Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Έκθεση των αρειανικών κακοδοξιών και η καταδίκη τους στη Νίκαια

Παρουσίαση των αιρετικών θέσεων του Αρείου περί της κτιστότητας του Λόγου και υπενθύμιση της καθολικής απόρριψης του Αρειανισμού από την Οικουμενική Σύνοδο της Νικαίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Ὁ τοίνυν μακαρίτης Ἀλέξανδρος ὁ ἐπίσκοπος ἐξέβαλε τῆς ἐκκλησίας τὸν Ἄρειον φρονοῦντα καὶ λέγοντα ταῦτα· «οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, οὐκ ἀεὶ ἦν ὁ υἱός, ἀλλὰ πάντων ὄντων ἐξ οὐκ ὄντων καὶ ὁ υἱὸς τοῦ θεοῦ ἐξ οὐκ ὄντων ἐστί· καὶ πάντων ὄντων κτισμάτων καὶ αὐτὸς κτίσμα καὶ ποίημά ἐστι· καὶ πάντων οὐκ ὄντων πρότερον, ἀλλ’ ἐπιγενομένων καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος ἦν ποτε, ὅτε οὐκ ἦν, καὶ οὐκ ἦν πρὶν γεννηθῆναι, ἀλλ’ ἀρχὴν ἔχει τοῦ εἶναι· τότε γὰρ γέγονεν, ὅτε βεβούληται ὁ θεὸς αὐτὸν δημιουργῆσαι· ἓν γὰρ τῶν πάντων ἔργων ἐστὶ καὶ αὐτός. καὶ ὅτι τῇ μὲν φύσει τρεπτός ἐστι, τῷ δὲ ἰδίῳ αὐτεξουσίῳ, ἕως βούλεται, μένει καλός· ὅτε μέντοι θέλει, δύναται τρέπεσθαι καὶ αὐτὸς ὥσπερ καὶ τὰ πάντα. διὰ τοῦτο γὰρ προγινώσκων ὁ θεὸς ἔσεσθαι καλὸν αὐτόν, προλαβὼν ταύτην αὐτῷ τὴν δόξαν δέδωκεν, ἣν ἂν καὶ ἐκ τῆς ἀρετῆς ἔσχε μετὰ ταῦτα· ὥστε ἐξ ἔργων αὐτοῦ, ὧν προέγνω ὁ θεός, τοιοῦτον αὐτὸν νῦν γεγονέναι». λέγουσι γοῦν ὅτι «οὐδὲ θεὸς ἀληθινός ἐστιν ὁ Χριστός, ἀλλὰ μετοχῇ καὶ αὐτὸς ὥσπερ καὶ οἱ ἄλλοι πάντες λέγεται θεός».

προστιθέασι δὲ καὶ τοῦτο ὅτι «οὐκ ἔστιν αὐτὸς ὁ ἐν τῷ πατρὶ φύσει καὶ ἴδιος τῆς οὐσίας αὐτοῦ λόγος καὶ ἡ ἰδία σοφία, ἐν ᾗ καὶ τοῦτον πεποίηκε τὸν κόσμον, ἀλλ’ ἄλλος μὲν ἔστιν ὁ ἐν τῷ πατρὶ ἴδιος αὐτοῦ λόγος καὶ ἄλλη ἡ ἐν τῷ πατρὶ ἰδία αὐτοῦ σοφία, ἐν ᾗ σοφίᾳ καὶ τοῦτον τὸν λόγον πεποίηκεν· αὐτὸς δὲ οὗτος ὁ κύριος κατ’ ἐπίνοιαν λέγεται λόγος διὰ τὰ λογικὰ καὶ κατ’ ἐπίνοιαν λέγεται σοφία διὰ τὰ σοφιζόμενα». ἀμέλει φασὶν ὅτι «πάντων ξένων καὶ ἀλλοτρίων ὄντων κατὰ τὴν οὐσίαν τοῦ πατρὸς οὕτως καὶ αὐτὸς ξένος μὲν καὶ ἀλλότριος κατὰ πάντα τῆς τοῦ πατρὸς οὐσίας ἐστί, τῶν δὲ γενητῶν καὶ κτιστῶν ἴδιος καὶ εἷς τυγχάνει. κτίσμα γάρ ἐστι καὶ ποίημα καὶ ἔργον». πάλιν τέ φασιν ὅτι οὐχ ἡμᾶς ἔκτισε δι’ ἐκεῖνον, ἀλλ’ ἐκεῖνον δι’ ἡμᾶς· «ἦν γάρ», φησί, «μόνος ὁ θεός, καὶ οὐκ ἦν ὁ λόγος σὺν αὐτῷ· εἶτα θελήσας ἡμᾶς δημιουργῆσαι, τότε πεποίηκε τοῦτον· καὶ ἀφ’ οὗ γέγονεν, ὠνόμασεν αὐτὸν λόγον καὶ υἱὸν καὶ σοφίαν, ἵνα ἡμᾶς δι’ αὐτοῦ δημιουργήσῃ. καὶ ὥσπερ πάντα βουλήματι τοῦ θεοῦ ὑπέστη οὐκ ὄντα πρότερον, οὕτως καὶ αὐτὸς τῷ βουλήματι τοῦ θεοῦ οὐκ ὢν πρότερον γέγονεν. οὐ γάρ ἐστι τοῦ πατρὸς ἴδιον καὶ φύσει γέννημα ὁ λόγος, ἀλλὰ καὶ αὐτὸς χάριτι γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα υἱὸν πεποίηκε τῇ βουλῇ, ἐν ᾗ καὶ τὰ πάντα πεποίηκε καὶ ἐδημιούργησε καὶ ἔκτισε καὶ γενέσθαι ἠθέλησε».

καὶ γὰρ καὶ τοῦτο λέγουσιν ὅτι «οὐκ ἔστιν ὁ Χριστὸς φυσικὴ καὶ ἀληθινὴ δύναμις τοῦ θεοῦ· ἀλλ’ ὥσπερ ἡ κάμπη καὶ ὁ βροῦχος λέγονται δύναμις, οὕτως καὶ αὐτὸς λέγεται δύναμις τοῦ πατρός». πρὸς τούτοις ἔλεγεν ὅτι «τῷ υἱῷ ὁ πατὴρ ἄρρητος ὑπάρχει καὶ οὔτε ὁρᾶν οὔτε γινώσκειν τελείως καὶ ἀκριβῶς δύναται ὁ υἱὸς τὸν πατέρα. ἀρχὴν γὰρ ἔχων τοῦ εἶναι οὐ δύναται τὸν ἄναρχον γινώσκειν· ἀλλὰ καὶ ὃ γινώσκει καὶ βλέπει, ἀναλόγως τοῖς ἰδίοις μέτροις οἶδε καὶ βλέπει, ὥσπερ καὶ ἡμεῖς γινώσκομεν καὶ βλέπομεν κατὰ τὴν ἰδίαν δύναμιν». προσετίθει δὲ καὶ τοῦτο ὅτι «ὁ υἱὸς οὐ μόνον τὸν πατέρα οὐκ οἶδεν ἀκριβῶς· ἀλλὰ γὰρ οὐδὲ τὴν ἰδίαν ἑαυτοῦ οὐσίαν οἶδεν».

Ταῦτα καὶ τὰ τοιαῦτα λέγων μὲν ὁ Ἄρειος αἱρετικὸς ἀπεδείχθη· ἐγὼ δὲ καὶ μόνον γράφων ἐκάθαιρον ἐμαυτὸν ἐνθυμούμενος τὰ κατὰ τούτων καὶ κρατῶν τὴν τῆς εὐσεβείας διάνοιαν. καὶ γὰρ καὶ ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ οἱ συνελθόντες πάντες πανταχόθεν ἐπίσκοποι τὰς μὲν ἀκοὰς ἐπὶ τούτοις ἐκράτουν, παμψηφὶ δὲ πάντες καὶ διὰ ταῦτα κατέκριναν τὴν αἵρεσιν ταύτην καὶ ἀνεθεμάτισαν εἰπόντες ἀλλοτρίαν καὶ ξένην εἶναι ταύτην τῆς ἐκκλησιαστικῆς πίστεως. οὐκ ἀνάγκη δὲ τοὺς κρίνοντας ἦγεν ἐπὶ τοῦτο, ἀλλὰ πάντες προαιρέσει τὴν ἀλήθειαν ἐξεδίκουν· πεποιήκασι δὲ τοῦτο δικαίως καὶ ὀρθῶς. ἀθεότης γὰρ ἐκ τούτων εἰσάγεται, καὶ μᾶλλον παρὰ τὰς γραφὰς ὁ νῦν Ἰουδαϊσμὸς ἔχων ἐγγὺς ἐπακολουθοῦντα τὸν Ἑλληνισμὸν ὥστε τὸν ταῦτα φρονοῦντα μηκέτι Χριστιανὸν καλεῖσθαι· πάντα γὰρ ταῦτα τῶν γραφῶν ἐστιν ἐναντία. ὁ μὲν γὰρ Ἰωάννης φησίν· «ἐν ἀρχῇ ἦν ὁ λόγος»· οὗτοι δὲ φάσκουσιν· «οὐκ ἦν, πρὶν γεννηθῇ». καὶ αὐτὸς δὲ πάλιν ἔγραψε· «καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος». οὗτοι δὲ ὥσπερ ἀντιμαχόμενοι φάσκουσι μὴ εἶναι τὸν Χριστὸν ἀληθινὸν θεόν, ἀλλὰ κατὰ μετοχὴν καὶ αὐτὸν ὡς τὰ πάντα λέγεσθαι θεόν.

καὶ ὁ μὲν ἀπόστολος αἰτιᾶται τοὺς Ἕλληνας, ὅτι κτίσμα σέβουσι, λέγων· «ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα θεόν»· οὗτοι δὲ κτίσμα λέγοντες εἶναι τὸν κύριον καὶ ὡς κτίσματι λατρεύοντες αὐτῷ τί διαφέρουσιν Ἑλλήνων; πῶς γάρ, εἰ τοῦτο φρονοῦσιν, οὐχὶ καὶ κατ’ αὐτῶν ἐστι τὸ ἀνάγνωσμα καὶ ὡς αὐτοὺς μεμφόμενός ἐστιν ὁ μακάριος Παῦλος; καὶ ὁ μὲν κύριός φησιν· «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καί· «ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα», καὶ ὁ παρ’ αὐτοῦ δὲ κηρύττειν ἀποσταλεὶς ἀπόστολος γράφει· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ»· οὗτοι δὲ τολμῶσι διαιρεῖν καὶ ἀλλότριον αὐτὸν τῆς τοῦ πατρὸς οὐσίας καὶ ἀιδιότητος λέγειν καὶ τρεπτὸν εἰσάγειν οἱ ἄθεοι οὐ βλέποντες, ὅτι ταῦτα λέγοντες, οὐκέτι ποιοῦσιν αὐτὸν ἓν μετὰ τοῦ πατρός, ἀλλὰ μετὰ τῶν κτισμάτων. τίς γὰρ οὐχ ὁρᾷ, ὅτι ἀδιαίρετόν ἐστι τὸ ἀπαύγασμα πρὸς τὸ φῶς καὶ ἴδιον αὐτοῦ συνυπάρχει τοῦτο φύσει καὶ οὐκ ἐπιγέγονεν ὕστερον; εἶτα τοῦ πατρὸς λέγοντος· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς» καὶ τῶν γραφῶν λεγουσῶν τοῦτον εἶναι τὸν τοῦ πατρὸς λόγον, ἐν ᾧ καὶ «οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ ἁπλῶς «πάντα δι’ αὐτοῦ ἐγένετο», οὗτοι κενῶν ἐφευρεταὶ δογμάτων καὶ πλαστῶν γενόμενοι ἕτερον ἐπεισάγουσι λόγον καὶ ἄλλην σοφίαν τοῦ πατρὸς εἶναι, τοῦτον δὲ κατ’ ἐπίνοιαν διὰ τὰ λογικὰ λέγεσθαι λόγον καὶ σοφίαν οὐχ ὁρῶντες ἐκ τούτου τὸ ἄτοπον.