Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Οι σύνοδοι Ρώμης και Σαρδικής και η δικαίωση των ορθοδόξων

Η σύγκληση της συνόδου της Σαρδικής, η φυγή των αρειανοφρόνων, η πλήρης δικαίωση του Αθανασίου και οι νέες αντιδράσεις και διώξεις από τους καθαιρεθέντες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 11

Ἐκεῖνοι μὲν οὖν οὕτως ἔπραττον κατὰ πάντων, ἐν δὲ τῇ Ῥώμῃ συνελθόντες ἐπίσκοποί που πεντήκοντα τοὺς μὲν περὶ Εὐσέβιον ὡς ὑπόπτους καὶ φοβηθέντας ἐλθεῖν οὐκ ἀπεδέξαντο, ἀλλὰ καὶ τὰ γραφέντα παρ᾽ αὐτῶν ἠκύρωσαν, ἡμᾶς δὲ ἀπεδέξαντο καὶ τὴν πρὸς ἡμᾶς κοινωνίαν ἠγάπησαν. ἕως δὲ ταῦτα ἐγίγνετο, ἦλθεν εἰς γνῶσιν τοῦ βασιλέως Κώνσταντος ἥ τε ἐν Ῥώμῃ γενομένη σύνοδος καὶ τὰ ἐν τῇ Ἀλεξανδρείᾳ καὶ πάσῃ τῇ ἀνατολῇ κατὰ τῶν ἐκκλησιῶν γεγενημένα, καὶ γράφει τῷ ἀδελφῷ Κωνσταντίῳ καὶ λοιπὸν ἀμφοτέροις ἀρέσκει σύνοδον γενέσθαι καὶ διαγνωσθῆναι τὰ πράγματα, ἵν᾽ οἱ μὲν ἀδικηθέντες μηκέτι πάσχωσιν, οἱ δὲ ἀδικοῦντες μηκέτι τοιαῦτα τολμᾶν δύνωνται. συνέρχονται τοίνυν ἀπό τε τῆς ἀνατολῆς καὶ τῆς δύσεως ἐν τῇ Σερδῶν πόλει πλέον ἢ ἔλαττον ροʹ τὸν ἀριθμὸν ἐπίσκοποι. καὶ οἱ μὲν ἀπὸ τῆς δύσεως μόνοι ἦσαν ἐπίσκοποι ἔχοντες πατέρα τὸν Ὅσιον, οἱ δὲ ἀπὸ τῆς ἀνατολῆς ἐπήγοντο μεθ᾽ ἑαυτῶν παιδαγωγοὺς καὶ συνηγόρους Μουσουνιανὸν κόμητα καὶ Ἡσύχιον τὸν καστρήσιον, δι᾽ οὓς καὶ προθύμως ἦλθον νομίζοντες μετ᾽ ἐξουσίας αὐτῶν πάλιν πάντα πράττεσθαι. οὕτω γὰρ ἀεὶ διὰ τούτων φοβεροὺς ἑαυτοὺς ἐδείκνυον οἷς ἐβούλοντο καὶ ἐπεβούλευον οἷς ἂν αὐτοῖς ἐδόκει.

ὡς δὲ ἀπαντήσαντες ἑωράκασιν ἐκκλησιαστικὴν δίκην μόνην γενομένην, ὡς ἑωράκασι τοὺς ἀφ᾽ ἑκάστης ἐκκλησίας καὶ πόλεως κατηγόρους καὶ τοὺς κατ᾽ αὐτῶν ἐλέγχους, ὡς ἑωράκασιν Ἄρειον καὶ Ἀστέριον, τιμίους ἐπισκόπους, ἀνελθόντας μὲν σὺν αὐτοῖς, ἀποπηδήσαντας δὲ ἀπ᾽ αὐτῶν καὶ ἐλθόντας μεθ᾽ ἡμῶν διηγουμένους τε τὴν πανουργίαν ἐκείνων, ὡς ὕποπτοι εἶεν ἐν τοῖς πράγμασι καὶ φοβοῦνται κρίσιν γενέσθαι, μὴ ἐλεγχθῶσι παρ᾽ ἡμῶν μὲν συκοφάνται, παρὰ δὲ τῶν ἐπλάσαντο κατηγόρων, ὡς αὐτοὶ πάντα ὑποβαλόντες καὶ τὰ τοιαῦτα μηχανησάμενοι. ταῦτα συνορῶντες, καίτοι μετὰ σπουδῆς ἐλθόντες, νομίσαντες μηδὲ ἡμᾶς ἀπαντᾶν ὡς φοβουμένους, ὡς ἑωράκασι καὶ τὴν ἡμῶν προθυμίαν, ἀποκλείουσιν ἑαυτοὺς ἐν τῷ παλατίῳ· ἐκεῖ γὰρ ᾤκουν. καὶ λοιπὸν ἀλλήλοις συνελάλουν· ‘ἤλθομεν ἐπ᾽ ἄλλοις καὶ ἄλλα βλέπομεν· ἀπηντήσαμεν μετὰ κομήτων καὶ χωρὶς κομήτων ἡ κρίσις γίνεται· κατακρινόμεθα πάντως. οἴδατε πάντες τὰ προστάγματα· ἔχουσιν οἱ περὶ Ἀθανάσιον τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα, ἐξ ὧν αὐτὸς μὲν καθαρίζεται, ἡμεῖς δὲ καταισχυνόμεθα. τί δὴ οὖν μέλλομεν; τί βραδύνομεν; πλασώμεθα προφάσεις καὶ ἀπέλθωμεν, μὴ μένοντες κατακριθῶμεν. βέλτιον φεύγοντας ἐρυθριᾶν ἢ ἐλεγχθέντας συκοφάντας κατακρίνεσθαι.

ἐὰν φύγωμεν, δυνάμεθά πως κἂν τῆς αἱρέσεως προίστασθαι· ἐὰν δὲ καὶ φεύγοντας ἡμᾶς κατακρίνωσιν, ἀλλ᾽ ἔχομεν βασιλέα προστάτην τὸν μὴ ἀφιέντα ἡμᾶς ὑπὸ τῶν λαῶν ἐκβάλλεσθαι ἀπὸ τῶν ἐκκλησιῶν’.

Τοιαῦτα μὲν οὖν ἐκεῖνοι διελογίζοντο· Ὅσιος δὲ καὶ οἱ ἄλλοι πάντες ἐπίσκοποι πυκνότερον αὐτοῖς ἐσήμαινον τὴν προθυμίαν τῶν περὶ Ἀθανάσιον καὶ ὡς ‘ἕτοιμοι πρὸς ἀπολογίαν εἰσὶν ἐπαγγελλόμενοι διελέγχειν ὑμᾶς συκοφάντας’, ἔλεγόν τε ‘εἰ φοβεῖσθε τὴν κρίσιν, τί ἀπηντᾶτε; ἔδει γὰρ ἢ μὴ ἐλθεῖν ἢ ἐλθόντας μὴ φεύγειν’. ἐκεῖνοι ταῦτα ἀκούοντες καὶ μᾶλλον καταπλήξαντες ἀπρεπεστέρᾳ τῆς ἐν Ἀντιοχείᾳ προφάσεως ἄλλῃ προφάσει χρησάμενοι, ὡς βασιλέως αὐτοῖς ἐπινίκια κατὰ Περσῶν γράψαντος, ἐπεχείρησαν φεύγειν. καὶ ταύτην τὴν πρόφασιν οὐκ αἰδεσθέντες ἔπεμψαν δι᾽ Εὐσταθίου πρεσβυτέρου τῆς κατὰ Σαρδικὴν ἐκκλησίας. ἀλλ᾽ οὐδὲ οὕτως αὐτοῖς ἡ φυγὴ καταθυμίως ἀπέβη· εὐθὺς γὰρ ἡ ἁγία σύνοδος, ἧς προήγορος ἦν ὁ μέγας Ὅσιος, ἔγραψεν αὐτοῖς φανερῶς· ‘ἢ ἀπαντήσατε ἀπολογησόμενοι πρὸς τὰς ἐπιφερομένας καθ᾽ ὑμῶν κατηγορίας καὶ ἃς εἰργάσασθε συκοφαντίας, ἢ γινώσκετε ὅτι ὑμᾶς μὲν ὡς ὑπευθύνους ἡ σύνοδος κατακρίνει, τοὺς δὲ περὶ Ἀθανάσιον ἐλευθέρους καὶ καθαροὺς ἀπὸ πάσης αἰτίας ἀποφαίνεται’. ἐκεῖνοι τοίνυν ὑπὸ φόβου τοῦ συνειδότος ἠλαύνοντο μᾶλλον ἢ τοῖς γράμμασιν ἐπείθοντο· καὶ γὰρ τοὺς ἀδικηθέντας παρ᾽ αὐτῶν ὁρῶντες οὐδὲ πρὸς τοὺς λέγοντας ἐπεστρέφοντο, ἀλλ᾽ ὀξύτερον ἔφευγον.

Ἐκείνων μὲν οὖν οὕτως αἰσχρῶς καὶ ἀπρεπῶς γέγονεν ἡ φυγή, ἡ δὲ ἁγία σύνοδος ἡ ἀπὸ λεʹ καὶ πλέον ἐπαρχιῶν συναχθεῖσα ἐπιγνοῦσα τὴν τῶν Ἀρειανῶν κακοήθειαν ἐδέξατο τοὺς περὶ Ἀθανάσιον εἰς ἀπολογίαν περὶ ὧν πεπόνθασι κἀκεῖνοι κατηγόρησαν, καὶ οὕτως ἀπολογησαμένους, ἅπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἀπεδέξατο καὶ ὑπερεθαύμασεν, ὥστε αὐτούς τε καὶ τὴν κοινωνίαν αὐτῶν ἀγαπῆσαι καὶ γράψαι πανταχοῦ γράψαι τε καὶ εἰς τὴν ἑκάστου παροικίαν καὶ μάλιστα εἰς Ἀλεξάνδρειαν καὶ τὴν Αἴγυπτον καὶ εἰς τὰς Λιβύας, Ἀθανάσιον μὲν καὶ τοὺς σὺν αὐτῷ καθαροὺς καὶ πάσης μέμψεως ἐκτὸς εἶναι, τοὺς δὲ κατ᾽ αὐτῶν γενομένους συκοφάντας κακούργους καὶ πάντα μᾶλλον ἢ Χριστιανοὺς τυγχάνειν. ἀπέλυσαν γοῦν αὐτοὺς μετ᾽ εἰρήνης, καθεῖλον δὲ Στέφανον καὶ Μηνόφαντον, Ἀκάκιον καὶ Γεώργιον τὸν ἐν Λαοδικείᾳ, Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Θεόδωρον καὶ Νάρκισσον. Γρηγόριον γὰρ τὸν ἀπὸ βασιλέως εἰς Ἀλεξάνδρειαν ἀποσταλέντα οὕτως ἀπεκήρυξαν ὡς μηδὲ ὅλως ἐπίσκοπον γενόμενον μηδὲ ὀφείλοντα Χριστιανὸν ὀνομάζεσθαι. ἠκύρωσαν γοῦν καὶ ἃς ἔδοξε καταστάσεις ποιεῖσθαι προστάξαντες μηδὲ αὐτὰς ὅλως ἐν ἐκκλησίαις ὀνομάζεσθαι διὰ τὸ καινὸν τῆς παρανομίας.

Οὕτω μὲν οὖν Ἀθανάσιος καὶ οἱ σὺν αὐτῷ ἀπελύθησαν μετ᾽ εἰρήνης, τά τε γράμματα ἐν τῷ τέλει γέγραπται διὰ τὸ μῆκος τῆς ἐπιστολῆς, καὶ ἡ σύνοδος διαλέλυται, οἱ δὲ καθαιρεθέντες δέον καὶ οὕτως ἠρεμεῖν, οἱ δὲ καὶ μετὰ τὴν οὕτως αἰσχρὰν φυγὴν κατελθόντες τοιαῦτα ἔδρασαν, ὡς ἐκ τούτων μικρὰς αὐτῶν τὰς προτέρας δειχθῆναι πράξεις. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν αὐτοῖς οἱ ἐν Ἀδριανουπόλει κοινωνῆσαι ὡς φυγοῦσιν ἀπὸ τῆς συνόδου καὶ ὑπευθύνοις γενομένοις, ἀνήνεγκαν βασιλεῖ Κωνσταντίῳ καὶ πεποιήκασιν ἀπὸ τῆς ἐκεῖ καλουμένης Φάβρικος δέκα λαικῶν ἀποτμηθῆναι τὰς κεφαλὰς ὑπουργοῦντος αὐτοῖς καὶ εἰς τοῦτο Φιλαγρίου πάλιν ἐκεῖ κόμητος γενομένου. καὶ τούτων τὰ μνήματα πρὸ τῆς πόλεώς ἐστιν, ἅπερ παρερχόμενοι καὶ ἡμεῖς ἑωράκαμεν. εἶτα ὥσπερ κατορθώσαντες, ὅτι διὰ τοῦτ᾽ ἔφυγον, ἵνα μὴ ἐλεγχθῶσι συκοφάνται, ἅπερ ἐβούλοντο, ταῦτα καὶ βασιλεὺς ἐκέλευε. πεποιήκασι γοῦν καὶ ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν ἐξορισθῆναι πρεσβυτέρους δύο καὶ διακόνους τρεῖς.

καὶ Ἄρειον μὲν καὶ Ἀστέριον, τὸν μὲν ἀπὸ Πέτρων τῆς Παλαιστίνης, τὸν δὲ ἀπὸ τῆς Ἀραβίας, ἐπισκόπους τοὺς ἀποπηδήσαντας ἀπ᾽ αὐτῶν οὐ μόνον ἐξώρισαν εἰς τὴν ἄνω Λιβύην, ἀλλὰ καὶ ὕβρεων μετασχεῖν αὐτοὺς πεποιήκασι, Λούκιον δὲ τὸν τῆς Ἀδριανουπόλεως ἐπίσκοπον, ἐπειδὴ ἔβλεπον πολλῇ τῇ κατ᾽ αὐτῶν παρρησίᾳ χρώμενον καὶ ἐλέγχοντα αὐτῶν τὴν ἀσέβειαν, πεποιήκασι πάλιν, ὥσπερ καὶ πρότερον, ἁλύσεσι σιδηραῖς δεθῆναι τὸν τράχηλον καὶ τὰς χεῖρας καὶ οὕτως ἐξώρισαν· ἔνθα καὶ ἐτελεύτησεν, ὡς ἐκεῖνοι γινώσκουσι. καὶ Διόδωρον μὲν ἐπίσκοπον ἐκτοπίζουσιν, Ὀλύμπιον δὲ τὸν ἀπὸ Αἴνων καὶ Θεόδουλον τὸν ἀπὸ τῆς Τραιανουπόλεως, ἀμφοτέρους ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, ἀγαθοὺς καὶ ὀρθοδόξους ἄνδρας, ἐπειδὴ ἑωράκασι μισοῦντας τὴν αἵρεσιν, διέβαλον, τὸ πρῶτον μὲν οἱ περὶ Εὐσέβιον καὶ ἔγραψε βασιλεὺς Κωνστάντιος, τὸ δεύτερον δὲ ὑπέμνησαν οὗτοι. ἦν δὲ τὰ γραφέντα μὴ μόνον ἐκβάλλεσθαι τῶν πόλεων καὶ τῶν ἐκκλησιῶν αὐτούς, ἀλλὰ καὶ κεφαλικὴν διδόναι δίκην, εἴ που εὑρεθεῖεν οὗτοι.

τοῦτο δὲ εἰ καὶ θαυμαστόν, ἀλλ᾽ οὐκ ἀλλότριον τῆς προαιρέσεως αὐτῶν, ὡς γὰρ μαθόντες τὸ τοιοῦτον ἀπὸ τῶν περὶ Εὐσέβιον καὶ ὥσπερ κληρονόμοι τῆς ἀσεβείας καὶ τῆς προαιρέσεως αὐτῶν τυγχάνοντες ἠθέλησαν ὡς οἱ πατέρες αὐτῶν ἐν τῇ Θρᾴκῃ, οὕτω καὶ οὗτοι ἐν τῇ Ἀλεξανδρείᾳ φοβεροὺς ἑαυτοὺς δεῖξαι, καὶ ποιοῦσι γραφῆναι, ὥστε τοὺς λιμένας καὶ τὰς εἰσόδους τῶν πόλεων τηρεῖσθαι, μήπως διὰ τὴν ἀπὸ τῆς συνόδου συγχώρησιν ἐπανέλθωσιν εἰς τὰς ἐκκλησίας. ποιοῦσι δὲ γραφῆναι καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ δικασταῖς περὶ Ἀθανασίου καὶ πρεσβυτέρων τινῶν ἐξ ὀνόματος, ἵνα, εἴτε ἐπίσκοπος εἴτε τις ἐξ ἐκείνων εὑρεθείη τῆς πόλεως ἢ τῶν ὅρων αὐτῆς ἐπιβάς, ἐξῇ τῷ δικαστῇ τῶν εὑρισκομένων τὰς κεφαλὰς ἀποτέμνειν. οὕτως ἡ ἰουδαικὴ νέα αἵρεσις οὐ μόνον ἀρνεῖται τὸν κύριον, ἀλλὰ καὶ φονεύειν μεμάθηκεν.

Οὐδὲ οὕτω δὲ ἠρέμουν, ἀλλ᾽ ὥσπερ ὁ πατὴρ τῆς αἱρέσεως αὐτῶν «περιέρχεται ὡς λέων ζητῶν τίνα καταπίῃ», οὕτως οὗτοι δημοσίου δρόμου τὴν ἐξουσίαν λαβόντες καὶ περιερχόμενοι, ὃν ἂν ηὕρισκον ὀνειδίζοντα τούτοις τὴν φυγὴν καὶ μισοῦντα τὴν ἀρειανὴν αἵρεσιν, τούτους ἐμάστιζον, ἐδέσμενον, ἐποίουν ἐξορίζεσθαι τῆς ἰδίας πατρίδος, φοβερούς τε ἑαυτοὺς οὕτως ἐποίουν, ὡς πολλοὺς μὲν ὑποκριτὰς ποιῆσαι, πολλοὺς δὲ εἰς ἐρημίας φεύγειν ἢ τούτοις βούλεσθαι κἂν ὅλως συντυγχάνειν. τοιαῦτα ἦν αὐτῶν μετὰ τὴν φυγὴν τῆς μανίας τὰ τολμήματα. καὶ γὰρ καὶ δρῶσιν ἄλλο τι καινόν, ὅπερ τῆς μὲν αἱρέσεως αὐτῶν ἐστι κατάλληλον, οὔπω δὲ πρότερον ἠκούσθη, ἀλλ᾽ οὐδὲ τάχα γενήσεταί ποτε οὐδὲ παρὰ τοῖς ἀσελγεστέροις τῶν Ἑλλήνων, μήτιγε Χριστιανοῖς. τῆς γὰρ ἁγίας συνόδου πρεσβευτὰς ἀποστειλάσης ἐπισκόπους, Βικέντιον μὲν τὸν ἀπὸ Καπύης (ἔστι δὲ αὕτη μητρόπολις τῆς Καμπανίας), Εὐφράτην δὲ τὸν ἀπὸ Ἀγριππίνης (ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς ἄνω Γαλλίας), ἵνα, ὡς ἡ σύνοδος ἔκρινε, συγχωρήσῃ βασιλεὺς εἰς τὰς ἐκκλησίας τοὺς ἐπισκόπους ἐπανελθεῖν, ἐπειδὴ καὶ αὐτὸς ἐξέβαλε, γράψαντός τε καὶ τοῦ εὐσεβεστάτου Κώνσταντος τῷ ἀδελφῷ ἑαυτοῦ καὶ συστήσαντος τοὺς ἐπισκόπους.

οἱ θαυμαστοὶ καὶ πρὸς πάντα τολμηροί, ὡς ἑωράκασιν αὐτοὺς ἐπὶ τῆς Ἀντιοχείας, βουλεύονται μὲν κοινῇ, μόνος δὲ Στέφανος ἀναδέχεται τὸ δρᾶμα ὡς ἐπιτηδείως ἔχων περὶ τὰ τοιαῦτα. μισθοῦνται τοίνυν πόρνην δημοσίαν ἐν αὐταῖς ταῖς ἡμέραις τοῦ ἁγιωτάτου πάσχα καὶ γυμνώσαντες ταύτην ἐπαφιᾶσι νυκτὸς Εὐφράτῃ τῷ ἐπισκόπῳ. καὶ ἡ μὲν πόρνη τὸ πρῶτον νομίσασα νεώτερον εἶναι τὸν καλέσαντα προθύμως ἠκολούθει, ὡς δὲ ῥιφεῖσα παρ᾽ ἐκείνων εἶδε κοιμώμενον τὸν ἄνθρωπον καὶ μὴ εἰδότα τὸ γιγνόμενον, εἶτα ὡς κατενόησε καὶ εἶδε πρεσβύτου πρόσωπον καὶ ἐπισκόπου κατάστασιν, εὐθὺς ἀναβοήσασα τὴν βίαν ἐβόα. ἐκεῖνοί τε ἠξίουν σιωπᾶν καὶ καταψεύδεσθαι τοῦ ἐπισκόπου. ἡμέρας τοίνυν γενομένης διατεθρύλητο τὸ πρᾶγμα καὶ πᾶσα ἡ πόλις συνέτρεχεν, οἵ τε ἀπὸ τοῦ παλατίου ἐκινοῦντο θαυμάζοντες τὸ θρυλούμενον καὶ ἀξιοῦντες μὴ σιωπηθῆναι τοῦτο. γέγονε τοίνυν κρίσις, καὶ ὁ μὲν ἑταιροτρόφος ἤλεγξε τοὺς ἐλθόντας ἐπὶ τὴν πόρνην, ἐκεῖνοι δὲ τὸν Στέφανον· ἦσαν γὰρ αὐτοῦ κληρικοί. ὁ μὲν οὖν Στέφανος καθαιρεῖται, καὶ γίγνεται ἀντ᾽ αὐτοῦ Λεόντιος ὁ ἀπόκοπος, ἵνα μόνον μὴ λείπῃ τῇ ἀρειανῇ αἱρέσει προστάτης.