Αὐτὸς γὰρ Θεὸς θεῶν. Ὁ δὲ πατὴρ αὐτοῦ ὀργισθεὶς λέγει αὐτῷ· Πορεύου· ἄγαγε ἃ εἶπόν σοι· ἐπεὶ οὐ ζήσῃ. Ἀπιόντος δὲ αὐτοῦ πάλιν τοῦ Μελχισεδὲκ εἰς τὸ βουκόλιον, εἰσῆλθεν ὁ βασιλεὺς Σαλὴμ Μελχὶ πρὸς Σαλὴμ τὴν γυναῖκα αὐτοῦ, λέγων αὐτῇ· Δεῦρο, δῶμεν θυσίαν ἕνα τῶν υἱῶν ἡμῶν. Ἡ δὲ γυνὴ αὐτοῦ, ἀκούσασα, ἔκλαυσε πικρῶς· ἔγνω γὰρ, ὅτι προφάσει θέλει ὁ βασιλεὺς φονεῦσαι τὸν Μελχισεδὲκ, ὅτι ὠνείδισεν αὐτῷ ἐπὶ τὴν θυσίαν. Καὶ ἀνεστέναζεν ἡ βασίλισσα, καὶ εἶπεν· Οἴμοι, ἐκοπίασα καὶ ἐμόχθησα εἰς κενόν. Ἰδὼν δὲ αὐτὴν ὁ βασιλεὺς, εἶπεν αὐτῇ· Μὴ κλαῖε, ἀλλὰ δεῦρο λάχωμεν· καὶ ἐὰν λάχῃ μοι, ἐπιλέγομαι ὃν θέλω, καὶ δώσω αὐτὸν θυσίαν τοῖς θεοῖς ἡμῶν· εἰ δὲ λάχῃ σοι, ἐπίλεξαι ὃν ἂν θέλῃς, καὶ παραφύλαττε αὐτόν. Τοῦτο δὲ ἔλεγε, δοκῶν καταλαγχάνειν τῷ ἱερεῖ· καὶ βαλόντες κλῆρον, ἔλαχεν ἡ βασίλισσα, καὶ ἐπελέξατο τὸν Μελχισεδὲκ, ὃν ἠγάπα. Ὁ δὲ βασιλεὺς Σαλὴμ, ἡττηθεὶς παρὰ τῆς γυναικὸς αὐτοῦ, τὸν λαχόντα αὐτῷ υἱὸν ηὐτρέπισεν εἰς θυσίαν· ἐφοβεῖτο γὰρ προσκροῦσαι τοῖς θεοῖς αὐτοῦ. Καὶ ἐλθὼν ὁ Μελχισεδὲκ, ἤνεγκε τοὺς ἑπτὰ μόσχους. Λαβὼν δὲ ὁ πατὴρ τὸν λαχόντα αὐτῷ υἱὸν, ἐπορεύετο ἐπὶ τὸν ναὸν τῶν εἰδώλων ἐν τῷ δωδεκαθέῳ· συνῆλθον δὲ ἐπὶ τῇ θυσίᾳ φγʹ παῖδες ὑπὸ τῶν ἰδίων πατέρων προσφερόμενοι· καὶ ἄλλοι τριακόσιοι παρὰ τῶν μητέρων, καὶ βόες καὶ πρόβατα ἀναρίθμητα, καὶ ἐγένετο ἡ θυσία ἕτοιμος.