Εἶπε δὲ Ἀβραάμ· Προσέταξέ μοι Κύριος ξυρῆσαί σε καὶ ὀνυχοκοπῆσαί σε, καὶ ἀμφιάσαι, καὶ εὐλογηθῆναι παρὰ σοῦ. Ὁ δὲ Μελχισεδὲκ εἶπεν αὐτῷ· Ὡς προσέταξέ σοι Κύριος, ποίησον. Καὶ ἐποίησεν Ἀβραὰμ, ὡς προσέταξεν αὐτῷ Κύριος. Καὶ κατελθὼν ὁ Μελχισεδὲκ ἀπὸ τοῦ ὄρους Θαβὼρ μετὰ τρεῖς ἡμέρας, κέρας ἐλαίου λαβὼν, καὶ ἐπισφραγίσας τῷ ῥήματι τοῦ Θεοῦ, ηὐλόγησε τὸν Ἀβραὰμ λέγων· Εὐλογημένος εἶ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ τὸ λοιπὸν καλεῖται τὸ ὄνομά σου τετελειωμένων, καὶ οὐκέτι λοιπὸν καλεῖται τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ᾽ ἔσται τὸ ὄνομά σου τέλειον, Ἁβραάμ. Καὶ πάλιν φωνὴ ἦλθε τῷ Ἀβραάμ· ὁ δὲ εἶπε, Τί, Κύριέ μου; Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἐπειδὴ οὐδεὶς ἐκ τοῦ γένους τοῦ Μελχισεδὲκ ἐπερίσσευσεν ἀπὸ τῆς γῆς, διὰ τοῦτο κληθήσεται ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε τέλος ἔχων ζωῆς· ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸν αἰῶνα· καὶ ἠγάπησα αὐτὸν, ὡς ἠγάπησα τὸν Υἱόν μου τὸν ἀγαπητόν· ὅτι ἐφύλαξε τὰς ἐντολάς μου, καὶ φυλάξει εἰς τὸν αἰῶνα. Ἵνα οὖν μὴ δόξῃ ἀρχὴν ἡμερῶν μὴ ἔχειν, διὰ τὸ μὴ εἰδέναι τινὰ πότε ἐγεννήθη, τὸ τῆς γενεαλογίας, μήτε πατρὸς, μήτε μητρὸς, διὰ τοῦτο λέγεται ἀπάτωρ, ἀμήτωρ, καὶ ἀγενεαλόγητος· καὶ διὰ τὸ εὐαρεστῆσαι αὐτὸν τῷ Θεῷ, μένει ἱερεὺς εἰς τὸ διηνεκές.