεθα τὸν ταύτην κτίσαντα θεόν, οὕτως βλέποντες μηδὲν ἄτακτον ἐν τοῖς γενομένοις, ἀλλὰ πάντα τάξει καὶ προνοίᾳ κινούμενά τε καὶ μένοντα ἐνθυμούμεθα λόγον εἶναι τοῦ θεοῦ τὸν ἐπὶ πάντων ὄντα τε καὶ ἡγεμονεύοντα.

τοῦτο καὶ αἱ γραφαὶ μαρτυροῦσι λέγουσαι αὐτόν τε εἶναι τὸν τοῦ θεοῦ λόγον καὶ ὅτι «δι’ αὐτοῦ τὰ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»· ἐκείνου δέ, περὶ οὗ λέγουσιν, οὐδὲν οὔτε ῥητὸν οὔτε ἔργον ὑπ’ αὐτῶν δείκνυται. καὶ γὰρ αὐτὸς ὁ πατὴρ λέγων «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς» οὐδένα ἕτερον παρ’ αὐτὸν εἶναι σημαίνει.

Οὐκοῦν κατὰ τοῦτο καὶ Μανιχαίοις λοιπὸν οἱ θαυμαστοὶ προσετέθησαν. καὶ γὰρ κἀκεῖνοι μόνον ἄχρις ὀνόματος ἀγαθὸν θεὸν ὀνομάζουσι καὶ ἔργον μὲν αὐτοῦ οὔτε βλεπόμενον οὔτε ἀόρατον δεικνύειν δύνανται· τὸν δὲ ἀληθινὸν καὶ ὄντως ὄντα θεόν, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων τῶν ἀοράτων ἀρνούμενοι παντελῶς εἰσι μυθολόγοι. τοῦτο δὲ καὶ οὗτοι πάσχειν μοι δοκοῦσιν οἱ κακόφρονες· τοῦ γὰρ ἀληθινοῦ λόγου καὶ μόνου ὄντος ἐν τῷ πατρὶ τὰ ἔργα βλέπουσι καὶ τοῦτον μὲν ἀρνοῦνται, ἄλλον δὲ ἑαυτοῖς ἀναπλάττοντες λόγον, ὃν οὔτε ἐξ ἔργων οὔτε ἐξ ἀκοῆς ἀποδεικνύειν δύνανται· εἰ μὴ ἄρα σύνθετον τὸν θεὸν ὡς ἄνθρωπον λαλοῦντα καὶ ἀμείβοντα τοὺς προτέρους λόγους καὶ πάλιν οὕτω νοοῦντα καὶ σοφιζόμενον ὑπονοοῦντες μυθολογοῦσιν οὐ νοοῦντες εἰς ὅσην ἀλογίαν ταῦτα λέγοντες ἐκπεπτώκασιν. εἰ μὲν γὰρ ἐπισυμβαίνοντας ἔχει τοὺς λόγους, πολὺ τοῦτον ἄνθρωπον νομίζουσιν· εἰ δὲ καὶ ἐξ αὐτοῦ προφέρονται καὶ λοιπὸν ἀφανίζονται, μειζόνως ἀσεβοῦσιν, ὅτι τὰ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι ἀναλύουσιν.

εἰ γὰρ ὅλως γεννᾶν αὐτὸν ὑπονοοῦσι, βέλτιόν ἐστι καὶ εὐσεβέστερον λέγειν ἑνὸς εἶναι λόγου γεννήτορα τὸν θεὸν ὅς ἐστι «τὸ πλήρωμα τῆς θεότητος» αὐτοῦ, «ἐν ᾧ καὶ οἱ θησαυροὶ τῆς γνώσεως πάσης εἰσὶν ἀπόκρυφοι» καὶ τοῦτον λέγειν εἶναί τε καὶ συνυπάρχειν τῷ ἑαυτοῦ πατρί, δι’ οὗ καὶ τὰ πάντα γέγονεν, ἢ πολλῶν μὴ φαινομένων πατέρα νομίζειν τὸν θεὸν ἢ ὡς ἐκ πολλῶν συγκείμενον ἀνθρωποπαθῆ καὶ ποικίλον τὸν ἁπλοῦν ὄντα τῇ φύσει φαντάζεσθαι. εἶτα τοῦ ἀποστόλου λέγοντος· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία» οὗτοι ταῖς πολλαῖς δυνάμεσιν ἕνα καὶ τοῦτον συναριθμοῦσι, καὶ τό γε χείριστον, ὅτι τῇ κάμπῃ καὶ τοῖς ἄλλοις ἀλόγοις τοῖς δι’ ἐπιτιμίαν πεμπομένοις δι’ αὐτοῦ παραβάλλουσιν αὐτὸν οἱ παράνομοι. εἶτα τοῦ κυρίου λέγοντος· «οὐδεὶς γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς» καὶ πάλιν· «οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν εἰ μὴ ὁ ὢν παρὰ τοῦ πατρός», πῶς οὐκ ἀληθῶς εἰσιν οὗτοι θεομάχοι λέγοντες μήτε ὁρᾶσθαι μήτε γινώσκεσθαι τὸν πατέρα παρὰ τοῦ υἱοῦ τελείως; εἰ γὰρ ὁ κύριος λέγει· «καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα», οὐκ ἐκ μέρους δὲ γινώσκει ὁ πατὴρ τὸν υἱόν, πῶς οὐ μαίνονται φλυαροῦντες, ὅτι ἐκ μέρους καὶ οὐ πλήρης γινώσκει ὁ υἱὸς τὸν πατέρα;

εἶτα εἰ ἀρχὴν ἔχει εἰς τὸ εἶναι ὁ υἱὸς ἀρχὴν δὲ ἔχει καὶ τὰ πάντα εἰς τὸ γεγενῆσθαι, τί τίνος ἐστὶ πρῶτον, λεγέτωσαν· ἀλλ’ οὔτε τι εἰπεῖν ἔχουσιν οὔτε τοῦ λόγου τοιαύτην ἀρχὴν δεικνύειν δύνανται οἱ πανοῦργοι. τοῦ γὰρ πατρός ἐστιν ἀληθινὸν καὶ ἴδιον αὐτοῦ γέννημα, καὶ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». περὶ γὰρ τοῦ λέγειν αὐτοὺς μὴ εἰδέναι τὸν υἱὸν τὴν ἑαυτοῦ οὐσίαν περιττόν ἐστιν ἀποκρίνασθαι, εἰ μὴ μόνον μανίας αὐτῶν καταγινώσκειν, εἰ ἑαυτὸν οὐκ οἶδεν ὁ λόγος ὁ τοῖς πᾶσι τὴν γνῶσιν τὴν περὶ τοῦ πατρὸς καὶ ἑαυτοῦ χαριζόμενος καὶ μεμφόμενος τοὺς μὴ γινώσκοντας ἑαυτούς.

Ἀλλὰ γέγραπται, φασί· «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ». ἀπαίδευτοι καὶ τὰς φρένας ἐμβεβροντημένοι καὶ «δοῦλος» ἐν ταῖς γραφαῖς ἐλέχθη καὶ «παιδίσκης υἱὸς» καὶ «ἀρνίον» καὶ «πρόβατον», καὶ ὅτι κεκοπίακε καὶ ἐδίψησε καὶ ἐτυπτήθη, καὶ πέπονθεν. ἀλλ’ ἔχει τὴν πρόφασιν καὶ τὸ αἴτιον εὔλογον· ἐγγὺς τὰ τοιαῦτα πάλιν ἐκ τῶν γραφῶν σημαινόμενά ἐστι δὲ τοῦτο, διότι ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου γέγονε λαβὼν τὴν τοῦ δούλου μορφήν, ἥτις ἦν ἡ ἀνθρωπίνη σάρξ· «ὁ γὰρ λόγος», φησὶν ὁ Ἰωάννης, «σὰρξ ἐγένετο». εἰ δὲ ἄνθρωπος γέγονεν, οὐ δεῖ τινας ἐπὶ ταῖς τοιαύταις φωναῖς σκανδαλίζεσθαι. ἀνθρώπου γὰρ ἴδιόν ἐστι τὸ κτίζεσθαι, τὸ γίνεσθαι, τὸ πλάττεσθαι, τὸ κοπιᾷν, τὸ πάσχειν, τὸ ἀποθνήσκειν καὶ ἐκ νεκρῶν ἐγείρεσθαι.

καὶ ὥσπερ λόγος ὢν καὶ σοφία τοῦ πατρὸς ἔχει πάντα τὰ τοῦ πατρός, τὸ ἀίδιον, τὸ ἄτρεπτον, τὸ κατὰ πάντα καὶ ἐν πᾶσιν ὅμοιον, τὸ μὴ πρότερον καὶ ὕστερον, ἀλλὰ τὸ συνυπάρχειν τῷ πατρί, καὶ αὐτὸ τὸ τῆς θεότητος εἶδος αὐτὸν εἶναι καὶ τὸ δημιουργικὸν καὶ τὸ μὴ κτίζεσθαι, ὅμοιος γὰρ ὢν καὶ κατὰ τὴν οὐσίαν τοῦ πατρὸς οὐκ ἂν εἴη κτιστός, ἀλλὰ κτίστης, ὡς αὐτὸς εἴρηκεν· «ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι», οὕτως ἄνθρωπος γεγονὼς καὶ σάρκα φορέσας ἐξ ἀνάγκης κτίζεσθαι λέγεται καὶ ποιεῖσθαι καὶ πάντα τὰ τῆς σαρκὸς ἴδια, κἂν οὗτοι ὡς Ἰουδαϊκοὶ «κάπηλοι τὸν οἶνον μίσγωσιν ὕδατι» ταπεινοῦντες τὸν λόγον καὶ τὴν θεότητα αὐτοῦ ταῖς τῶν γενητῶν ἐννοίαις ὑποβάλλοντες. διὰ τοῦτο γὰρ εἰκότως καὶ δικαίως οἱ μὲν πατέρες ἠγανάκτησαν καὶ ἀνεθεμάτισαν τὴν ἀσεβεστάτην ταύτην αἵρεσιν, οὗτοι δὲ ὡς εὐέλεγκτον καὶ πανταχόθεν οὖσαν σαθρὰν φοβοῦνται καὶ κρύπτουσι. καὶ γὰρ βραχέα μὲν ταῦτα πρὸς κατάγνωσιν αὐτῶν ἡμεῖς ἐγράψαμεν. ἐὰν δέ τις θελήσῃ πλατυτέρῳ τῷ κατ’ αὐτῶν ἐλέγχῳ χρήσασθαι, εὑρήσει τὴν αἵρεσιν ταύτην Ἑλλήνων μὲν οὐ μακράν, τῶν δὲ ἄλλων αἱρέσεων ἐσχάτην καὶ «τρύγα» τυγχάνουσαν.