Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Η ανάκληση του Αθανασίου και η αποκατάσταση της ειρήνης

Η μεταστροφή του αυτοκράτορα Κωνσταντίου, η έκδοση αυτοκρατορικών επιστολών υπέρ του Αθανασίου, η υποδοχή του στην Αίγυπτο και η πνευματική άνθηση της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 11

Ὁ δὲ βασιλεὺς Κωνστάντιος ὀλίγον τι κατανυγεὶς εἰς ἑαυτὸν ἦλθε λογισάμενός τε ἐξ ὧν ἔδρασαν τῷ Εὐφράτῃ ὅτι καὶ τὰ κατὰ τῶν ἄλλων ἐπιχειρήματα τοιαῦτά ἐστι, τοὺς μὲν ἐξορισθέντας ἀπὸ τῆς Ἀλεξανδρείας εἰς τὴν Ἀρμενίαν πρεσβυτέρους καὶ διακόνους εὐθὺς ἀπολυθῆναι κελεύει, γράφει δὲ εἰς Ἀλεξάνδρειαν φανερῶς μηκέτι διώκεσθαι τοὺς μετὰ Ἀθανασίου κληρικούς τε καὶ λαικούς. εἶτα μετὰ μῆνάς που δέκα τελευτήσαντος Γρηγορίου μεταπέμπεται καὶ Ἀθανάσιον μετὰ πάσης τιμῆς, οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ τρίτον γράψας αὐτῷ μὲν φιλικά, δι᾽ ὧν θαρρεῖν καὶ ἐλθεῖν προέτρεπε. πέμπει τε πρεσβύτερον καὶ διάκονον, ἵν᾽ ἔτι μᾶλλον θαρρῶν ἐπανέλθοι. ἐνόμιζε γὰρ διὰ τὸν φόβον τῶν πρότερον γενομένων ὀλιγωρεῖν με περὶ τὴν ἐπάνοδον. γράφει δὲ καὶ τῷ ἀδελφῷ ἑαυτοῦ Κώνσταντι, ἵνα καὶ αὐτὸς ἐπανελθεῖν με προτρέψηται. διεβεβαιοῦτο γὰρ ἐνιαυτὸν ὅλον ἐκδέχεσθαι τὸν Ἀθανάσιον καὶ οὐκ ἄν ποτε ἐπιτρέψαι μὴ γενέσθαι τινὰ καινοτομίαν ἢ καὶ κατάστασιν φυλάττων Ἀθανασίῳ τῷ ἐπισκόπῳ τὰς ἐκκλησίας.

Οὕτω δὴ οὖν γράψαντος αὐτοῦ καὶ προτρεψαμένου διὰ πολλῶν (καὶ γὰρ καὶ τοὺς κόμητας αὐτοῦ πεποίηκε γράψαι, Πολέμιον, Δατιανόν, Βαρδίωνα, Θάλασσον, Ταῦρον καὶ Φλωρέντιον, οἷς καὶ μᾶλλον πιστεύειν ἦν), τὸ δὲ ὅλον δεδωκὼς τῷ θεῷ τῷ καὶ εἰς τοῦτο κατανύξαντι τὸν Κωνστάντιον ἦλθεν Ἀθανάσιος μετὰ τῶν σὺν αὐτῷ πρὸς αὐτόν, γνησίως τε αὐτὸν ἑώρακε καὶ ἀπέλυσεν εἰσελθεῖν εἰς τὴν πατρίδα καὶ τὰς ἐκκλησίας γράψας καὶ τοῖς κατὰ τόπον δικασταῖς, ἐπειδὴ πρότερον προστάξας ἦν φυλάττεσθαι τὰς διόδους, ἵνα ἀκώλυτον ἔχωσι τὴν πάροδον. εἶτα τοῦ ἐπισκόπου ἀποδυρομένου περὶ ὧν πέπονθε καὶ περὶ τῶν κατ᾽ αὐτοῦ γραφέντων παρ᾽ αὐτοῦ παρατιθεμένου τε, μὴ πάλιν μετὰ τὴν ἀποδημίαν διαβολαὶ γένωνται παρὰ τῶν ἐχθρῶν, καὶ λέγοντος· ‘κάλει τούτους, εἰ βούλει, (ἔξεστι γὰρ ἑστάναι τούτους δι᾽ ἡμᾶς) καὶ διελέγχομεν αὐτούς’, τοῦτο μὲν οὐ πεποίηκε, πάντα δέ, ὅσα πρότερον ἐκ διαβολῆς ἦν γραφέντα κατ᾽ αὐτοῦ, ἀναιρεθῆναι ταῦτα καὶ ἀπαλειφῆναι κελεύει διαβεβαιωσάμενος· ‘μηκέτι τοῦ λοιποῦ διαβολῶν ἀνέχεσθαι, ἀλλ᾽ εἶναι βεβαίαν καὶ ἀμετάβλητον τὴν προαίρεσιν’. καὶ τοῦτο οὐχ ἁπλῶς ἔλεγεν, ἀλλ᾽ ὅρκοις ἐπεσφράγιζε τοὺς λόγους τὸν θεὸν ἐπὶ τούτοις καλῶν μάρτυρα.

πολλοῖς γοῦν καὶ ἑτέροις λόγοις προτρεψάμενος αὐτὸν καὶ θαρρεῖν παρακελευσάμενος γράφει πρὸς τοὺς ἐπισκόπους καὶ τοὺς δικαστὰς ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ κληρικοῖς τῆς καθολικῆς ἐκκλησίας.

Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος ... (Ἐγράφη ὀπίσω εἰς τὸν ξεʹ λόγον καὶ ἔστιν ἐξ ὁλοκλήρου ὁμοία ταύτης.)

Ἑτέρα ἐπιστολή Κωνσταντίου πρὸς τὸν τῆς Ἀλεξανδρείας λαόν. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν ... (Ἐγράφη καὶ αὕτη ὁμοίως εἰς τὸν αὐτὸν ξεʹ λόγον καὶ διὰ τὸ μηδὲν παραλάσσειν κατελείφθησαν νῦν ἄγραφοι.)

Ἑτέρα ἐπιστολή Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ ἐπάρχῳ Αἰγύπτου. Φανερόν ἐστι πρὸ τούτου πρόσταξιν ἡμετέραν γεγενῆσθαι, ὥστε κατὰ τῆς ὑπολήψεως Ἀθανασίου τοῦ αἰδεσιμωτάτου ἐπισκόπου γράμματά τινα εὑρίσκεσθαι, ταῦτά τε συνέστηκεν ἐν τῇ τάξει τῆς σῆς καθοσιώσεως εἶναι. βουλόμεθα τοιγαροῦν, ἵνα ἡ δεδοκιμασμένη ἡμῖν νηφαλιότης σου πάσας τὰς ἐπιστολὰς ὅσας ἂν περὶ τοῦ ὀνόματος τοῦ προειρημένου γενομένας ἐν τῇ ὑπὸ σὲ τάξει ἀκολούθως τῇ ἡμετέρᾳ ταύτῃ κελεύσει εἰς τὸ ἡμέτερον κομητάτον ἀποστείλῃ.

Ἃ δὲ καὶ μετὰ θάνατον τοῦ μακαρίου Κώνσταντος ἔγραψεν, ἔστι ταῦτα, Ῥωμαιστὶ μὲν γραφέντα, ἑρμηνευθέντα δὲ Ἑλληνιστί· Νικητὴς Κωνστάντιος Αὔγουστος Ἀθανασίῳ. Εὐχὴν ἀεί μοι ταύτην γεγενῆσθαι, ὥστε πάντα καταθυμίως ἀποβαίνειν τῷ ποτέ μου ἀδελφῷ Κώνσταντι, οὐδὲ τὴν σὴν σύνεσιν ἔλαθεν· ἐν ὅσῃ τε λύπῃ διετέθην μαθὼν τοῦτον ἀνῃρῆσθαι παρά τινων ἀνοσιωτάτων, στοχάζεσθαι πάλιν δύναται ἡ σὴ φρόνησις. ἐπεὶ οὖν τινές εἰσιν οἱ ἐν τῷ παρόντι καιρῷ, τῷ οὕτω πενθικῷ, πειρώμενοί σε ἐκφοβεῖν, διὰ τοῦτο ταῦτα πρὸς τὴν σὴν στερρότητα δοθῆναι τὰ γράμματα ἐδικαίωσα προτρεπόμενός σε, ἵνα, ὡς πρέπει ἐπίσκοπον, τοὺς λαοὺς τὰ ὀφειλόμενα τῇ θείᾳ θρησκείᾳ διδάσκῃς καὶ μετ᾽ αὐτῶν συνήθως εὐχαῖς σχολάζῃς καὶ μὴ ματαίοις θρύλοις, εἴτινες ἂν γένοιντο, πιστεύσῃς. ἡμῖν γὰρ τοῦτο ἐν τῇ ψυχῇ πέπηγεν, ὥστε σε ἀκολούθως τῇ ἡμετέρᾳ προαιρέσει διαπαντὸς ἐν τῷ τόπῳ σου θέλειν ἐπίσκοπον εἶναι. ἡ θεία πρόνοια πολλοῖς ἔτεσί σε διατηροίη, γονεῦ προσφιλέστατε.

Τούτων οὕτω πραχθέντων οὕτω τε συνταξαμένων καὶ τῆς ὁδοῦ λοιπὸν ἐπιβάντων οἱ μὲν φίλοι φίλον ὁρῶντες ἔχαιρον, τῶν δὲ ἄλλων οἱ μὲν ἐδυσωποῦντο βλέποντες αὐτόν, οἱ δὲ καὶ παρρησίαν οὐκ ἔχοντες ἐκρύπτοντο, οἱ δὲ καὶ μετεγίνωσκον ἐφ᾽ οἷς ἔγραψαν κατὰ τοῦ ἐπισκόπου. πάντες γοῦν οἱ ἀπὸ Παλαιστίνης ἐπίσκοποι χωρὶς δύο που ἢ τριῶν καὶ αὐτῶν ὑπόπτων τυγχανόντων οὕτω τὸν Ἀθανάσιον ὑπεδέξαντο καὶ τὴν πρὸς αὐτὸν ἠσπάσαντο κοινωνίαν, ὡς καὶ γράψαι καὶ ἀπολογήσασθαι, ὅτι, ἃ πρότερον ἔγραψαν, οὐ κατὰ προαίρεσιν, ἀλλὰ βιαζόμενοι πεποιήκασι. περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ καὶ ταῖς Λιβύαις ἐπισκόπων καὶ τῶν ἐν αὐταῖς καὶ τῶν ἐν Ἀλεξανδρείᾳ λαῶν περιττόν ἐστι καὶ λέγειν, πάντων συντρεχόντων καὶ ἀνεκλάλητον ἐχόντων τὴν χαράν, οὐχ ὅτι μόνον τοὺς ἰδίους παρ᾽ ἐλπίδα ζῶντας ἀπελάμβανον, ἀλλ᾽ ὅτι καὶ τῶν αἱρετικῶν ὡς τυράννων καὶ λυττώντων κυνῶν ἀπηλλάττοντο. μεγάλη γοῦν ἦν εὐφροσύνη τῶν λαῶν ἐν ταῖς συνάξεσι παροξυνόντων ἀλλήλους εἰς ἀρετήν.

πόσαι τῶν ἀγάμων πρότερον οὖσαι πρὸς γάμον ἕτοιμοι ἔμειναν παρθένοι τῷ Χριστῷ· πόσοι νεώτεροι βλέποντες ἑτέρους τὸν μονήρη βίον ἠγάπησαν· πόσοι πατέρες προέτρεπον τέκνα· πόσοι δὲ καὶ παρὰ τέκνων ἠξιώθησαν, μὴ ἐμποδίζεσθαι τῆς ἐν Χριστῷ ἀσκήσεως· πόσαι γυναῖκες ἔπεισαν ἄνδρας, πόσαι δὲ καὶ παρὰ ἀνδρῶν ἐπείσθησαν «σχολάζειν τῇ προσευχῇ», ὡς εἶπεν ὁ ἀπόστολος· πόσαι χῆραι, πόσοι δὲ καὶ ὀρφανοὶ τὸ πρότερον πεινῶντες καὶ γυμνοὶ τυγχάνοντες ἐκ πολλῆς τῆς τῶν λαῶν προθυμίας οὔτε λοιπὸν ἐπείνων, ἀλλὰ καὶ ἐνδεδυμένοι προήρχοντο. καὶ ὅλως τοσαύτη ἦν ἅμιλλα περὶ ἀρετήν, ὡς ἑκάστην οἰκίαν καὶ οἶκον ἑκάστου νομίζειν ἐκκλησίαν εἶναι διὰ τὴν τῶν ἐνοικούντων φιλοκαλίαν τε καὶ τὴν πρὸς τὸν θεὸν εὐχήν. εἰρήνη τε ἦν ἐν ταῖς ἐκκλησίαις βαθεῖα καὶ θαυμαστὴ γραφόντων τῶν πανταχόθεν ἐπισκόπων καὶ δεχομένων παρὰ Ἀθανασίου τὰ συνήθη τῆς εἰρήνης γράμματα.