Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν

Μέγας Αθανάσιος

Η προσωρινή μετάνοια και η υποτροπή των Αρειανών ηγετών

Η έγγραφη μετάνοια του Ουρσακίου και του Ουάλεντος, η επακόλουθη υπαναχώρησή τους λόγω φθόνου των ευσεβιανών και η παρακίνηση του Κωνσταντίου να αθετήσει τους όρκους του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 11

Καὶ γὰρ καὶ Οὐρσάκιος καὶ Οὐάλης ὥσπερ ὑπὸ τοῦ συνειδότος μαστιζόμενοι μετέγνωσαν καὶ γράφουσι μὲν αὐτῷ τῷ ἐπισκόπῳ φιλικὴν καὶ εἰρηνικὴν ἐπιστολήν, καίτοι μὴ λαβόντες παρ᾽ αὐτοῦ γράμματα. ἀνελθόντες δὲ καὶ εἰς τὴν Ῥώμην μετενόουν ὁμολογοῦντες ὅτι πάντα, ὅσαπερ πεποιήκασι καὶ εἰρήκασι κατ᾽ αὐτοῦ, ταῦτα εἶναι πάντα ψευδῆ καὶ μόνον συκοφαντίαν. οὐχ ἁπλῶς δὲ τοῦτο οὐδ᾽ αὐτοὶ πεποιήκασιν, ἀλλὰ γὰρ καὶ ἀναθεματίσαντες τὴν ἀρειανὴν αἵρεσιν ἔγγραφον τὴν μετάνοιαν αὐτῶν δεδώκασι γράψαντες Ἰουλίῳ τῷ ἐπισκόπῳ, Ῥωμαιστὶ μέν, μεταβληθέντα δὲ Ἑλληνιστί, ταῦτα· τὸ γὰρ ἀντίγραφον ἀπεστάλη ἡμῖν παρὰ Παύλου ἐπισκόπου Τριβέρων Ῥωμαιστί.

Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ Κυρίῳ μου μακαριωτάτῳ πάπᾳ Ἰουλίῳ Οὐρσάκιος καὶ Οὐάλης. Ἐπειδὴ συνέστηκεν ἡμᾶς πρὸ τούτου πολλά τε καὶ δεινά ... (Ἐγράφη ὀπίσω εἰς τὸν ξηʹ λόγον καὶ ἔστι κατὰ πάντα ὁμοία καὶ ἴση.)

Ἑρμηνεία ἀπὸ Ῥωμαικοῦ Κυρίῳ μου ἀδελφῷ Ἀθανασίῳ ἐπισκόπῳ Οὐρσάκιος καὶ Οὐάλης ἐπίσκοποι. Ἀφορμὴ ἡμῖν ἐδόθη διὰ τοῦ ἀδελφοῦ καὶ συμπρεσβυτέρου ... (Ἐγράφη ὀπίσω εἰς τὸν αὐτὸν ξηʹ λόγον καὶ ἔστιν ὁμοία καὶ ἴση ἐξ ὁλοκλήρου.) Ταῦτα γράψαντες ὑπέγραψαν καὶ τοῖς εἰρηνικοῖς παρερχομένων πρεσβυτέρων Ἀθανασίου Πέτρου τε καὶ Εἰρηναίου καὶ Ἀμμωνίου λαικοῦ, καίτοι μηδὲ δι᾽ αὐτῶν γράψαντος αὐτοῖς.

Τίς τοίνυν οὐκ ἐθαύμαζε βλέπων ταῦτα καὶ τὴν τοσαύτην τῶν ἐκκλησιῶν εἰρήνην; τίς οὐκ ἔχαιρεν ὁρῶν τῶν τοσούτων ἐπισκόπων τὴν ὁμόνοιαν; τίς οὐκ ἐδόξαζε τὸν κύριον θεωρῶν τῶν λαῶν τὴν ἐν ταῖς συνάξεσιν εὐφροσύνην; πόσοι τῶν ἐχθρῶν μετενόουν· πόσοι τῶν πρότερον διαβαλλόντων ἀπελογοῦντο· πόσοι πρότερον μισοῦντες αὐτὸν ὕστερον ἠγάπησαν· πόσοι τῶν γραψάντων κατ᾽ αὐτοῦ παλινῳδίαν ᾖσαν. πολλοὶ καὶ τῶν μὴ προαιρέσει, ἀλλ᾽ ἀνάγκῃ μετὰ τῶν Ἀρειανῶν ὄντες ἐρχόμενοι νυκτὸς ἀπελογοῦντο, καὶ τὴν μὲν αἵρεσιν ἀνεθεμάτιζον, ἠξίουν δὲ συγγνώμην ἔχειν, ὅτι διὰ τὰς συσκευὰς καὶ τὰς διαβολὰς τὰς παρ᾽ αὐτῶν γιγνομένας τοῖς μὲν σώμασιν ἐκεῖ φαίνονται, τῇ δὲ καρδίᾳ μετὰ Ἀθανασίου συνάγονται καὶ ἀεὶ μετ᾽ αὐτοῦ τυγχάνουσι· ναὶ πιστεύσατε.

Ἀλλὰ ταῦτα ἀκούοντες καὶ βλέποντες οἱ κληρονόμοι τῆς γνώμης καὶ τῆς ἀσεβείας τῶν περὶ Εὐσέβιον, Λεόντιος ὁ ἀπόκοπος, ὃν οὐδὲ ὡς λαικὸν κοινωνεῖν ἐχρῆν, διότι ἑαυτὸν ἀπέκοψεν ὑπὲρ τοῦ μετ᾽ ἐξουσίας λοιπὸν κοιμᾶσθαι μετὰ Εὐστολίου τινός, γυναικὸς μὲν δι᾽ αὐτόν, λεγομένης δὲ παρθένου, Γεώργιός τε καὶ Ἀκάκιος καὶ Θεόδωρος καὶ Νάρκισσος, οἵτινες καὶ ἐν τῇ συνόδῳ καθῃρέθησαν, μεγάλως ᾐσχύνοντο. εἶτα βλέποντες τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων συμφωνίαν τε καὶ εἰρήνην, πλείους δὲ ἦσαν υʹ, ἀπό τε τῆς μεγάλης Ῥώμης καὶ τῆς Ἰταλίας πάσης Καλαβρίας τε καὶ Ἀπουλίας καὶ Καμπανίας Βριττίας τε καὶ Σικελίας Σερδινίας τε καὶ Κορσικῆς καὶ πάσης τῆς Ἀφρικῆς τούς τε ἀπὸ Γαλλίων καὶ Βριττανίας καὶ Σπανίων μετὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, ἔπειτα τοὺς ἀπὸ τῶν Παννονίων καὶ Νωρικοῦ καὶ Σισκίας Δαλματίας τε καὶ Δαρδανίας Δακίας τε καὶ Μυσίας Μακεδονίας Θεσσαλίας καὶ πάσης τῆς Ἀχαίας καὶ Κρήτης Κύπρου τε καὶ Λυκίας καὶ πλείστους τῆς Παλαιστίνης τε καὶ Ἰσαυρίας Αἰγύπτου καὶ Θηβαίδος καὶ πάσης Λιβύης καὶ Πενταπόλεως· ταῦτα βλέποντες ἐκεῖνοι φθόνῳ καὶ φόβῳ συνεσχέθησαν, φθόνῳ μὲν διὰ τὴν τοσούτων κοινωνίαν, φόβῳ δὲ μὴ οἱ παρ᾽ αὐτῶν ἀπατηθέντες προστεθῶσι τῇ τῶν τοσούτων ὁμοψυχίᾳ καὶ λοιπὸν ἡ αἵρεσις αὐτῶν παραδειγματισθεῖσα θριαμβευθῇ καὶ στηλιτευθῇ πανταχοῦ.

Πρῶτον μὲν τοὺς περὶ Οὐρσάκιον καὶ Οὐάλεντα ὡς τοὺς κύνας μεταπείθουσι μεταβαλέσθαι καὶ εἰς τὸν ἴδιον ἐμετὸν ἐπιστρέψαι καὶ ὡς τοὺς χοίρους εἰς τὸν πρότερον βόρβορον τῆς ἀσεβείας πάλιν κυλισθῆναι πρόφασίν τε τῆς μετανοίας πλάσασθαι, ὡς διὰ φόβον τοῦ θεοσεβεστάτου Κώνσταντος εἶεν τοῦτο πεποιηκότες, καίτοι, εἰ καὶ φόβος ἦν, ἀλλ᾽ οὐκ ἐχρῆν, εἴπερ ἐθάρρουν οἷς ἔπραξαν, προδότας τούτων γίγνεσθαι. ὅτε δὲ οὐδὲ φόβος, ἀλλ᾽ ἐψεύδοντο, πῶς οὐκ ἄξιοι πάσης καταγνώσεώς εἰσιν; οὔτε γὰρ στρατιώτου παρόντος, οὐ παλατινῶν ἢ νοταρίων ἀποσταλέντων, ὁποῖα νῦν αὐτοὶ ποιοῦσιν, ἀλλ᾽ οὐδὲ βασιλέως παρόντος οὐδὲ ὅλως κληθέντες παρά τινος ἔγραψαν, ἀλλ᾽ αὐτοὶ θέλοντες ἀνῆλθον εἰς τὴν Ῥώμην καὶ ἐν τῇ ἐκκλησίᾳ, ἔνθα φόβος μὲν ἔξωθεν οὐκ ἦν, μόνος δὲ ὁ τοῦ θεοῦ φόβος ἐστὶ καὶ ἐλευθέραν ἕκαστος ἔχει τὴν προαίρεσιν δι᾽ ἑαυτῶν μετενόησαν καὶ ἔγραψαν. καὶ ὅμως Ἀρειανοὶ δεύτερον γενόμενοι τοιαύτην πάλιν ἀπρεπῆ πρόφασιν ἐπινοήσαντες οὐκ ἐρυθριῶσιν.

Ἔπειτα κοινῇ προσελθόντες παρεκάλουν τὸν βασιλέα Κωνστάντιον λέγοντες ‘καὶ τὸ πρῶτον ἀξιοῦντες οὐκ ἐπιστεύθημεν· ἐλέγομεν γάρ, ὅτε μετεπέμπου τὸν Ἀθανάσιον, ὅτι τοῦτον προσκαλούμενος τὴν ἡμετέραν αἵρεσιν ἐκβάλλεις. οὗτος γὰρ ἐξ ἀρχῆς κατ᾽ αὐτῆς γέγονε καὶ οὐ παύεται ταύτην οὗτος ἀναθεματίζων. αὐτὸς μὲν οὖν ἤδη πεπλήρωκε τὰ πανταχοῦ γράφων καθ᾽ ἡμῶν, καὶ οἱ μὲν πλεῖστοι τὴν μετ᾽ αὐτοῦ κοινωνίαν ἔχουσι, τῶν δὲ καὶ δοξάντων μεθ᾽ ἡμῶν εἶναι οἱ μὲν προσετέθησαν αὐτῷ, οἱ δὲ μέλλουσιν· ἡμεῖς δὲ ἐμείναμεν μόνοι. καὶ φόβος μὴ καὶ ἡ αἵρεσις γνωσθῇ καὶ λοιπὸν ἡμεῖς καὶ σὺ χρηματίσωμεν αἱρετικοί. κἂν τοῦτο γένηται, σκόπει μὴ μετὰ Μανιχαίων λογισθῶμεν. ἄρξαι πάλιν οὖν διώκειν καὶ πρόστα τῆς αἱρέσεως· καὶ γὰρ καὶ αὕτη σὲ βασιλέα ἔχει.’ τοιαῦτα μὲν οὖν ἦν τούτων τὰ τῆς πανουργίας ῥήματα. καὶ αὐτὸς δὲ διερχόμενος, ὅτε πρὸς Μαγνέντιον ἔσπευδε, καὶ βλέπων τὴν πρὸς Ἀθανάσιον τῶν ἐπισκόπων κοινωνίαν, ὡς ὑπὸ πυρὸς ἀναφθεὶς μετεβάλλετο τὴν γνώμην καὶ οὔτε τῶν ὅρκων ἐμνημόνευσεν, ἀλλὰ καὶ ὧν ἔγραψεν ἐπελάθετο καὶ τῶν πρὸς τὸν ἀδελφὸν καθηκόντων ἀγνώμων γέγονε. καὶ γὰρ καὶ αὐτῷ γράφων καὶ Ἀθανάσιον ἑωρακὼς ὅρκους δέδωκε, μὴ ἄλλως ποιήσειν, ἢ ὡς ἂν ὁ λαὸς βούληται καὶ τῷ ἐπισκόπῳ καταθυμίως τυγχάνοι. ἀλλ᾽ ἡ πρὸς τὴν ἀσέβειαν σπουδὴ πάντων ἀθρόως αὐτὸν ἐπιλαθέσθαι πεποίηκεν.

οὐ δεῖ δὲ θαυμάζειν, εἰ μετὰ τοσαῦτα γράμματα καὶ τοσούτους ὅρκους ἠλλοιώθη Κωνστάντιος, ὅπουγε καὶ ὁ τῆς Αἰγύπτου τότε τύραννος Φαραὼ πολλάκις ἐπαγγελλόμενος καὶ διὰ τοῦτο λαμβάνων τῶν βασάνων ἄνεσιν μετετίθετο, ἕως εἰς τέλος ἀπώλετο σὺν αὐτοῖς τοῖς ὁμονοήσασιν αὐτῷ.