Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Ο παραλληλισμός του Κωνσταντίου με τον Αντίχριστο

Καταδίκη της επιβολής της πίστεως με τη βία, η μαζική εξορία ορθοδόξων επισκόπων και η εγκατάσταση αναξίων, χαρακτηρίζοντας την αρειανική πολιτική ως βδέλυγμα της ερημώσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 11

Ὦ καινῆς αἱρέσεως ὅλον ἐνδυσαμένης τὸν διάβολον ἐν ἀσεβείᾳ καὶ πράξει. ἄρτι γὰρ πρῶτον ἐπενοήθη τοῦτο τὸ κακόν. εἰ δὲ καί τινες ἐδόκουν ποτὲ περὶ αὐτῆς λογίζεσθαι, ἀλλ᾽ ἔκρυπτον καὶ ἐλάνθανον ταῦτα φρονοῦντες. Εὐσέβιος δὲ καὶ Ἄρειος ὡς ὄφεις ἐξελθόντες ἀπὸ φωλεοῦ τὸν ἰὸν τῆς ἀσεβείας ταύτης ἐξήμεσαν. καὶ ὁ μὲν Ἄρειος τὴν τοῦ βλασφημεῖν ἐκ φανεροῦ τόλμην ἀνεδέξατο, ὁ δὲ Εὐσέβιος τὴν ταύτης προστασίαν. ἀλλ᾽ οὐ πρότερον ἴσχυσε προστῆναι τῆς αἱρέσεως εἰ μή, καθὰ προεῖπον, βασιλέα εὗρε προστάτην ταύτης. οἱ μὲν οὖν πατέρες ἡμῶν οἰκουμενικὴν σύνοδον πεποιήκασι καὶ τριακόσιοι πλεῖον ἢ ἔλαττον ἐπίσκοποι συνελθόντες κατέκριναν τὴν ἀρειανὴν αἵρεσιν καὶ ἀπεφήναντο πάντες ἀλλοτρίαν αὐτὴν καὶ ξένην τῆς ἐκκλησιαστικῆς πίστεως εἶναι, οἱ δὲ προστάται ταύτης ὁρῶντες ἑαυτοὺς λοιπὸν ἀσχημονοῦντας καὶ μηδὲν εὔλογον ἔχοντας ἄλλην ὁδὸν ἐπενόησαν 〈καὶ〉 διὰ τῆς ἔξωθεν ἐξουσίας ἐκδικεῖν ταύτην ἐπεχείρησαν· ἐφ᾽ ᾧ μᾶλλον ἄν τις αὐτῶν θαυμάσειε τὸ καινὸν καὶ πονηρὸν ἐπιτήδευμα, καὶ πῶς ὑπερβάλλουσι τὰς ἄλλας αἱρέσεις. τῶν μὲν γὰρ ἄλλων αἱρέσεων τὰ ἐφευρήματα ἐν πιθανότητι ῥημάτων ἔχει τὴν μανίαν πρὸς ἀπάτην τῶν ἀκεραίων.

καὶ Ἕλληνες μέν, ὡς εἶπεν ὁ ἀπόστολος, ἐν ὑπεροχῇ καὶ πειθοῖ λόγων καὶ σοφίσμασι πιθανοῖς ἐπιχειροῦσιν, Ἰουδαῖοι δὲ ἀφέντες τὰς θείας γραφὰς λοιπόν, ὡς εἶπεν ὁ ἀπόστολος, «ἐν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις» ἔχουσι τὴν ἔριν. Μανιχαῖοι γὰρ καὶ Οὐαλεντῖνοι σὺν αὐτοῖς καὶ ἄλλοι καπηλεύοντες τὰς θείας γραφὰς τοῖς ἑαυτῶν ἐπιπλάστοις λόγοις μυθολογοῦσιν. οἱ δὲ Ἀρειανοὶ τῶν μὲν ἄλλων αἱρέσεών εἰσι τολμηρότεροι καὶ μικροτέρας ἑαυτῶν ἀδελφὰς ἀπέδειξαν ἐκείνας πλέον αὐτῶν ἀσεβοῦντες, καθάπερ εἴρηται, καὶ πάντας, μάλιστα δὲ τοὺς Ἰουδαίους ζηλώσαντες ἐν πονηρίᾳ. ὡς γὰρ ἐκεῖνοι μὴ δυνάμενοι τὸν Παῦλον ἐλέγξαι περὶ ὧν ἐπροφασίζοντο εὐθὺς ἤγαγον αὐτὸν πρὸς τὸν χιλίαρχον καὶ τὸν ἡγεμόνα, οὕτως οὗτοι καὶ πλέον ἐκείνων ἐπινοοῦντες τῇ ἐξουσίᾳ μόνῃ τῶν δικαστῶν κέχρηνται. καὶ μόνον τις αὐτοῖς ἀντείρηκεν, ἕλκεται πρὸς τὸν ἡγεμόνα ἢ τὸν στρατηλάτην.

Καὶ αἱ μὲν ἄλλαι αἱρέσεις ἐλεγχόμεναι ταῖς ἀποδείξεσιν ὑπ᾽ αὐτῆς τῆς ἀληθείας σιωπῶσι μηδὲν πλέον ἢ ἐντρεπόμεναι τοῖς ἐλέγχοις, ἡ δὲ νέα καὶ μυσαρὰ τούτων αἵρεσις, ὅταν ἀνατραπῇ τοῖς λόγοις, ὅταν ὑπ᾽ αὐτῆς τῆς ἀληθείας αἰσχυνθεῖσα πέσῃ, λοιπὸν οὓς μὴ δεδύνηται πεῖσαι λόγοις, τούτους τῇ βίᾳ καὶ πληγαῖς καὶ δεσμωτηρίοις ἕλκειν ἐπιχειρεῖ γνωρίζουσα ἑαυτὴν καὶ οὕτως, ὡς πάντα μᾶλλόν ἐστιν ἢ θεοσεβής. θεοσεβείας μὲν γὰρ ἴδιον μὴ ἀναγκάζειν, ἀλλὰ πείθειν, ὥσπερ εἴπαμεν. καὶ γὰρ ὁ κύριος αὐτὸς οὐ βιαζόμενος, ἀλλὰ τῇ προαιρέσει διδοὺς ἔλεγε πᾶσι μέν· «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν», τοῖς δὲ μαθηταῖς· «μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν»; αὕτη παντελῶς ἀλλοτρία τῆς θεοσεβείας ἐστί. τί ποιεῖν αὐτὴν ἐχρῆν ἢ τἀναντία τοῦ σωτῆρος ὡς χριστομάχον ἡγεμόνα τῆς ἀσεβείας ἐπιγραφομένην Κωνστάντιον ὡς αὐτὸν τὸν ἀντίχριστον; αὐτὸς γὰρ διὰ τὴν αἵρεσιν ἐσπούδασε πρῶτον καὶ τὸν Σαοὺλ ἐν ὠμότητι ζηλῶσαι. ἐκεῖνος μὲν γάρ, ἐπειδὴ δεδώκασιν οἱ ἱερεῖς ἐπισιτισμὸν τῷ Δαυίδ, κελεύει καὶ ἀναιροῦνται πάντες τὸν ἀριθμὸν ὄντες τριακόσιοι καὶ πέντε, οὗτος δέ, ἐπειδὴ τὴν μὲν αἵρεσιν πάντες φεύγουσιν, ἡ δὲ ὑγιαίνουσα πίστις ἡ εἰς τὸν κύριον ὡμολογήθη, τριακοσίων ὅλων σύνοδον ἐπισκόπων ἀναιρεῖ.

καὶ τοὺς μὲν ἐπισκόπους αὐτοὺς ἐξορίζει, τοὺς δὲ λαοὺς ἐμποδίζει μελετᾶν τὴν εὐσέβειαν καὶ εὔχεσθαι τῷ θεῷ κωλύων αὐτῶν τὰς συναγωγάς. καὶ ὥσπερ Σαοὺλ κατέσκαψε «τὴν Νομβὰ τὴν πόλιν τῶν ἱερέων», οὕτως οὗτος καὶ πλέον τὸ κακὸν αὐξάνων τὰς ἐκκλησίας τοῖς ἀσεβοῦσι παραδέδωκε καὶ ὡς ἐκεῖνος Δωὴκ τὸν διαβαλόντα προτετίμηκε τῶν ἀληθῶς ἱερέων τόν τε Δαυὶδ ἐδίωκε προσέχων τοῖς Ζιφαίοις, οὕτως οὗτος τοὺς μὲν αἱρετικοὺς προκρίνει τῶν εὐσεβῶν, τοὺς δὲ φεύγοντας αὐτὸν ἔτι διώκει προσέχων τοῖς θλαδίαις ἑαυτοῦ, τοῖς καὶ διαβάλλουσι τοὺς ὀρθοδόξους μὴ συνορῶν, ὡς ὅσα δ᾽ ἂν ὑπὲρ τῆς αἱρέσεως τῶν Ἀρειανῶν πράττῃ τε καὶ γράφῃ, ταῦτα κατὰ τοῦ σωτῆρος ἔχει τὴν ἐπιχείρησιν.

Οὐχ οὕτως Ἀχαὰβ κατὰ τῶν ἱερέων τοῦ θεοῦ γέγονεν, ὡς οὗτος κατὰ τῶν ἐπισκόπων τετόλμηκεν. ὅλως γὰρ ἐκεῖνος καὶ φονευθέντος τοῦ Ναβουθαὶ «κατενύγη» καὶ τὸν Ἠλίαν ἑωρακὼς ἐφοβήθη, οὗτος δὲ οὐδὲ τὸν τηλικοῦτον Ὅσιον ᾐδέσθη οὐδὲ τοὺς τοσούτους ἐπισκόπους ἐξορίσας ἐνάρκησεν ἢ κἂν κατενύγη, ἀλλ᾽ ὡς ἄλλος Φαραὼ μᾶλλον ἐπιτριβόμενος σκληρύνεται καὶ χείρονα καθημέραν ἐπενόει. καὶ ἔστιν αὐτοῦ τοῦτο παράδοξον τῆς πονηρίας. τῶν γὰρ ἐπισκόπων ἐξοριζομένων συνέβαινε καὶ ἄλλους τινὰς δι᾽ ἐγκλήματα φόνου ἢ στάσεως ἢ κλοπῆς κατὰ τὴν τοῦ ἐγκλήματος ποιότητα λαμβάνειν τὴν καταδίκην, καὶ τούτους μὲν μετὰ μῆνας ὀλίγους ἀξιούμενος ὡς τὸν Βαραββᾶν Πιλᾶτος ἀπέλυε, τοὺς δὲ τοῦ Χριστοῦ δούλους οὐκ ἠφίει, ἀλλὰ καὶ μᾶλλον ἀνηλεῶς κατεδίκαζεν ἐν τοῖς ἐξορισμοῖς ἀθάνατον κακὸν γιγνόμενος εἰς αὐτούς. τῶν μὲν γὰρ διὰ τὸν τρόπον φίλος ἦν, τῶν ὀρθοδόξων δὲ διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν ἐχθρὸς ἐτύγχανεν. ἆρ᾽ οὖν οὐ πᾶσιν ἐκ τούτου λευκῶς ἐδείκνυεν ὅτι καὶ τότε οἱ Ἰουδαῖοι τὸν μὲν Βαραββᾶν αἰτησάμενοι, τὸν δὲ κύριον σταυρώσαντες τοιοῦτοι ἦσαν, οἷοι καὶ νῦν οἱ μετὰ Κωνσταντίου χριστομάχοι; καὶ τάχα πικρότερος οὗτος ἢ Πιλᾶτος. ὁ μὲν γὰρ κἂν ἐνίψατο συνορῶν τὴν ἀδικίαν, οὗτος δὲ καὶ μᾶλλον τρίζει τοὺς ὀδόντας ἐξορίζων τοὺς ἁγίους.

Τί δὲ θαυμαστόν, εἰ πλανηθεὶς εἰς ἀσέβειαν οὕτω κατὰ τῶν ἐπισκόπων ἐστιν ὠμός, ὅπου γε οὐδὲ τῆς ἰδίας συγγενείας ὡς ἄνθρωπος ἐφείσατο; τοὺς μὲν γὰρ θείους κατέσφαξε καὶ τοὺς ἀνεψίους ἀνεῖλε, καὶ πενθερὸν μέν, ἔτι τὴν θυγατέρα γαμῶν αὐτοῦ, συγγενεῖς δὲ πάσχοντας οὐκ ἠλέησεν, ἀλλὰ καὶ ὅρκων ἀεὶ πρὸς πάντας παραβάτης γέγονεν. οὕτω γὰρ καὶ εἰς τὸν ἀδελφὸν ἀσεβεῖν τετόλμηκε· καὶ προσποιεῖται μὲν οἰκοδομεῖν αὐτῷ μνημεῖον, τὴν δὲ μνηστὴν αὐτοῦ τὴν Ὀλυμπιάδα βαρβάροις ἐκδέδωκεν, ἣν ἐκεῖνος μέχρι τελευτῆς ἐφύλαττε καὶ ὡς ἰδίαν ἀνέτρεφεν ἑαυτῷ γυναῖκα. καὶ τὴν γνώμην δὲ αὐτοῦ παραλύειν ἐπεχείρησεν, οὗ καὶ κληρονόμος εὔχεται εἶναι γράφων τοιαῦτα, ἐφ᾽ οἷς καὶ ὀλίγην αἴσθησιν ἔχων ἄν τις ᾐσχύνθη. ἐγὼ δὲ συμβάλλων αὐτοῦ τὰς ἐπιστολὰς εὑρίσκω τοῦτον μὴ κατὰ φύσιν ἔχοντα τὰς φρένας, ἀλλὰ μόνον πρὸς τοὺς ὑποβάλλοντας κινούμενον, ἴδιον δὲ νοῦν καθόλου μὴ ἔχοντα. ὁ μὲν οὖν Σολομών φησι· «βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπ᾽ αὐτὸν παράνομοι», οὗτος δὲ ἐξ ὧν ποιεῖ, δείκνυσιν ἑαυτὸν ἐκεῖνον εἶναι τὸν ἄδικον καὶ τοὺς περὶ αὐτὸν παρανόμους.

Πότε οὖν οὗτος τοιοῦτος ὢν καὶ τοιούτοις χαίρων δύναταί τι δίκαιον ἢ κατὰ λόγον φρονῆσαι; ἄνθρωπος δεδεμένος τῇ τῶν συνόντων παρανομίᾳ καὶ τούτων ὄντων ἐπᾳδόντων, οἵτινες τὸν ἐγκέφαλον μᾶλλον ἐν ταῖς πτέρναις καταπεπατημένον ἔχουσι. διὰ τοῦτο γὰρ καὶ γράφει καὶ γράφων μεταμελεῖται καὶ μεταμελόμενος παροξύνεται, πάλιν τε ὀδύρεται καὶ οὐκ ἔχων, ὃ πράξει, δείκνυσιν ἑαυτοῦ τῆς ψυχῆς τὸ ἔρημον τῶν φρενῶν. οὕτω δὲ τοῦτον ὄντα τοιοῦτον οἰκτείρειεν ἄν τις μᾶλλον δικαίως, ὅτι μετ᾽ ἐλευθέρου σχήματος καὶ ὀνόματος δοῦλός ἐστι τῶν ἑλκόντων αὐτὸν πρὸς τὴν ἰδίαν ἡδονὴν τῆς ἀσεβείας. ἀμέλει τὸ ἀνόητον καὶ κέπφον, ὡς εἶπεν ἡ γραφή, καθηκεύειν θέλων ἄλλοις ἑαυτὸν εἰς καταδίκην τῇ μελλούσῃ κρίσει τοῦ πυρὸς παρανάλωμα δέδωκεν. ἤδη πράττων, ἃ θέλουσιν ἐκεῖνοι, καὶ προπίνων αὐτοῖς τήν τε κατὰ τῶν ἐπισκόπων ἐπιβουλὴν καὶ τὴν τῶν ἐκκλησιῶν ἐξουσίαν. ἰδοὺ γὰρ καὶ νῦν πάλιν ἐτάραξε τὰς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας καὶ τὰς ἐν Αἰγύπτῳ καὶ Λιβύαις πάσας, καὶ φανερῶς προσέταξε τοὺς μὲν τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς εὐσεβείας ἐπισκόπους ἐκβάλλεσθαι τῶν ἐκκλησιῶν, τοῖς δὲ τὰ Ἀρείου φρονοῦσι πάσας αὐτὰς παραδίδοσθαι. τοῦτό τε ποιεῖν ὁ στρατηλάτης ἤρξατο.

καὶ λοιπὸν ἐπίσκοποι δέσμιοι πρεσβύτεροί τε καὶ μονάζοντες σεσιδηρωμένοι καὶ πληγαῖς κατακοπέντες ἴσα θανάτῳ παρεπέμφθησαν πάντα τε κατὰ τόπον τετάρακται· καὶ ἡ Αἴγυπτος καὶ Λιβύη πᾶσα κινδυνεύει τῶν λαῶν δυσανασχετούντων ἐπὶ τῷ παρανόμῳ προστάγματι τούτῳ καὶ βλεπόντων τὴν τοῦ ἀντιχρίστου παρασκευὴν καὶ τὰ ἴδια ἀπ᾽ αὐτῶν μὲν ἁρπαζόμενα, τοῖς δὲ αἱρετικοῖς ἐκδιδόμενα ταῦτα.

Πότε οὖν ἠκούσθη τοσαύτη παρανομία; πότε τι τοιοῦτον κἂν ἐν διωγμῷ γέγονε κακόν; Ἕλληνες γεγόνασιν οἱ πρότερον διώξαντες, ἀλλ᾽ οὐκ εἰς τὰς ἐκκλησίας εἰσήνεγκαν τὰ εἴδωλα. Ἰουδαία ἦν Ζηνοβία καὶ Παύλου προέστη τοῦ Σαμοσατέως, ἀλλ᾽ οὐ δέδωκε τὰς ἐκκλησίας τοῖς Ἰουδαίοις εἰς συναγωγάς. καινόν ἐστι τοῦτο μύσος· οὐκ ἔστιν ἁπλῶς διωγμός, ἀλλὰ διωγμοῦ μὲν πλέον, προοίμιον δὲ καὶ παρασκευὴ τοῦ ἀντιχρίστου. ἔστω γὰρ καὶ κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων, οὓς ἐξώρισαν, προφάσεις ἐπλάσαντο ψευδεῖς, τί πρὸς τὸ καινὸν ἐπιτήδευμα τοῦτο; ποίαν ἄρα πρόφασιν ἔχουσι κατὰ πάσης τῆς Αἰγύπτου καὶ Λιβύης καὶ Πενταπόλεως εἰπεῖν; οὐδὲ γὰρ καθ᾽ ἕκαστον ἐπιβουλεύειν ἤρξαντο, ἵνα κἂν ψεύσασθαι δυνηθῶσιν, ἀλλ᾽ ἀθρόως πᾶσιν ἐπέθεντο, ἵνα, κἂν θέλωσι πλάσασθαι, καταγνωσθῶσιν. ἐτύφλωσε γοῦν αὐτῶν ἐν τούτοις τὴν διάνοιαν ἡ κακία, καὶ πάντας ἁπλῶς τοὺς ἐπισκόπους ἀπροφασίστως ἠξίωσαν ἐκβάλλεσθαι, ἵνα δείξωσιν ὅτι κατὰ Ἀθανασίου καὶ κατὰ τῶν ἄλλων ἐπισκόπων οὓς ἐξώρισαν προφάσεις ἐπλάσαντο ψευδεῖς δι᾽ οὐδὲν ἕτερον ἢ διὰ τὴν μιαρὰν αἵρεσιν τῶν χριστομάχων Ἀρειανῶν. τοῦτο γὰρ λοιπὸν οὐκέτι κέκρυπται, ἀλλὰ πᾶσι μάλιστα νῦν γέγονε φανερόν. Ἀθανάσιον μὲν γὰρ προσέταξεν ἐκβάλλεσθαι τῆς πόλεως, ἐκείνοις δὲ παραδέδωκε τὰς ἐκκλησίας.

καὶ οἱ μὲν πρεσβύτεροι καὶ οἱ διάκονοι οἱ μετ᾽ αὐτοῦ ἀπὸ Πέτρου καὶ Ἀλεξάνδρου τυγχάνοντες ἐκβάλλονται καὶ φυγαδεύονται, οἱ δὲ ἀληθῶς Ἀρειανοὶ οἱ μὴ ἔξωθεν ἀληθῶς ὑπονοούμενοι, ἀλλ᾽ οἱ ἐξ ἀρχῆς διὰ τὴν αἵρεσιν ἐκβληθέντες μετ᾽ αὐτοῦ τοῦ Ἀρείου παρὰ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ἐν μὲν τῇ ἄνω Λιβύῃ Σεκοῦνδος, ἐν δὲ τῇ Ἀλεξανδρείᾳ Εὐζώιος ὁ Χαναναῖος καὶ Ἰούλιος καὶ Ἄμμων Μάρκος τε καὶ Εἰρηναῖος καὶ Ζώσιμος καὶ Σαραπίων ἐπίκλην Πελύκων καὶ ἐν Λιβύῃ Σισίννιος καὶ οἱ σὺν αὐτῷ νεώτεροι συνασεβοῦντες αὐτοῖς, οὗτοι τὰς ἐκκλησίας παρειλήφασιν.

Καὶ ὁ μὲν στρατηλάτης Σεβαστιανὸς ἔγραψε τοῖς κατὰ τόπον πραιποσίτοις καὶ στρατιωτικαῖς ἐξουσίαις, καὶ οἱ μὲν ἀληθῶς ἐπίσκοποι ἐδιώχθησαν, οἱ δὲ τὰ τῆς ἀσεβείας φρονοῦντες ἀντ᾽ ἐκείνων εἰσήχθησαν. καὶ ἐξώρισαν μὲν ἐπισκόπους γηράσαντας ἐν τῷ κλήρῳ καὶ πολυετεῖς ἐν τῇ ἐπισκοπῇ ἀπὸ Ἀλεξάνδρου ὄντας τοῦ ἐπισκόπου, Ἀμμώνιον μὲν καὶ Ἑρμῆν καὶ Ἀνάγαμφον καὶ Μάρκον εἰς τὴν ἄνω Ὤασιν, Μοῦιν δὲ καὶ Ψενόσιριν καὶ Νειλάμμωνα καὶ Πλήνην καὶ Μάρκον καὶ Ἀθηνόδωρον εἰς τὴν Ἀμμωνιακὴν δι᾽ οὐδὲν ἕτερον, ἢ ἵνα διὰ τῶν ἐρήμων διερχόμενοι τελευτήσωσι. καὶ γὰρ οὐδὲ νοσοῦντας αὐτοὺς ἠλέησαν, ἀλλὰ καὶ βαρέως διὰ τὴν ἀσθένειαν ἀποφέροντας ἤλαυνον, ὥστε φορείοις αὐτοὺς ἀποφέρεσθαι καὶ διὰ τὴν νόσον ἐπακολουθεῖν αὐτοῖς τὰ ἐντάφια. ἀπέθανε γοῦν εἷς ἐξ αὐτῶν, καὶ οὐδὲ τὸ σῶμα συνεχώρησαν ἀποφέρεσθαι τοῖς ἰδίοις. διὰ τοῦτο καὶ Δρακόντιον μὲν ἐπίσκοπον εἰς τὰ ἔρημα περὶ τὸ Κλύσμα ἐξώρισαν, Φίλωνα δὲ εἰς Βαβυλῶνα καὶ Ἀδέλφιον εἰς Ψίναβλα τῆς Θηβαίδος Ἱέρακά τε καὶ Διόσκορον τοὺς πρεσβυτέρους εἰς Σοήνην ἐξώρισαν. καὶ Ἀμμώνιον μὲν καὶ Ἀγαθὸν καὶ Ἀγαθοδαίμονα καὶ Ἀπολλώνιον καὶ Εὐλόγιον καὶ Ἀπολλὼ καὶ Παφνούτιον καὶ Γάιον καὶ Φλάβιον, ἀρχαίους ἐπισκόπους, καὶ Διόσκορον καὶ Ἀμμώνιον καὶ Ἡρακλείδην καὶ Ψάιν, πάλιν ἐπισκόπους, ἐφυγάδευσαν.

καὶ τοὺς μὲν εἰς λειτουργίαν παραδεδώκασι, τοὺς δὲ ἐδίωξαν ἀναιρῆσαι θέλοντες ἄλλους τε πολλοὺς διήρπασαν. καὶ λαικοὺς μὲν μʹ καὶ παρθένους πρότερον παρὰ πῦρ στήσαντες αὐτὰς ἐξώρισαν. οὕτω κόψαντες πληγαῖς ταῖς ἀπὸ φοινίκων ῥάβδοις, ὡς μετὰ ἡμέρας πέντε τὰς μὲν αὐτῶν ἀποθανεῖν, τὰς δὲ χειρουργεῖσθαι διὰ τοὺς ἐμπαγέντας ἐν τοῖς μέλεσι σκόλοπας καὶ μείζονας θανάτου τὰς βασάνους ὑπομένειν· καὶ τό γε δεινότερον παντὶ μὲν ἰσχύοντι, οἰκεῖον δὲ τῶν ἀσεβῶν. ἐπειδὴ κοπτόμεναι τὸν Χριστὸν ἐπεκαλοῦντο, μειζόνως ἔτριζον κατ᾽ αὐτῶν τοὺς ὀδόντας. ἀμέλει οὐδὲ τὰ σώματα τῶν ἀπογιγνομένων ἀπεδίδουν τοῖς ἰδίοις εἰς ταφήν, ἀλλ᾽ ἔκρυπτον, ἵνα δόξωσι λανθάνειν τὴν ἀνδροφονίαν. ἀλλ᾽ οὐκ ἔλαθον, πᾶσα γὰρ ἡ πόλις ἑώρακε καὶ πάντες ὡς δημίους, ὡς κακούργους καὶ λῃστὰς ἀπεστρέφοντο. καὶ γὰρ καὶ μοναστήρια κατέστρεψαν καὶ εἰς πῦρ ἐμβαλεῖν μοναχοὺς ἐπείρασαν καὶ διήρπασαν οἴκους καὶ παραθήκας τεθείσας παρὰ τοῦ ἐπισκόπου εἰς οἶκον ἐλευθέρων ἐπεισελθόντες ἥρπασαν καὶ ἀπεστέρησαν, τὰς χήρας κατὰ πελμάτων ἔκοπτον καὶ τὰς ἐλεημοσύνας ἐκώλυον.

Τοιαῦτα μὲν οὖν τὰ πονηρεύματα τῶν Ἀρειανῶν. οἷα δὲ αὐτῶν καὶ τὰ τῆς ἀθεότητος ἐπιχειρήματα, τίς ἀκούσας οὐ φρίξειε; τοὺς μὲν γὰρ τηλικούτους γέροντας καὶ πολυετεῖς ἐπισκόπους ἐξορισθῆναι πεποιήκασιν, ἀντὶ δὲ τούτων νεωτέρους ἀσελγεῖς Ἕλληνας μήτε κατηχηθέντας, δόξαντες εὐθὺς περαίνειν, καὶ ἄλλους διγυναίους καὶ ἐπὶ μείζοσιν αἰτίαις ἐγκαλουμένους διὰ τὸν περὶ αὐτοὺς πλοῦτον καὶ τὴν ἐκ τῆς πολιτείας δυναστείαν, χρυσίον διδόντας, ὡς ἀπὸ πωλητηρίου ἀπέστελλον αὐτοὺς ὀνομάσαντες ἐπισκόπους. καὶ λοιπὸν τοῖς λαοῖς δεινοτέρα ἐγίγνετο ἡ συμφορά. ἀποστρεφόμενοι γὰρ τοὺς μισθωτοὺς ἐκείνων καὶ ἀλλοτρίους ἑαυτῶν ἐμαστίζοντο, ἐδημεύοντο, εἰς τὰ δεσμωτήρια κατεκλείοντο παρὰ τοῦ στρατηλάτου. ἐποίει γὰρ τοῦτο προθύμως Μανιχαῖος ὤν, ἵνα τοὺς μὲν ἰδίους μὴ ἐπιζητῶσιν, οὓς δὲ ἀπεστρέφοντο δέχωνται ἀνθρώπους τοιαῦτα πράττοντας, οἷα καὶ πρὸ τούτου ἐν τοῖς εἰδώλοις ἔπαιζον.

Τίς οὖν ταῦτα βλέπων ἢ ἀκούων, τίς ὁρῶν τὴν ἀλαζονείαν τῶν ἀσεβῶν καὶ τοσαύτην ἀδικίαν, εἰ δίκαιός ἐστιν, οὐ στενάξειεν; «ἐν τόποις γὰρ ἀσεβῶν στένουσι δίκαιοι». τίς τούτων γιγνομένων καὶ τῆς ἀσεβείας τοσαύτην ἀναισχυντίαν λαβούσης ἔτι τολμᾷ λέγειν Κοστύλλιον Χριστιανὸν καὶ οὐ μᾶλλον ἀντιχρίστου τὴν εἰκόνα; τί γὰρ τῶν τούτου γνωρισμάτων παραλέλοιπεν; ἢ πῶς οὐ πανταχόθεν οὗτος ἐκεῖνος εἶναι νομισθήσεται, κἀκεῖνος τοιοῦτος ἂν ὑπονοηθείη, οἷός ἐστιν οὗτος; οὐ τὰς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ ἐν τῷ Καισαρείῳ γινομένας θυσίας καὶ κατὰ Χριστοῦ βλασφημίας ὡς ἐξ ἐντολῆς αὐτοῦ πεποιήκασιν Ἀρειανοί τε καὶ Ἕλληνες; οὐχ ἡ ὅρασις τοῦ Δανιὴλ οὕτως σημαίνει τὸν ἀντίχριστον ὅτι «ποιήσει πόλεμον μετὰ τῶν ἁγίων καὶ ἰσχύσει πρὸς αὐτοὺς» καὶ ὑπεροίσει ἐν κακοῖς πάντας τοὺς ἔμπροσθεν «καὶ τρεῖς βασιλεῖς ταπεινώσει καὶ λόγους πρὸς τὸν ὕψιστον λαλήσει καὶ ὑπονοήσει τοῦ ἀλλοιῶσαι καιρὸν καὶ νόμον»; τίς οὖν ἄλλος πώποτε τοιαῦτα ἐπεχείρησε πρᾶξαι ἢ μόνος Κωνστάντιος; οὗτος γὰρ τοιοῦτός ἐστιν, οἷος ἂν ἐκεῖνος γένοιτο. λαλεῖ γὰρ λόγους πρὸς τὸν ὕψιστον προιστάμενος τῆς ἀσεβοῦς αἱρέσεως καὶ πρὸς τοὺς ἁγίους ποιεῖ πόλεμον ἐξορίζων τοὺς ἐπισκόπους, εἰ καὶ πρὸς ὀλίγον ἐπὶ τῇ ἑαυτοῦ ἀπωλείᾳ ταύτην τὴν ἐξουσίαν ἔχει. καὶ γὰρ οὗτος τοὺς πρὸ αὐτοῦ νενίκηκεν ἐν κακίᾳ καινὸν ἐπινοήσας τρόπον τοῦ διωγμοῦ.

καὶ τρεῖς βασιλεῖς Βρετανίωνα καὶ Μαγνέντιον καὶ Γάλλον καθελὼν εὐθὺς προέστη τῆς ἀσεβείας. καὶ ὡς γίγας πρὸς τὸν ὕψιστον ἐτόλμησεν ἐπαρθῆναι τῇ ἀλαζονείᾳ. οὗτος ὑπενόησεν ἀλλοιῶσαι νόμον παραλύων τὴν μὲν τοῦ κυρίου διὰ τῶν ἀποστόλων διάταξιν, τὰ δὲ τῆς ἐκκλησίας ἀλλάττων ἔθη καὶ καινὸν αὐτὸς ἐπινοῶν τρόπον τῶν καταστάσεων. ἐξ ἄλλων γὰρ τόπων καὶ πρὸ πεντήκοντα μονῶν μετὰ στρατιωτῶν ἐπισκόπους ἀποστέλλει πρὸς τοὺς μὴ θέλοντας λαούς, καὶ ἀντὶ γνώσεως τῆς πρὸς τοὺς λαοὺς ἐκεῖνοι φέρουσι τὰς ἀπειλὰς καὶ τὰ πρὸς τοὺς δικαστὰς γράμματα. οὕτω Γρηγόριον ἀπὸ Καππαδοκίας ἔπεμψεν εἰς Ἀλεξάνδρειαν, καὶ εἰς μὲν τὸ Σίρμιον ἀπὸ Κυζίκου μετεπέμψατο Γερμίνιον, ἀπὸ δὲ τῆς Λαοδικείας Κεκρόπιον εἰς τὴν Νικομήδειαν ἀπέστειλεν. καὶ Αὐξέντιον μέν τινα φιλοπράγμονα μᾶλλον ἢ Χριστιανὸν ἀπὸ Καππαδοκίας εἰς Μεδιόλανον μετεστείλατο, ἵν᾽, ἐπειδὴ τὸν ἐπίσκοπον τὸν ἐκεῖ Διονύσιον, ἄνθρωπον εὐλαβῆ, διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν ἐξώρισε, τοῦτον ἐκεῖ κελεύσῃ εἶναι, ἄνθρωπον μήπω μηδὲ τὴν Ῥωμαικὴν εἰδότα γλῶτταν ἢ μόνον ἀσεβεῖν. νῦν δὲ πάλιν Γεώργιόν τινα Καππαδόκην ἄνθρωπον, ὑποδέκτην ἐν Κωνσταντινουπόλει ταμιακῶν γενόμενον καὶ σφετερισάμενον πάντα καὶ δι᾽ αὐτὸ τοῦτο φυγόντα, προσέταξεν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν μετὰ στρατιωτικῆς φαντασίας καὶ τῆς τοῦ στρατηλάτου ἐξουσίας.

εἶτα εὑρὼν Ἐπίκτητόν τινα νεόφυτον καὶ νεώτερον θρασὺν ἠγάπησεν ὁρῶν αὐτὸν ἕτοιμον εἰς κακίαν καὶ δι᾽ αὐτοῦ οἷς ἐθέλει λοιπὸν ἐπισκόποις ἐπιβουλεύει· ἕτοιμος γὰρ ἐκεῖνός ἐστι πάντα ποιεῖν ἃ βούλεται βασιλεύς. τούτῳ γοῦν ὑπηρέτῃ χρώμενος καὶ ἐν τῇ Ῥώμῃ πεποίηκε παράδοξον καὶ ἀληθῶς ὁμοίωμα τῆς ἀντιχρίστου κακονοίας. ἀντὶ γὰρ τῆς ἐκκλησίας τὸ παλάτιον παρασκευάσας καὶ ἀντὶ τῶν λαῶν τρεῖς που θλαδίας ἑαυτοῦ πεποίηκε παρεῖναι, καὶ λοιπὸν ἠνάγκασε τρεῖς κακοήθεις κατασκόπους (οὐ γὰρ ἄν τις ἐπισκόπους εἴποι) καταστῆσαι δῆθεν ἐπίσκοπον ἐν τῷ παλατίῳ Φήλικά τινα ἄξιον ἑαυτῶν. οἱ γὰρ λαοὶ πάντες εἰδότες τὴν παρανομίαν τῶν αἱρετικῶν οὔτε συνεχώρησαν αὐτοῖς εἰς τὰς ἐκκλησίας εἰσελθεῖν, ἀλλὰ μακρὰν ἀπ᾽ αὐτῶν ἀνεχώρησαν.

Τί οὖν οὗτος τοῦ ἀντιχρίστου παραλέλοιπεν; ἢ τί πλέον ἐκεῖνος ἐλθὼν τούτου ποιήσειεν; ἢ πῶς ἐκεῖνος ἐλθὼν οὐχ εὑρήσει πρὸς ἀπάτην εὔκολον προετοιμασθεῖσαν αὐτῷ παρὰ τούτου τὴν ὁδόν; καὶ γὰρ πάλιν ἀντὶ τῶν ἐκκλησιῶν εἰς τὰ παλάτια πρὸς ἑαυτὸν τὰς κρίσεις προκαλεῖται. καὶ τούτων μὲν αὐτὸς ἐξάρχει· τὸ δὲ θαυμαστόν, ὅτι, κἂν θεωρήσῃ τοὺς κατηγόρους ἀποροῦντας, αὐτὸς ἀναδέχεται τὴν κατηγορίαν, ἵνα μηδὲ ἀπολογεῖσθαι λοιπὸν ἐξῇ τοῖς ἀδικουμένοις διὰ τὴν παρ᾽ αὐτοῦ βίαν. καὶ τοῦτο πεποίηκεν ἐν τοῖς κατὰ Ἀθανασίου. τὴν γὰρ Παυλίνου καὶ Λουκιφέρου καὶ Εὐσεβίου καὶ Διονυσίου τῶν ἐπισκόπων παρρησίαν βλέπων, καὶ ὡς ἐκ τῆς μετανοίας Οὐρσακίου καὶ Οὐάλεντος διήλεγχον τοὺς κατὰ τοῦ ἐπισκόπου λέγοντας καὶ συνεβούλευον μηκέτι χρῆναι πιστεύεσθαι τοὺς περὶ Οὐάλεντα μεταγνόντας ἐφ᾽ οἷς λέγουσι νῦν, εὐθὺς ἀναστὰς εἶπεν· ‘ἐγὼ κατήγορός εἰμι νῦν Ἀθανασίου, δι᾽ ἐμὲ πιστεύσατε οἷς ἐὰν λέγωσιν οὗτοι’. εἶτα ἐκείνων λεγόντων· ‘πῶς δύνασαι κατήγορος εἶναι μὴ παρόντος τοῦ κατηγορουμένου; εἰ γὰρ σὺ κατήγορος εἶ, ἀλλ᾽ ἐκεῖνος μὴ παρὼν οὐ δύναται κρίνεσθαι. οὐ γὰρ Ῥωμαική ἐστιν ἡ κρίσις, ἵν᾽ ὡς βασιλεὺς πιστευθῇς, ἀλλὰ περὶ ἐπισκόπου ἐστὶ τὸ κρίμα. καὶ δεῖ τὴν κρίσιν ἴσην εἶναι τῷ κατηγοροῦντι καὶ τῷ κρινομένῳ. πῶς δὲ καὶ κατηγορεῖς; συνεῖναι γὰρ οὐκ ἠδύνασο τῷ μακράν σου τυγχάνοντι.

εἰ δὲ παρὰ τούτων ἀκούσας λέγεις, δίκαιόν ἐστί σε καὶ τὰ παρ᾽ ἐκείνου λεγόμενα πιστεύειν, εἰ δὲ μὴ πιστεύεις ἐκείνῳ, πιστεύεις δὲ τούτοις, φαίνονται μᾶλλον οὗτοι διὰ σὲ λέγοντες ταῦτα καὶ εἰς σὴν χάριν κατηγοροῦντες Ἀθανασίου. ταῦτα ἀκούσας καὶ νομίσας ὕβριν εἶναι τὸ λεχθὲν ὀρθῶς ἐκείνους μὲν ἐξώρισε, κινηθεὶς δὲ κατὰ Ἀθανασίου ἀγριώτερον ἔγραψεν αὐτόν τε παθεῖν τὰ γενόμενα καὶ τοῖς Ἀρειανοῖς παραδοθῆναι τὰς ἐκκλησίας καὶ τούτοις ἐξεῖναι πράττειν ἃ βούλονται.

Δεινὰ μὲν οὖν καὶ πέρα δεινῶν τὰ τοιαῦτα, πρέπουσα δὲ πρᾶξις ὅμως τῷ σχηματιζομένῳ τὰ τοῦ ἀντιχρίστου. τίς γὰρ βλέπων αὐτὸν ἐξάρχοντα τῶν νομιζομένων ἐπισκόπων καὶ προκαθήμενον τῶν ἐκκλησιαστικῶν κρίσεων οὐκ ἀκολούθως ἂν εἴποι τοῦτ᾽ εἶναι τὸ διὰ τοῦ Δανιὴλ εἰρημένον «βδέλυγμα τῆς ἐρημώσεως»; τὸν γὰρ Χριστιανισμὸν περιβεβλημένος καὶ εἰς τοὺς ἁγίους τόπους εἰσερχόμενος ἑστηκώς τε ἐν αὐτοῖς ἐρημοῖ τὰς ἐκκλησίας, παραλύων τοὺς τούτων κανόνας καὶ τὰ ἴδια κρατεῖν βιαζόμενος. ἆρα τίς ἔτι τολμᾷ λέγειν τὸν καιρὸν τοῦτον εἰρηνικὸν εἶναι Χριστιανῶν καὶ οὐ μᾶλλον διωγμόν; καὶ διωγμόν, οἷος οὔτε πώποτε γέγονεν οὔτε τάχα τις ποιήσει ποτὲ τοιοῦτον εἰ μὴ ἄρα «ὁ υἱὸς τῆς ἀνομίας», ὃν οἱ χριστομάχοι δεικνύουσιν ἀναζωγραφοῦντες ἐν αὐτοῖς ἤδη. διὸ καὶ μάλιστα προσήκει νήφειν, μήπως ἡ αἵρεσις αὕτη πολλὴν ἀναισχυντίαν ἔχουσα καὶ διαχυνομένη ὡς «ἰὸς κεράστου», καθὼς ἐν ταῖς Παροιμίαις γέγραπται, διδάσκουσά τε κατὰ τοῦ σωτῆρος φρονεῖν, αὕτη ἂν εἴη ἡ ἀποστασία, μεθ᾽ ἣν ἐκεῖνος ἀποκαλυφθήσεται πάντως ἔχων τὸν πρόδρομον ἑαυτοῦ Κωνστάντιον. ἐπεὶ διὰ τί οὕτως μαίνεται κατὰ τῶν εὐσεβῶν; διὰ τί ὡς ὑπὲρ ἰδίας αἱρέσεως ἀγωνίζεται καὶ ἐχθρὸν μὲν ἴδιον λέγει τὸν μὴ πειθόμενον τῇ Ἀρείου μανίᾳ, τὰ δὲ παρὰ τῶν χριστομάχων λεγόμενα καταθυμίως δέχεται καὶ τοιαύτας καὶ τοσαύτας συνόδους ἀτιμάζει;

διὰ τί τοῖς Ἀρειανοῖς ἐκέλευσε τὰς ἐκκλησίας παραδίδοσθαι; οὐχ ἵνα ἐκεῖνος ἐλθὼν εὕρῃ, πῶς εἰς αὐτὰς εἰσέλθῃ καὶ ἀποδέξηται τοῦτον ἑτοιμάσαντα τοὺς τόπους αὐτῷ; οἱ μὲν γὰρ ἀπὸ Ἀλεξάνδρου καὶ τοῦ πρὸ αὐτοῦ Ἀχιλλᾶ καὶ πάλιν τοῦ πρὸ τούτου Πέτρου γέροντες ἐπίσκοποι ἐξεβάλλοντο, ἐκεῖνοι δὲ εἰσήγοντο, οὓς ἂν ἔλεγον οἱ ἀκολουθοῦντες τοῖς στρατιώταις· ἔλεγον δὲ τοὺς τὰ αὐτῶν φρονεῖν ἐπαγγελλομένους.