Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Η έναρξη των διωγμών και η τακτική των Αρειανών

Περιγραφή των μεθόδων της αρειανικής παράταξης, οι εξορίες επιφανών ορθοδόξων επισκόπων και η βίαιη επιβολή του Γρηγορίου στην Αλεξάνδρεια με τη χρήση της κρατικής εξουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 11

Τοῦ αὐτοῦ πρὸς ἁπανταχοῦ μοναχοὺς περὶ τῶν γεγενημένων παρὰ τῶν Ἀρειανῶν ἐπὶ Κωνσταντίου. ... αὐτοὶ δὲ ὧν ταῦτα ἐμηχανήσαντο χάριν, οὐκ εἰς μακρὰν ἐπλήρωσαν. ἅμα γὰρ ἐπεβούλευσαν καὶ εὐθὺς τοὺς περὶ Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. καὶ τὰς μὲν τοσαύτας κατ᾽ αὐτῶν κρίσεις παρεωράκασι, βασιλικὴν δὲ πάλιν ἐξουσίαν ὑπὲρ αὑτῶν προεφασίσαντο· γράφοντές τε οὐκ ᾐσχύνθησαν εἰπεῖν ὅτι ’Ἀθανασίου παθόντος ὁ μὲν φθόνος πέπαυται, τοὺς δὲ περὶ Ἄρειον λοιπὸν δεξώμεθα‘, προστιθέντες πρὸς φόβον τῶν ἀκουόντων ὅτι ’τοῦτο γὰρ βασιλεὺς προσέταξεν‘. εἶτα οὐκ ᾐσχύνθησαν προσθεῖναι, ὅτι καὶ ὀρθῶς φρονοῦσιν οἱ ἄνθρωποι, μὴ φοβηθέντες τὸ γεγραμμένον· «οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ, οἱ τιθέντες τὸ σκότος φῶς». πάντα γὰρ ὑπὲρ τῆς αἱρέσεως ὑπομένειν εἰσὶν ἕτοιμοι. ἆρ᾽ οὖν οὐχὶ καὶ ἐκ τούτου πᾶσιν ἄντικρυς δείκνυται, ὡς οὐκ ἐκκλησιαστικῇ κρίσει, ἀλλ᾽ ἐκ βασιλέως ἀπειλῆς διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν καὶ τότε πεπόνθαμεν καὶ νῦν διωκόμεθα; καὶ γὰρ καὶ ἑτέροις οὕτως ἐπεβούλευσαν ἐπισκόποις πλασάμενοι καὶ κατ᾽ ἐκείνων πάλιν προφάσεις, ὧν οἱ μὲν ἐν τοῖς ἐξορισμοῖς ἐκοιμήθησαν ἔχοντες τὸ καύχημα τῆς εἰς Χριστὸν ὁμολογίας, οἱ δὲ ἔτι καὶ νῦν ὑπερόριοι τυγχάνουσιν, ἀνδριζόμενοι μᾶλλον κατὰ τῆς αἱρέσεως ἐκείνων καὶ λέγοντες· «οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ».

Ἔξεστι δὲ καὶ ἐκ τούτου πάλιν αὐτὴν καταμαθεῖν καὶ μᾶλλον αὐτῆς καταγνῶναι. ὁ μὲν γὰρ φίλος καὶ συνασεβῶν ἐκείνοις, κἂν ἐν ἄλλοις πλημμελήμασι καὶ μυρίοις ἐγκλήμασιν ὑπεύθυνος τυγχάνῃ, κἂν ἔχῃ τοὺς ἐλέγχους καὶ τὰς ἀποδείξεις λευκοτάτας, οὗτος δόκιμος παρ᾽ αὐτοῖς καὶ βασιλέως εὐθὺς γίνεται φίλος ἔχων τὴν σύστασιν ἐκ τῆς ἀσεβείας, χρηματισθείς τε πλεῖστα λαμβάνει καὶ παρρησίαν ποιεῖν, ἃ βούλεται, παρὰ τοῖς δικασταῖς. ὁ δὲ τὴν ἀσέβειαν ἐκείνων ἐλέγχων καὶ τὰ Χριστοῦ γνησίως πρεσβεύων, οὗτος, κἂν καθαρὸς ἐν πᾶσιν ὑπάρχῃ, κἂν μηδὲν ἑαυτῷ συγγινώσκῃ, κἂν μὴ κατήγορον ἔχῃ, ἀλλ᾽ ἐκείνων προφάσεις πλασαμένων εὐθὺς ἁρπάζεται καὶ κρίσει βασιλέως αὐτὸς μὲν ὑπερόριος γίνεται ὡς ὑπεύθυνος, οἷς ἂν ἐκεῖνοι θελήσωσιν, ἢ ὡς βασιλέα ὑβρίσας ὡς ὁ Ναβουθέ. ὁ δὲ πρεσβεύων τὰ τῆς αἱρέσεως ἐκείνων ζητεῖται καὶ εὐθὺς ἀποστέλλεται εἰς τὴν ἐκκλησίαν ἐκείνου καὶ λοιπὸν δημεύσεις καὶ ὕβρεις καὶ πάντα τὰ δεινὰ κατὰ τῶν μὴ δεχομένων ἐκεῖνον. καὶ τὸ παραδοξότατον, ὃν μὲν οἱ λαοὶ βούλονται καὶ γινώσκουσιν ἀνεπίληπτον, τοῦτον ἀφαιρεῖται καὶ ἐξορίζει βασιλεύς, ὃν δὲ μήτε βούλονται μήτε γινώσκουσι, τοῦτον μακρόθεν μετὰ στρατιωτῶν ἀποστέλλει καὶ γραμμάτων ἑαυτοῦ.

καὶ λοιπὸν ἀνάγκη πολλὴ μισεῖν μὲν ὃν ἀγαπῶσι τὸν κατηχήσαντα καὶ πατέρα γενόμενον ἐν θεοσεβείᾳ, ἀγαπᾶν δὲ ὃν οὐ βούλονται καὶ πιστεύειν ἑαυτῶν τὰ τέκνα, οὗ τὸν βίον καὶ τὴν ἀναστροφὴν καὶ τίς ἐστιν οὐ γινώσκουσιν, ἢ δηλονότι τιμωρίαν ὑπομένειν, ἢν μὴ πείθωνται βασιλεῖ.

Ταῦτα καὶ νῦν δρῶσι καὶ πάλαι πεποιήκασιν οἱ δυσσεβεῖς κατὰ τῶν ὀρθοδόξων γνώρισμα τῆς ἑαυτῶν κακοηθείας καὶ ἀσεβείας πανταχοῦ παρὰ πᾶσι παρασχόντες. ἔστω γάρ, Ἀθανάσιον ᾐτιάσαντο· τί καὶ οἱ ἄλλοι πεποιήκασιν ἐπίσκοποι; ποίας ἄρα προφάσεις εἶχον ἢ ποῖος ἄρα κἀκεῖ νεκρὸς Ἀρσένιος εὑρέθη; ποῖος παρ᾽ αὐτοῖς Μακάριος πρεσβύτερος καὶ ποτήριον πέπλασται; ποῖος Μελιτιανὸς ὑπεκρίνετο; ἀλλ᾽ ὡς ἔοικεν ἐξ ἐκείνων καὶ τὰ κατὰ Ἀθανάσιον δείκνυται ψευδῆ. καὶ ἐξ ὧν δὲ Ἀθανασίῳ ἐπεχείρησαν, δῆλα καὶ τὰ κατ᾽ ἐκείνων ἐστὶ πεπλασμένα. μέγα τι θηρίον ἐξῆλθεν ἐπὶ γῆς ἡ αἵρεσις αὕτη. οὐ γὰρ μόνον τοῖς ῥήμασιν ὡς τοῖς ὀδοῦσι βλάπτει τοὺς ἀκεραίους, ἀλλὰ καὶ τὴν ἔξωθεν ἐξουσίαν ἐμισθώσατο πρὸς ἐπιβουλήν. καὶ τὸ παράδοξον, ὅτι, καθὰ προεῖπον, οὐδεὶς ἐξ ἐκείνων κατηγορεῖται, ἂν δὲ κατηγορηθῇ, οὐ κρίνεται ἢ δόξας ἀκούεσθαι δικαιοῦται κατὰ τῶν ἐλεγχόντων, καὶ μᾶλλον ὁ ἐλέγχων ἐπιβουλεύεται ἢ ὁ ὑπεύθυνος ὅλως ἐντρέπεται. πάντες γοῦν οἱ παρ᾽ αὐτοῖς μεστοὶ ῥύπου τυγχάνουσι καὶ οἱ παρ᾽ αὐτοῖς κατάσκοποι, οὐ γὰρ ἐπίσκοποι, μᾶλλόν εἰσι πάντων ῥυπαρώτεροι. καὶ εἴ τις παρ᾽ αὐτοῖς ἐπίσκοπος θέλει γενέσθαι, οὐκ ἀκούει· «δεῖ τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι», ἀλλὰ μόνον· ’φρόνει κατὰ Χριστοῦ καὶ μὴ φρόντιζε περὶ τρόπων, ἀρκεῖ γὰρ ἐκεῖνό σοι πρὸς σύστασιν καὶ πρὸς βασιλέως φιλίαν‘.

ταῦτα μὲν περὶ τῶν τὰ Ἀρείου φρονούντων, οἱ δὲ τῆς ἀληθείας ζηλωταί, κἂν ἅγιοι καὶ καθαροὶ φαίνωνται, καθὰ προεῖπον, ἀλλ᾽ ὑπεύθυνοι γίνονται, ὅταν οὗτοι θέλωσι καὶ ὡς ἂν αὐτοῖς δοκῇ πρόφασιν πλασαμένοις. καὶ τοῦτο ἔξεστι, καθὰ προεῖπον, ἐκ τῶν παρ᾽ αὐτῶν πραχθέντων συνιδεῖν.

Εὐστάθιός τις ἦν ἐπίσκοπος τῆς Ἀντιοχείας, ἀνὴρ ὁμολογητὴς καὶ τὴν πίστιν εὐσεβής. οὗτος ἐπειδὴ πολὺς ἦν ζηλῶν ὑπὲρ τῆς ἀληθείας τήν τε ἀρειανὴν αἵρεσιν ἐμίσει καὶ τοὺς φρονοῦντας τὰ ἐκείνης οὐκ ἐδέχετο, διαβάλλεται Κωνσταντίνῳ τῷ βασιλεῖ πρόφασίς τε ἐπινοεῖται ὡς τῇ μητρὶ αὐτοῦ ποιήσας ὕβριν. καὶ εὐθὺς ἐξόριστος αὐτός τε γίνεται καὶ πολὺς σὺν αὐτῷ πρεσβυτέρων καὶ διακόνων ἀριθμός. καὶ λοιπὸν οὓς οὐκ ἐδέχετο διὰ τὴν ἀσέβειαν εἰς κλῆρον, τούτους μετὰ τὸ ἐξορισθῆναι τὸν ἐπίσκοπον οὐ μόνον εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, ἀλλὰ καὶ τοὺς πλείστους ἐπισκόπους κατέστησαν, ἵν᾽ ἔχωσι συνωμότας ἑαυτῶν εἰς τὴν ἀσέβειαν. ἐκ τούτων ἐστὶ Λεόντιος ὁ ἀπόκοπος ὁ νῦν ἐν Ἀντιοχείᾳ καὶ ὁ πρὸ αὐτοῦ Στέφανος Γεώργιός τε ὁ ἐν Λαοδικείᾳ καὶ ὁ γενόμενος ἐν Τριπόλει Θεοδόσιος Εὐδόξιός τε ὁ ἐν Γερμανικείᾳ καὶ Εὐστάθιος ὁ νῦν ἐν Σεβαστείᾳ.

Ἆρ᾽ οὖν μέχρι τούτων ἔστησαν; οὐχί· καὶ γὰρ καὶ Εὐτρόπιος ὁ ἐν Ἀδριανουπόλει γενόμενος ἐπίσκοπος, ἀνὴρ ἀγαθὸς καὶ ἐν πᾶσι τέλειος, ἐπειδὴ πολλάκις τὸν Εὐσέβιον ἤλεγξε τοῖς τε διοδεύουσι συνεβούλευε μὴ πείθεσθαι τοῖς ἀσεβέσιν Εὐσεβίου ῥήμασι, τὰ αὐτὰ τῷ Εὐσταθίῳ πάσχει καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐκβάλλεται. Βασιλίνα γὰρ ἦν ἡ πάνυ κατ᾽ αὐτοῦ σπουδάζουσα. Εὐφρατίων γὰρ ὁ ἐν Βαλανέαις καὶ Κυμάτιος ὁ ἐν Παλτῷ καὶ Καρτέριος [ἕτερος] ὁ ἐν Ἀνταράδῳ καὶ ὁ ἐν Γάζῃ Ἀσκληπᾶς καὶ Κῦρος ὁ ἐν Βεροίᾳ τῆς Συρίας καὶ Διόδωρος ὁ ἐν Ἀσίᾳ καὶ Δομνίων ὁ ἐν Σιρμίῳ καὶ Ἑλλανικὸς ὁ ἐν Τριπόλει μόνον ἐγνώσθησαν μισοῦντες τὴν αἵρεσιν, καὶ τοὺς μὲν μετὰ προφάσεως, τοὺς δὲ χωρὶς ταύτης βασιλικοῖς γράμμασι μεταστήσαντες τῆς τε πόλεως ἐκβαλόντες ἑτέρους ἀντ᾽ αὐτῶν, οὓς ἐγίνωσκον ἀσεβοῦντας, εἰς τὰς ἐκείνων ἐκκλησίας κατέστησαν.

Καὶ περὶ Μαρκέλλου τοῦ τῆς Γαλατίας ἐπισκόπου περιττὸν ἴσως ἐστὶ λέγειν, πάντες γὰρ ἔγνωσαν, ὡς πρότερον ἐγκαλούμενοι παρ᾽ αὐτοῦ οἱ περὶ Εὐσέβιον ἀσεβείας ἀντενεκάλεσαν αὐτῷ καὶ αὐτοὶ καὶ πεποιήκασιν ἐξορισθῆναι τὸν γέροντα. καὶ αὐτὸς μὲν ἀνελθὼν εἰς τὴν Ῥώμην ἀπελογήσατο καὶ ἀπαιτούμενος παρ᾽ αὐτῶν δέδωκεν ἔγγραφον τὴν ἑαυτοῦ πίστιν, ἣν καὶ ἡ κατὰ Σαρδικὴν σύνοδος ἀπεδέξατο, οἱ δὲ περὶ Εὐσέβιον οὔτε ἀπελογήσαντο οὔτε ἐλεγχόμενοι ἐξ ὧν ἔγραψαν ἀσεβεῖς, ἐνετράπησαν, ἀλλὰ καὶ μᾶλλον ἐθρασύνοντο κατὰ πάντων· εἶχον γὰρ τὴν πρὸς βασιλέα παρὰ τῶν γυναικῶν σύστασιν καὶ πᾶσιν ἦσαν φοβεροί.

Περὶ δὲ Παύλου τοῦ τῆς Κωνσταντινουπόλεως ἐπισκόπου νομίζω μηδένα ἀγνοεῖν. ὅσῳ γὰρ ἐπιφανὴς ἡ πόλις, τοσούτῳ καὶ τὸ γενόμενον οὐ κέκρυπται. καὶ κατὰ τούτου τοίνυν πρόφασις ἐπλάσθη. καὶ γὰρ ὁ κατηγορήσας αὐτοῦ Μακεδόνιος ὁ νῦν ἐπίσκοπος ἀντ᾽ αὐτοῦ γενόμενος παρόντων ἡμῶν κατὰ τὴν κατηγορίαν κεκοινώνηκεν αὐτῷ καὶ πρεσβύτερος ἦν ὑπ᾽ αὐτὸν τὸν Παῦλον. καὶ ὅμως ἐπειδὴ Εὐσέβιος ἐπωφθαλμία θέλων ἁρπάσαι τὴν ἐπισκοπὴν τῆς πόλεως (οὕτω γὰρ καὶ ἀπὸ Βηρυτοῦ εἰς τὴν Νικομήδειαν μετῆλθεν), ἔμεινεν ἡ πρόφασις κατὰ Παύλου, καὶ οὐκ ἠμέλησαν τῆς ἐπιβουλῆς, ἀλλ᾽ ἔμειναν διαβάλλοντες. καὶ τὸ μὲν πρῶτον εἰς τὸν Πόντον ἐξωρίσθη ὑπὸ Κωνστατίνου, τὸ δὲ δεύτερον παρὰ Κωνσταντίου, δεθεὶς ἁλύσεσι σιδηραῖς, εἰς Σίγγαρα τῆς Μεσοποταμίας ἐξωρίσθη, εἶτα ἐκεῖθεν εἰς τὴν Ἔμισαν μετηνέχθη, καὶ τὸ τέταρτον εἰς Κούκουσον τῆς Καππαδοκίας περὶ τὰ ἔρημα τοῦ Ταύρου, ἔνθα καί, ὡς οἱ συνόντες ἀπήγγειλαν, ἀποπνιγεὶς παρ᾽ αὐτῶν ἐτελεύτησε. τοῦτο μέντοι δράσαντες οὐκ ᾐσχύνθησαν οὐδὲ μετὰ θάνατον οἱ μηδὲν ἀληθεύοντες πλάσασθαι πάλιν πρόφασιν ὡς ἀπὸ νόσου τελευτήσαντος αὐτοῦ, καίτοι τοῦτο γινωσκόντων πάντων τῶν κατοικούντων τὸν τόπον ἐκεῖνον.

καὶ γὰρ καὶ Φιλάγριος, βικάριος ὢν τότε τῶν τόπων ἐκείνων καὶ πάντα τὰ ἐκείνων ὑποκρινόμενος, ὡς ἂν αὐτοὶ θέλωσιν, ὅμως ἐπὶ τούτῳ θαυμάζων καὶ λυπηθεὶς ἴσως, ὅτι μὴ αὐτὸς ἀλλ᾽ ἕτερος εἰργάσατο τὸ κακόν, ἀπήγγειλε πολλοῖς τε ἄλλοις καὶ γνωρίμοις ἡμῶν καὶ τῷ ἐπισκόπῳ Σαραπίωνι, ὡς Παῦλος ἀποκλεισθεὶς παρ᾽ ἐκείνων εἰς τόπον τινὰ βραχύτατον καὶ σκοτεινὸν ἀφείθη λιμῷ διαφθαρῆναι, εἶτα μεθ᾽ ἡμέρας ἕξ, ὡς εἰσελθόντες εὗρον αὐτὸν ἔτι πνέοντα, λοιπὸν ἐπελθόντες ἀπέπνιξαν τὸν ἄνθρωπον. καὶ οὕτω τέλος ἔσχε τοῦ βίου τούτου. τοῦ δὲ τοιούτου θανάτου διάκονον ἔλεγον γεγενῆσθαι Φίλιππον τὸν γενόμενον ἔπαρχον. ἀλλ᾽ οὐδὲ τοῦτο παρεῖδεν ἡ θεία δίκη· οὐδὲ γὰρ παρῆλθεν ἐνιαυτός, καὶ μετὰ πολλῆς ἀτιμίας καθῃρέθη τῆς ἀρχῆς ὁ Φίλιππος, οὕτως ὡς ἰδιώτην γενόμενον ὑφ᾽ ὧν οὐκ ἤθελε καταπαίζεσθαι. πάνυ γοῦν καὶ αὐτὸς λυπούμενος καὶ κατὰ τὸν Κάιν «στένων καὶ τρέμων» καὶ καθ᾽ ἡμέραν προσδοκῶν τὸν ἀναιροῦντα ἔξω τῆς ἑαυτοῦ πατρίδος καὶ αὐτὸς καὶ τῶν ἰδίων ὥσπερ ἐκπλαγείς, ἐπεὶ μὴ οὕτως ἤθελεν, ἀπέθανε. πλὴν ὅτι καὶ κατὰ νεκρῶν οὐ φείδονται, καθ᾽ ὧν καὶ ζώντων ἐπλάσαντο προφάσεις· οὕτω γὰρ ἑαυτοὺς πρὸς πάντας φοβεροὺς ἐπιδεικνύειν ἐσπούδασαν, καὶ ζῶντας μὲν ἐξορίζουσιν, ἀποθανόντας δὲ οὐκ ἐλεοῦσιν.

ἀλλὰ καὶ τότε μόνοι παρὰ πάντας τοὺς ἀνθρώπους μισοῦσι τοὺς ἀπελθόντας καὶ τοῖς οἰκείοις αὐτῶν ἐπιβουλεύουσιν οἱ τῷ ὄντι ἀπάνθρωποι καὶ μισόκαλοι καὶ πλέον ἐχθρῶν τὸν τρόπον ἄγριον ἔχοντες διὰ τὴν ἑαυτῶν ἀσέβειαν οἱ μὴ ἐξ ἀληθείας, ἀλλ᾽ ἐκ πεπλασμένων προφάσεων ἡμῖν τε καὶ τοῖς ἑτέροις πᾶσιν ἐπιβουλεύειν σπουδάσαντες.

Ταῦτα συνορῶντες οἱ τρεῖς ἀδελφοὶ Κωνσταντῖνος Κωνστάντιος καὶ Κώνστας ἐποίησαν πάντας μετὰ θάνατον τοῦ πατρὸς ἐπανελθεῖν εἰς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν γράψαντες περὶ μὲν τῶν ἄλλων ἰδίᾳ τῇ ἑκάστου ἐκκλησίᾳ, περὶ δὲ Ἀθανασίου ταῦτα, ἃ πάλιν τὴν μὲν τοῦ πράγματος βίαν δείκνυσι, τὴν δὲ τῶν περὶ Εὐσέβιον ἀνδροφόνον προαίρεσιν ἐλέγχει.

Ἀντίγραφον Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων. Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας διαπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην ... (Ἐγράφη ὀπίσω εἰς τὸν οεʹ λόγον ἀπαραλλάκτως.) Τὰ μὲν οὖν γραφέντα ταῦτα, τῆς δὲ συσκευῆς αὐτῶν τίς ἕτερος ἀξιόπιστος τούτου μάρτυς ἂν γένοιτο; ταῦτα γὰρ εἰδὼς οὕτως καὶ αὐτὸς ἔγραψεν.

Οἱ μέντοι περὶ Εὐσέβιον βλέποντες ἐλαττουμένην αὐτῶν τὴν αἵρεσιν γράφουσιν εἰς Ῥώμην, γράφουσι δὲ καὶ τοῖς βασιλεῦσι Κωνσταντίνῳ καὶ Κώνσταντι κατὰ Ἀθανασίου. ὡς δὲ καὶ οἱ παρὰ Ἀθανασίου ἀποσταλέντες διήλεγξαν τὰ παρ᾽ ἐκείνων γραφέντα, παρὰ μὲν τῶν βασιλέων ἐνετράπησαν, ὁ δὲ ἐπίσκοπος Ῥώμης Ἰούλιος ἔγραψε χρῆναι γενέσθαι σύνοδον, ἔνθα ἂν ἐθελήσωμεν, ἵνα ἃ μὲν κατηγοροῦσι δείξωσι, περὶ δὲ ὧν κατηγοροῦνται καὶ αὐτοὶ θαρροῦντες ἀπολογήσωνται. τοῦτο γὰρ καὶ οἱ παρ᾽ αὐτῶν ἀποσταλέντες πρεσβύτεροι βλέποντες ἑαυτοὺς ἐλεγχομένους ἠξίωσαν γενέσθαι. τούτων τοίνυν γενομένων ὁρῶντες ἑαυτοὺς οἱ πρὸς πάντα τυγχάνοντες ὕποπτοι μὴ περιγινομένους ἐν ἐκκλησιαστικῇ κρίσει προσέρχονται μόνῳ Κωνσταντίῳ καὶ λοιπὸν ἀποδύρονται ὡς πρὸς τὸν τῆς αἱρέσεως προστάτην ’φεῖσαι’ λέγοντες ‘τῆς αἱρέσεως· ὁρᾷς πάντας ἀποστάντας ἀφ᾽ ἡμῶν· ὀλίγοι λοιπὸν ὑπελείφθημεν. ἄρξαι διώκειν, ἐπεὶ καὶ παρὰ τῶν ὀλίγων ἀφιέμεθα καὶ μένομεν ἔρημοι. οὓς γὰρ ἐβιασάμεθα τούτων ἐξορισθέντων, τούτους ἐπανελθόντες ἔπεισαν πάλιν φρονεῖν καθ᾽ ἡμῶν. γράψον οὖν κατὰ πάντων καὶ πέμψον Φιλάγριον δεύτερον ἔπαρχον τῆς Αἰγύπτου, αὐτὸς γὰρ ἐπιτηδείως δύναται διώκειν ἤδη μὲν τῇ πείρᾳ δείξας, μάλιστα δὲ καὶ παραβάτης ὤν. πέμψον δὲ καὶ Γρηγόριον ἐπίσκοπον εἰς Ἀλεξάνδρειαν, καὶ οὗτος γὰρ δύναται συστῆσαι τὴν ἡμετέραν αἵρεσιν’.

Γράφει τοίνυν τότε Κωνστάντιος, πάντας δὲ διώκει καὶ πέμπει Φιλάγριον ἔπαρχον καὶ Ἀρσάκιόν τινα εὐνοῦχον, πέμπει δὲ καὶ Γρηγόριον μετὰ στρατιωτικῆς ἐξουσίας. καὶ τοιαῦτα γέγονεν, οἷα καὶ τὸ πρότερον. συναγαγόντες γὰρ πλῆθος βουκόλων καὶ ποιμένων ἄλλων τε ἀγοραίων καὶ ἀσελγῶν νεωτέρων μετὰ ξιφῶν καὶ ῥοπάλων ἐπῆλθον ἀθρόως τῇ ἐκκλησίᾳ τῇ καλουμένῃ Κυρίνου. καὶ τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατεπάτησαν, ἄλλους τε πληγαῖς κατακόψαντες εἰς δεσμωτήριον ἐνέβαλον καὶ ἐξώριζον, πολλάς τε γυναῖκας κατασύροντες εἷλκον εἰς τὸ δικαστήριον δημοσίᾳ καὶ τῶν τριχῶν ἕλκοντες ὕβριζον, ἄλλους ἐδήμευον, ἄλλων ἄρτους ἀφῃροῦντο δι᾽ οὐδὲν ἕτερον, ἢ ἵνα τοῖς Ἀρειανοῖς προσθῶνται καὶ Γρηγόριον δέξωνται τὸν ἀπὸ βασιλέως ἀποσταλέντα.

Ἀθανάσιος μὲν οὖν καὶ πρὶν γενέσθαι ταῦτα καὶ μόνον ἀκούσας ἔπλευσεν εἰς τὴν Ῥώμην εἰδώς τε τὸν θυμὸν τῶν αἱρετικῶν, καὶ ἵνα, ὡς ἤρεσεν, ἡ σύνοδος γένηται· ὁ δὲ Ἰούλιος γράφει καὶ πέμπει πρεσβυτέρους, Ἐλπίδιον καὶ Φιλόξενον, ὁρίσας καὶ προθεσμίαν, ἵνα ἢ ἔλθωσιν ἢ γινώσκοιεν ἑαυτοὺς ὑπόπτους εἶναι κατὰ πάντα. ἀλλ᾽ οἱ περὶ Εὐσέβιον ὡς μόνον ἤκουσαν ἐκκλησιαστικὴν ἔσεσθαι κρίσιν, ἐν ᾗ κόμης οὐ παραγίγνεται, οὐ στρατιῶται πρὸ τῶν θυρῶν, οὐ βασιλικῷ προστάγματι τὰ τῆς συνόδου τελειοῦται (ἐν τούτοις γὰρ ἀεὶ κατὰ τῶν ἐπισκόπων ἴσχυσαν καὶ ἄνευ τούτων οὐδ᾽ ὅλως λαλῆσαι θαρροῦσιν), οὕτω κατέπτηξαν, ὡς τοὺς μὲν πρεσβυτέρους κατασχεῖν καὶ μετὰ τὴν προθεσμίαν, πλάσασθαι δὲ πρόφασιν ἀπρεπῆ ὅτι ‘μὴ δυνάμεθα νῦν ἐλθεῖν διὰ τοὺς παρὰ Περσῶν γιγνομένους πολέμους’. τοῦτο δὲ οὐκ ἦν ἀληθές, ἀλλὰ φόβος τοῦ συνειδότος. τί γὰρ κοινὸν πόλεμος πρὸς ἐπισκόπους; ἢ διατί μὴ δυνάμενοι διὰ τοὺς Πέρσας εἰς Ῥώμην ἐλθεῖν καίτοι μακρὰν ἀπέχουσαν καὶ πέραν θαλάττης οὖσαν τοὺς τῆς ἀνατολῆς τόπους καὶ τοὺς ἐγγὺς ἐκείνων περιήρχοντο ὡς λέοντες ζητοῦντες, τίς αὐτοῖς ἐναντιοῦται, ἵνα διαβάλλοντες ἐξορίσωσιν;

Ἀμέλει τοὺς πρεσβυτέρους ἀπολύσαντες ἐπὶ τῇ ἀπιθάνῳ ταύτῃ προφάσει συνελάλουν ἀλλήλοις· ‘ἐπεὶ μὴ δυνάμεθα ἐκκλησιαστικῇ κρίσει κρατεῖν, τὴν συνήθη τόλμαν ἐπιδειξώμεθα’. γράφουσι τοίνυν Φιλαγρίῳ καὶ ποιοῦσιν αὐτὸν μετὰ Γρηγορίου κατ᾽ ὀλίγον ἐξελθεῖν εἰς τὴν Αἴγυπτον καὶ λοιπὸν ἐπίσκοποι μαστίζονται καὶ ἐδεσμοῦντο πικρῶς. Σαραπάμμωνα γοῦν ἐπίσκοπον ὁμολογητὴν ἐξορίζουσι, Ποτάμωνα δὲ ἐπίσκοπον ὁμολογητὴν ἀπολέσαντα καὶ αὐτὸν τὸν ὀφθαλμὸν ἐν τῷ διωγμῷ οὕτω κατέκοψαν ταῖς καταυχενίοις πληγαῖς, ὡς μὴ πρότερον παύσασθαι, πρὶν ἂν νομισθῆναι τὸν ἄνθρωπον νεκρόν. οὕτω γοῦν ἐρρίφη καὶ μόγις μετὰ ὥρας θεραπευόμενος καὶ διαρριπιζόμενος ἀνέπνευσε τοῦ θεοῦ δεδωκότος τὸ ζῆν. ἀλλὰ μετὰ χρόνον ὀλίγον ἐκ τοῦ πόνου τῶν πληγῶν ἀπέθανεν ἔχων ἐν Χριστῷ τὸ καύχημα δευτέρου μαρτυρίου. πόσοι τε ἄλλοι μονάζοντες ἐμαστίζοντο καθεζομένου Γρηγορίου μετὰ Βαλακίου τοῦ λεγομένου δουκός, πόσοι ἐπίσκοποι ἐκόπτοντο, πόσαι παρθένοι ἐτύπτοντο.

Εἶτα ὁ ἄθλιος Γρηγόριος μετὰ ταῦτα παρεκάλει πάντας κοινωνεῖν αὐτῷ· καίτοι εἰ κοινωνίαν ἠξίους παρ᾽ αὐτῶν ἔχειν, οὐκ ἦσαν ἄξιοι πληγῶν, εἰ δὲ ὡς φαύλους ἔκοπτες, τί ὡς ἁγίους παρεκάλεις; ἀλλ᾽ οὐδὲν ἦν αὐτῷ προκείμενον ἢ τὰ τῶν ἀποστειλάντων πληρῶσαι καὶ τὴν αἵρεσιν συστῆσαι. διὰ τοῦτο καὶ ἀνδροφόνος γέγονε καὶ δήμιος καὶ ὑβριστὴς καὶ δόλιος καὶ βέβηλος καὶ τὸ ὅλον χριστομάχος ὁ ἀνόητος. τὴν γοῦν τοῦ ἐπισκόπου θείαν οὕτως ἐδίωξεν, ὡς μηδὲ ἀποθανοῦσαν ἀφεῖναι ταφῆναι. καὶ τοῦτ᾽ ἂν ἐγεγόνει καὶ ἄταφος ἐρρίφη, εἰ μὴ οἱ ὑποδεξάμενοι αὐτὴν ὡς ἴδιον νεκρὸν ἐξήνεγκαν· οὕτω καὶ ἐν τούτοις εἶχεν ἀνόσιον τὸν τρόπον. καὶ γὰρ καὶ χηρῶν καὶ ἄλλων ἀνεξόδων λαβόντων ἐλεημοσύνην ἐκέλευε τὰ δεδομένα διαρπάζεσθαι καὶ τὰ ἀγγεῖα, ἐν οἷς ἔφερον τὸ ἔλαιον καὶ τὸν οἶνον, κατεάσσασθαι, ἵνα μὴ μόνον λαβὼν ἀσεβήσῃ, ἀλλὰ καὶ ἔργοις ἀτιμάζῃ τὸν κύριον ἀκουσόμενος ὅσον οὐδέπω παρ᾽ αὐτοῦ· «ἐφ᾽ ὅσον ἠτίμασας τούτους, ἐμὲ ἠτίμασας».

Πολλά τε ἕτερα ἐποίει, ἃ καὶ λόγου φράσιν ὑπεραίρει καὶ ἀκούσας τις ἄπιστα νομίσειε. ταῦτα δὲ διὰ τοῦθ᾽ οὕτως ἔπραττεν, ἐπεὶ μήτε ἐκκλησιαστικῷ κανόνι τὴν κατάστασιν εἶχε μήτε ἀποστολικῇ παραδόσει κληθεὶς ἦν ἐπίσκοπος· ἀλλ᾽ ἐκ παλατίου μετὰ στρατιωτικῆς ἐξουσίας καὶ φαντασίας ἀπέσταλτο ὥσπερ ἀρχὴν κοσμικὴν ἐγκεχειρισμένος. διὰ τοῦτο καὶ ἀρχόντων μᾶλλον ηὔχετο φίλος εἶναι ἢ ἐπισκόπων καὶ μοναζόντων. εἴ ποτε οὖν καὶ ὁ πατὴρ Ἀντώνιος ἐκ τοῦ ὄρους ἔγραφεν, ὥσπερ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια οὕτως ἐβδελύσσετο τὰ τοῦ ἁγίου γράμματα. εἴ ποτε δὲ βασιλεὺς ἢ στρατηλάτης ἢ ἄλλος δικαστὴς ἐπέστελλεν, οὕτω περιχαρὴς ἐγίγνετο ὡς οἱ ἐν ταῖς Παροιμίαις, καθὼς σχετλιάζων ἔλεγεν ὁ λόγος· «ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας, οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῶν». ἀμέλει τοὺς μὲν ταῦτα κομίζοντας ἐτίμα χρήμασιν, Ἀντωνίου δέ ποτε γράψαντος πεποίηκε τὸν δοῦκα Βαλάκιον καταπτῦσαι τῆς ἐπιστολῆς καὶ ταύτην ἀπορρίψαι. ἀλλ᾽ οὐ παρεῖδεν ἡ θεία δίκη, μετ᾽ οὐ πολὺ γὰρ τὸν λεγόμενον δοῦκα ἐπικαθήμενον ἵππῳ καὶ ἀπερχόμενον εἰς τὴν πρώτην μονὴν ἐπιστραφεὶς ὁ ἵππος καὶ δακὼν εἰς τὸν μηρὸν κατέβαλε καὶ τριῶν ἡμερῶν ἀπέθανεν.