Ἔργον
Μέγας Αθανάσιος – Ἱστορία τῶν Ἀρειανῶν
Ο εξαναγκασμός των επισκόπων και η εξορία του Λιβερίου
Τα νέα αυτοκρατορικά διατάγματα κατά των ορθοδόξων, η ηρωική αντίσταση των δυτικών ομολογητών και η δίωξη και εξορία του επισκόπου Ρώμης Λιβερίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ο εξαναγκασμός των επισκόπων και η εξορία του Λιβερίου
Τα νέα αυτοκρατορικά διατάγματα κατά των ορθοδόξων, η ηρωική αντίσταση των δυτικών ομολογητών και η δίωξη και εξορία του επισκόπου Ρώμης Λιβερίου.
Τούτους μὲν οὖν κατὰ πόλιν πρῶτον ἐβιάζετο μετατίθεσθαι, γενόμενος δὲ ἐν τῇ Ἀρελατῷ καὶ τῇ Μεδιολάνῳ λοιπόν, ὡς οἱ αἱρετικοὶ συνεβούλευσαν καὶ ὑπέθεντο, οὕτως αὐτὸς ἔπραττε, μᾶλλον δὲ οὕτως καὶ αὐτοὶ διεπράττοντο καὶ ἐνήλλοντο κατὰ πάντων ἔχοντες τὴν ἐξουσίαν. καὶ εὐθὺς ὧδε μὲν ἐντολαὶ καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα τέως ὁ σῖτος ἀφαιρεθῇ παρὰ Ἀθανασίου καὶ δοθῇ τοῖς τὰ Ἀρείου φρονοῦσι, καὶ ἵνα ἐξῇ ὑβρίζειν τοῖς βουλομένοις τοὺς μετ᾽ αὐτοῦ συναγομένους. ἀπειλή τε ἦν τοῖς δικασταῖς, εἰ μὴ συνάγοιντο μετὰ τῶν Ἀρειανῶν. ἦν δὲ ταῦτα προοίμια τῶν μετὰ ταῦτα γενομένων διὰ τοῦ δουκὸς Συριανοῦ. εἰς δὲ τὰ ἔξω μέρη προστάγματα πάλιν, καὶ νοτάριοι κατὰ πόλιν καὶ παλατινοὶ φέροντες ἀπειλὰς ἀπεστέλλοντο πρός τε τοὺς ἐπισκόπους καὶ τοὺς δικαστάς, ἵν᾽ οἱ μὲν δικασταὶ ἐπείγωσιν, οἱ δὲ ἐπίσκοποι ἢ ἵνα κατὰ Ἀθανασίου γράφωσι κοινωνίαν ἔχοντες πρὸς τοὺς Ἀρειανοὺς ἢ τιμωρίαν αὐτοὶ μὲν ὑπομένωσιν ἐξοριστίας, οἱ δὲ τούτοις συνερχόμενοι λαοὶ δεσμὰ καὶ ὕβρεις καὶ πληγὰς κατ᾽ αὐτῶν καὶ ἀφαίρεσιν τῶν ἰδίων ὑπαρχόντων ἔσεσθαι γινώσκοιεν. οὐκ ἠμελεῖτο δὲ τὸ πρόσταγμα· καὶ γὰρ εἶχον οἱ ἀποσταλέντες μεθ᾽ ἑαυτῶν κληρικοὺς Οὐρσακίου καὶ Οὐάλεντος, ἵνα καὶ παροξύνωσι καὶ ἀμελοῦντας τοὺς δικαστὰς κατενέγκωσι τῷ βασιλεῖ.
καὶ τὰς μὲν αἱρέσεις ὡς μικροτέρας ἑαυτῶν ἀδελφὰς συνεχώρουν βλασφημεῖν εἰς τὸν κύριον, μόνοις δὲ τοῖς Χριστιανοῖς ἐπεβούλευον οὐ φέροντες ἀκούειν περὶ Χριστοῦ λόγων εὐσεβῶν. πόσοι τοιγαροῦν ἐπίσκοποι κατὰ τὸ γεγραμμένον «ἐπὶ ἡγεμόνας καὶ βασιλέας ἤχθησαν» καὶ παρὰ δικαστῶν ἤκουσαν· ‘ἢ ὑπογράψατε ἢ τῶν ἐκκλησιῶν ἀναχωρεῖτε, καθαιρεθῆναι γὰρ ὑμᾶς βασιλεὺς προσέταξε’. πόσοι διεσείσθησαν παρ᾽ αὐτῶν κατὰ πόλιν, ἵνα μὴ ὡς φίλους τῶν ἐπισκόπων αὐτοὺς καταμέμψωνται. καὶ γὰρ καὶ πολιτευταῖς ἐγράφετο, καὶ ἦν ἀπειλή, ζημία χρημάτων, εἰ μὴ ἀναγκάζοι ἕκαστος τὸν τῆς ἰδίας πόλεως ἐπίσκοπον ὑπογράφειν. καὶ ὅλως πᾶς τόπος καὶ πᾶσα πόλις ἐπεπλήρωτο φόβου καὶ ταραχῆς τῶν μὲν ἐπισκόπων ἑλκομένων, τῶν δὲ δικαστῶν ὁρώντων τοὺς ὀδυρμοὺς καὶ στεναγμοὺς τῶν λαῶν.
Ταῦτα μὲν παρὰ τῶν ἀποσταλέντων παλατινῶν ἐπράττετο, οἱ δὲ θαυμαστοὶ θαρροῦντες αἷς ἔχουσι προστασίαις σπουδὴν τίθενται· καὶ οὕτω τῶν ἐπισκόπων τοὺς μὲν πρὸς βασιλέα καλοῦσι, τοὺς δὲ πάλιν διὰ γραμμάτων μεθοδεύουσι πλάττοντες κατ᾽ αὐτῶν προφάσεις, ἵν᾽ οἱ μὲν παρόντα Κωνστάντιον καταπτήξωσιν, οἱ δὲ τοὺς ἀποσταλέντας καὶ τὰς ἀπειλὰς τῆς ἐκ προφάσεως συκοφαντίας φοβηθέντες μεταθῶνται τῆς ἑαυτῶν ὀρθῆς καὶ εὐσεβοῦς μνήμης. οὕτω γοῦν ἐβιάσατο βασιλεὺς τὸ τοσοῦτον τῶν ἐπισκόπων πλῆθος, τὰ μὲν ἀπειλῶν, τὰ δὲ ἐπαγγελλόμενος, εἰπεῖν· ‘οὐκέτι κοινωνοῦμεν Ἀθανασίῳ’. οἱ γὰρ ἐρχόμενοι πρὸς αὐτὸν οὐ πρότερον ἔβλεπον αὐτὸν οὔδ᾽ ὅλως ἄνεσιν ἔχειν τινὰ ἢ προιέναι τῆς ἰδίας οἰκήσεως ἐπετρέποντο, πρὶν ἂν ὑπογράψωσιν ἢ ἀνανεύοντες ἐξορισθῶσιν. ἐποίει δὲ τοῦτο διὰ τὸ συνορᾶν ἀπὸ πάντων μισεῖσθαι τὴν αἵρεσιν, διὸ μάλιστα καὶ ἠνάγκασε τοὺς τοσούτους τοῖς ὀλίγοις συναριθμηθῆναι. καὶ ἐσπούδασεν ὄχλον ὀνομάτων συναγαγεῖν, πρὸς φθόνον μὲν κατὰ τοῦ ἐπισκόπου, φαντασίας δὲ χάριν τῆς ἀρειανῆς ἀσεβείας, ἧς αὐτὸς προίσταται οἰόμενος ὅτι ὡς τοὺς ἀνθρώπους οὕτω καὶ τὴν ἀλήθειαν μεταστρέψαι δυνήσεται, οὐκ εἰδὼς οὐδὲ ἀναγνοὺς ὅτι οὐδὲ Σαδδουκαῖοι καὶ Ἡρωδιανοὶ προσλαβόμενοι τοὺς Φαρισαίους ἴσχυσαν ἐπικρύψαι τὴν ἀλήθειαν.
μᾶλλον γὰρ καὶ οὕτως αὕτη μὲν καθημέραν λαμπρὰ δείκνυται, οὗτοι δὲ καὶ κράξαντες· «οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα», καὶ ἔχοντες τὴν Πιλάτου κρίσιν οὐδὲν ἧττόν εἰσιν ἔρημοι καὶ πάσης αἰσχύνης, προσδοκῶντες ὅσον οὐδέπω μένειν καὶ αὐτοὶ κατὰ ‘τὸν πέρδικα’ γυμνοί, ὅταν ἴδωσι καὶ τὸν προστάτην ἑαυτῶν ἀποθνήσκοντα.
Εἰ δὲ καὶ ἀπρεπὲς τὸ ὅλως ἐπὶ τούτοις φοβηθέντας τινὰς τῶν ἐπισκόπων μεταθέσθαι, ἀλλὰ μᾶλλον ἀπρεπέστερον καὶ οὐ θαρρούντων οἷς πεπιστεύκασι τὸ βιάζεσθαι καὶ ἀναγκάζειν τοὺς μὴ βουλομένους. οὕτως ὁ μὲν διάβολος ἐπεὶ μηδὲν ἀληθὲς ἔχει «ἐν πελέκει καὶ λαξευτηρίῳ» ἐπιβαίνων κατεάσσει τὰς θύρας τῶν μὴ δεχομένων αὐτόν, ὁ δὲ σωτὴρ οὕτως ἐστὶ πρᾶος, ὡς διδάσκειν μὲν «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν» καὶ «ὁ θέλων εἶναί μου μαθητής», ἐρχόμενον δὲ πρὸς ἕκαστον μὴ βιάζεσθαι, ἀλλὰ μᾶλλον κρούειν τε καὶ λέγειν· «ἄνοιξόν μοι, ἀδελφή μου νύμφη», καὶ ἀνοιγόντων μὲν εἰσέρχεται, ὀκνούντων δὲ καὶ μὴ θελόντων ἐκείνων ἀναχωρεῖ. οὐ γὰρ ξίφεσιν ἢ βέλεσιν οὐδὲ διὰ στρατιωτῶν ἡ ἀλήθεια καταγγέλλεται, ἀλλὰ πειθοῖ καὶ συμβουλίᾳ. ποία οὖν πειθώ, ἔνθα βασιλέως φόβος; ἢ ποία συμβουλία, ἐν ᾗ ὁ ἀντιλέγων τὸ τέλος ἐξορισμὸν ἔχει καὶ θάνατον; καὶ ὁ μὲν Δαυὶδ καίτοι βασιλεὺς ὢν καὶ τὸν ἐχθρὸν ὑπὸ χεῖρας ἔχων θέλοντάς τε τοὺς στρατιώτας ἀποκτεῖναι τὸν ἐχθρὸν οὐ τῇ ἐξουσίᾳ κεκώλυκεν, ἀλλ᾽, ὡς ἡ γραφή φησιν, ἔπεισε Δαυὶδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις καὶ οὐκ ἔδωκεν αὐτοῖς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. αὐτὸς δὲ τὸν λόγον οὐκ ἔχων μετ᾽ ἐξουσίας πάντας βιάζεται, ἵνα δειχθῇ πᾶσιν ὅτι ἡ φρόνησις αὐτῶν οὐκ ἔστι κατὰ θεόν, ἀλλ᾽ ἀνθρωπίνη, καὶ ὅτι οἱ τὰ Ἀρείου φρονοῦντες ‘οὐκ ἔχουσιν ἀληθῶς βασιλέα εἰ μὴ Καίσαρα’.
δι᾽ αὐτοῦ γὰρ πάντα μὲν ὅσαπερ βούλονται καὶ πράττουσιν οἱ χριστομάχοι, δόξαντες δὲ δι᾽ αὐτοῦ πολλοῖς ἐπιβουλεύειν ἠγνόησαν πολλοὺς ποιήσαντες ὁμολογητὰς γενέσθαι, ἐξ ὧν εἰσιν οἱ νῦν λαμπρᾷ χρησάμενοι τῇ ὁμολογίᾳ ἄνδρες εὐλαβεῖς καὶ ἐπίσκοποι ἀγαθοί, Παυλῖνος ὁ ἀπὸ Τριβέρων τῆς μητροπόλεως τῶν Γαλλίων ἐπίσκοπος καὶ Λουκίφερ ὁ ἀπὸ μητροπόλεως τῆς Σερδινίας ἐπίσκοπος Εὐσέβιος τε ὁ ἀπὸ Βερκέλλων τῆς Ἰταλίας καὶ Διονύσιος ὁ ἀπὸ Μεδιολάνων, ἔστι δὲ καὶ αὕτη μητρόπολις τῆς Ἰταλίας. τούτους γὰρ βασιλεὺς καλέσας ἐκέλευσε κατὰ Ἀθανασίου μὲν ὑπογράφειν, τοῖς δὲ αἱρετικοῖς κοινωνεῖν. εἶτα ἐκείνων θαυμαζόντων τὸ καινὸν ἐπιτήδευμα τοῦτο καὶ λεγόντων, μὴ εἶναι τοῦτον ἐκκλησιαστικὸν κανόνα, εὐθὺς ἐκεῖνος· ‘ἀλλ᾽ ὅπερ ἐγὼ βούλομαι, τοῦτο κανών’, ἔλεγε· ‘νομιζέσθω· οὕτω γάρ μου λέγοντος ἀνέχονται οἱ τῆς Συρίας λεγόμενοι ἐπίσκοποι. ἢ τοίνυν πείσθητε ἢ καὶ ὑμεῖς ὑπερόριοι γενήσεσθε’.
Ταῦτα ἀκούσαντες οἱ ἐπίσκοποι πάνυ γε θαυμάσαντες καὶ τὰς χεῖρας ἀνατείναντες πρὸς τὸν θεὸν πολλῇ τῇ κατ᾽ αὐτοῦ παρρησίᾳ μετὰ λόγων ἐχρήσαντο διδάσκοντες, μὴ εἶναι τὴν βασιλείαν αὐτοῦ, ἀλλὰ τοῦ δεδωκότος θεοῦ, ὃν καὶ φοβεῖσθαι αὐτὸν ἠξίουν, μὴ ἐξαίφνης αὐτὴν ἀφέληται· ἠπείλουν τε τὴν ἡμέραν τῆς κρίσεως καὶ συνεβούλευον αὐτῷ, μὴ διαφθείρειν τὰ ἐκκλησιαστικὰ μηδὲ ἐγκαταμίσγειν τὴν ῥωμαικὴν ἀρχὴν τῇ τῆς ἐκκλησίας διαταγῇ μηδὲ τὴν ἀρειανὴν αἵρεσιν εἰσάγειν εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἀλλ᾽ οὔτε ἤκουεν ἐκεῖνος οὔτε τι πλέον αὐτοὺς λέγειν ἐπέτρεπεν, ἀλλὰ καὶ μᾶλλον ἠπείλει καὶ ξίφος ἐγύμνου κατ᾽ αὐτῶν καὶ ἀπάγεσθαι δέ τινας ἐξ αὐτῶν ἐκέλευσε· καὶ πάλιν ὡς ὁ Φαραὼ μετεγίνωσκεν. ἐκτινάξαντες τοίνυν οἱ ἅγιοι τὸν κονιορτὸν καὶ πρὸς τὸν θεὸν ἀναβλέψαντες οὔτε ἀπειλὴν βασιλέως ἐφοβήθησαν οὔτε ξίφους γυμνουμένου προδεδώκασιν, ἀλλὰ καὶ τὸν ἐξορισμὸν ὡς λειτούργημα διακονίας ἐσχήκασι. διερχόμενοι γὰρ κατὰ τόπον καὶ κατὰ πόλιν, καίπερ ἐν δεσμοῖς ὄντες, εὐηγγελίζοντο τὴν μὲν εὐσεβῆ πίστιν κηρύττοντες, τὴν δὲ ἀρειανὴν αἵρεσιν ἀναθεματίζοντες καὶ τὴν μετάνοιαν Οὐρσακίου καὶ Οὐάλεντος στηλιτεύοντες. ἐγίγνετο δὲ τοῦτο πρὸς ἐναντίου τοῖς ἐπιβουλεύουσιν. ὅσῳ γὰρ πολὺ τὸ διάστημα τῆς ἐξοριστίας, τοσούτῳ μεῖζον τὸ κατ᾽ αὐτῶν μῖσος ηὔξανε, καὶ κήρυγμα ἦν κατὰ τῆς ἀσεβείας αὐτῶν ἡ τούτων ἀποδημία.
τίς γὰρ βλέπων τούτους διερχομένους οὐκ αὐτοὺς μὲν ὡς ὁμολογητὰς ὑπερεθαύμαζεν, ἐκείνους δὲ οὐκ ἀπεστρέφετο καὶ ἐβδελύττετο οὐκέτι μόνον ὡς ἀσεβεῖς, ἀλλὰ καὶ ὡς δημίους καὶ φονευτὰς καὶ πάντα μᾶλλον ἢ Χριστιανοὺς ὀνομάζων;
Βέλτιον μὲν οὖν ἦν κατὰ τὴν ἀρχὴν Κωνστάντιον μηδ᾽ ὅλως τῆς αἱρέσεως ταύτης γενέσθαι ἢ γενόμενον μὴ τοσοῦτον ἐνδοῦναι τοῖς ἀσεβέσιν ἢ ἐνδόντα μέχρι τούτων στῆναι μετ᾽ αὐτῶν, ἵνα κἂν ἕως τούτων ἔχωσι κοινὴν τὴν κρίσιν. ὡς δὲ ἔοικε, κατὰ τοὺς ἄφρονας δεσμοῖς τῆς ἀσεβείας ἑαυτοὺς περιπείροντες μείζονα καθ᾽ ἑαυτῶν τὴν κρίσιν ἐπισπῶνται. καὶ γὰρ οὐδὲ Λιβερίου τοῦ ἐπισκόπου Ῥώμης κατὰ τὴν ἀρχὴν ἐφείσαντο, ἀλλὰ καὶ μέχρι τῶν ἐκεῖ τὴν μανίαν ἐξέτειναν, καὶ οὐχ ὅτι ἀποστολικός ἐστι θρόνος ᾐδέσθησαν, οὔδ᾽ ὅτι μητρόπολις ἡ Ῥώμη τῆς Ῥωμανίας ἐστὶν ηὐλαβήθησαν, οὔδ᾽ ὅτι πρότερον ‘ἀποστολικοὺς αὐτοὺς ἄνδρας’ γράφοντες εἰρήκασιν ἐμνημόνευσαν. ἀλλὰ πάντα ὁμοῦ φύραντες πάντων ἀθρόως ἐπελάθοντο καὶ μόνης τῆς ὑπὲρ τῆς ἀσεβείας σπουδῆς ἐφρόντισαν. ἐπειδὴ γὰρ ἑωράκασιν αὐτὸν ὀρθοδοξοῦντα καὶ μισοῦντα μὲν τὴν ἀρειανὴν αἵρεσιν, σπουδάζοντα δὲ πάντας πείθειν ἀποστρέφεσθαι καὶ ἀναχωρεῖν ἀπ᾽ αὐτῆς, ἐλογίσαντο οἱ δυσσεβεῖς ὅτι· ‘εἰ τὸν Λιβέριον πείσαιμεν, πάντων ταχέως κρατήσομεν’. καὶ διαβάλλουσι βασιλεῖ· κἀκεῖνος ταχέως προσδοκήσας διὰ Λιβερίου πάντας ἕλκειν πρὸς ἑαυτὸν γράφει καὶ πέμπει σπάδοντα Εὐσέβιόν τινα καλούμενον μετὰ γραμμάτων καὶ δώρων, ἵνα τοῖς μὲν δώροις κολακεύσῃ, τοῖς δὲ γράμμασιν ἀπειλήσῃ.
ἀπελθὼν τοίνυν ὁ σπάδων εἰς τὴν Ῥώμην πρῶτον παρεκάλει τὸν Λιβέριον κατὰ Ἀθανασίου μὲν ὑπογράψαι, τοῖς δὲ Ἀρειανοῖς κοινωνῆσαι, λέγων· ‘τοῦτο βασιλεὺς βούλεται καὶ κελεύει σε ποιῆσαι’. εἶτα ἐπιδεικνὺς τὰ δῶρα παρεκάλει καὶ χειρῶν ἥπτετο λέγων· ‘πείσθητι βασιλεῖ καὶ ταῦτα δέξαι’.
Ὁ δὲ ἐπίσκοπος λόγῳ πείθων ἐδίδασκε· ‘πῶς οἷόν τε τοῦτο γενέσθαι κατὰ Ἀθανασίου; ὃν γὰρ οὐ μόνον μία, ἀλλὰ καὶ δευτέρα σύνοδος πανταχόθεν συναχθεῖσα καλῶς ἐκαθάρισε καὶ ἡ Ῥωμαίων δὲ ἐκκλησία μετ᾽ εἰρήνης ἀπέλυσε, πῶς δυνάμεθα κατακρῖναι; ἢ τίς ἡμᾶς ἀποδέξεται, εἰ ὃν παρόντα ἠγαπήσαμεν καὶ εἴχομεν τῇ κοινωνίᾳ, τοῦτον ἐὰν ἀποστραφῶμεν ἀπόντα; οὐκ ἔστιν οὗτος ἐκκλησιαστικὸς κανὼν οὐδὲ τοιαύτην πώποτε παράδοσιν ἔσχομεν παρὰ τῶν πατέρων τῶν καὶ αὐτῶν παραλαβόντων παρὰ τοῦ μακαρίου καὶ μεγάλου ἀποστόλου Πέτρου. ἀλλ᾽ εἴπερ ἄρα μέλει τῷ βασιλεῖ περὶ τῆς ἐκκλησιαστικῆς εἰρήνης, εἰ κελεύει λυθῆναι τὰ παρ᾽ ἡμῖν περὶ Ἀθανασίου γραφέντα, λυέσθω καὶ τὰ παρ᾽ ἐκείνων κατ᾽ αὐτοῦ γενόμενα, λυέσθω δὲ καὶ τὰ κατὰ πάντων καὶ γενέσθω λοιπὸν ἐκκλησιαστικὴ σύνοδος μακρὰν τοῦ παλατίου, ἐν ᾗ βασιλεὺς οὐ πάρεστιν, οὐ κόμης παραγίνεται, οὐ δικαστὴς ἀπειλεῖ, ἀλλὰ μόνον ὁ τοῦ θεοῦ φόβος ἀρκεῖ καὶ ἡ τῶν ἀποστόλων διάταξις, ἵν᾽ οὕτως προηγουμένως ἡ μὲν ἐκκλησιαστικὴ πίστις σώζηται, καθὼς οἱ πατέρες ὥρισαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, οἱ δὲ τὰ Ἀρείου φρονοῦντες ἐκβάλλωνται καὶ ἡ αἵρεσις αὐτῶν ἀναθεματισθῇ. καὶ τότε λοιπὸν κρίσεως γενομένης περὶ ὧν Ἀθανάσιος καὶ εἴ τις ἕτερος ἐγκαλεῖται καὶ περὶ ὧν ἐγκαλοῦνται καὶ αὐτοί, οἱ μὲν ὑπεύθυνοι ἐκβάλλωνται, οἱ δὲ καθαροὶ παρρησίαν ἔχωσιν.
οὐ γὰρ οἷόν τε συνόδῳ συναριθμηθῆναι τοὺς περὶ πίστιν ἀσεβοῦντας οὐδὲ πρέπει προκρίνεσθαι πράγματος ἐξέτασιν τῆς περὶ πίστεως ἐξετάσεως. χρὴ γὰρ πρῶτον πᾶσαν περὶ τῆς πίστεως διαφωνίαν ἐκκόπτεσθαι καὶ τότε τὴν περὶ τῶν πραγμάτων ἔρευναν ποιεῖσθαι. καὶ γὰρ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐ πρότερον ἐθεράπευε τοὺς πάσχοντας, πρὶν ἂν δείξωσι καὶ εἴπωσιν ὁποίαν πίστιν εἶχον εἰς αὐτόν. ταῦτα παρὰ τῶν πατέρων ἐμάθομεν, ταῦτα ἀπάγγειλον τῷ βασιλεῖ, ταῦτα γὰρ καὶ αὐτῷ συμφέρει καὶ τὴν ἐκκλησίαν οἰκοδομεῖ. μὴ ἀκουέσθω δὲ Οὐρσάκιος καὶ Οὐάλης, καὶ γὰρ καὶ ἐν τοῖς προτέροις μετενόησαν καὶ νῦν λέγοντες οὐκ εἰσὶ πιστοί’.
Ὁ μὲν οὖν ἐπίσκοπος Λιβέριος τοιαῦτα, ὁ δὲ εὐνοῦχος λυπηθεὶς οὐ τοσοῦτον, ὅτι μὴ ὑπέγραψεν, ἀλλ᾽ ὅτι τῆς αἱρέσεως ἐχθρὸν αὐτὸν εὗρεν, ἐπιλαθόμενός τε ὅτι πρὸς ἐπίσκοπον ἦν μεγάλως ἀπειλήσας ἐξήρχετο μετὰ τῶν δώρων. πράττει δέ τι παράνομον Χριστιανῶν μὲν ἀλλότριον, σπαδόντων δὲ τολμηρότερον. τὴν γὰρ παράβασιν τοῦ Σαοὺλ μιμησάμενος ἀπελθὼν εἰς τὸ μαρτύριον Πέτρου τοῦ ἀποστόλου τὰ δῶρα αὐτῷ ἀνέθηκεν. ἀλλὰ μαθὼν ὁ Λιβέριος πρὸς μὲν τὸν τηροῦντα τὸν τόπον καὶ μὴ κωλύσαντα μεγάλως ἠγανάκτησεν, αὐτὰ δὲ ὡς ἄθυτον θυσίαν ἀπέρριψε, καὶ τοῦτο μᾶλλον εἰς ὀργὴν ἐκίνει τὸν θλαδίαν. παροξύνει τοίνυν βασιλέα λέγων· ‘οὐκέτι περὶ τοῦ γράψαι Λιβέριόν ἐστιν ἡμῖν ἡ φροντίς, ἀλλ᾽ ὅτι κατὰ τῆς αἱρέσεως οὕτω φρονεῖ, ὡς ἐξ ὀνόματος τοὺς Ἀρειανοὺς ἀναθεματίζειν’. εἰς τοῦτο δὲ κινεῖ καὶ τοὺς ἑτέρους σπάδοντας, πολλοὶ δέ, μᾶλλον δὲ τὸ ὅλον εἰσὶν εὐνοῦχοι παρὰ Κωνσταντίῳ καὶ πάντα δύνανται παρ᾽ αὐτῷ, χωρίς τε τούτων οὐδέν ἐστιν ἐκεῖ γενέσθαι. γράφει δὴ οὖν βασιλεὺς εἰς Ῥώμην, καὶ πάλιν παλατινοὶ καὶ νοτάριοι καὶ κόμητες ἀποστέλλονται καὶ γράμματα πρὸς τὸν ἔπαρχον, ἵνα ἢ πλανήσαντες δόλῳ τὸν Λιβέριον ἐξαγάγωσιν ἀπὸ τῆς Ῥώμης καὶ πέμψωσιν εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἢ βίᾳ τοῦτον διώξωσι.
Τοιούτων δὴ ὄντων τῶν γραφέντων λοιπὸν κἀκεῖ φόβος καὶ ἐπιβουλὴ κατὰ πᾶσαν τὴν πόλιν ἤκμαζε. κατὰ πόσων γοῦν οἴκων ἀπειλὴ γέγονε; πόσοι πόσας ἐπαγγελίας εἰλήφασι κατὰ Λιβερίου; πόσοι ταῦτα βλέποντες ἐκρύβησαν ἐπίσκοποι; πόσοι τῶν ἐλευθέρων ἀνεχώρησαν εἰς χωρία διὰ τὰς διαβολὰς τῶν χριστομάχων; πόσοις ἀσκηταῖς ἐπεβούλευσαν; πόσους ἐκεῖ διατρίβοντας καὶ λοιπὸν τὸ ἐφέστιον ἔχοντας ἐκεῖ διωχθῆναι πεποιήκασι, ποσάκις καὶ ὅπως ἐφύλαξαν τὸν λιμένα καὶ τὰς εἰσόδους τῶν πυλῶν, ἵνα μή τις ὀρθόδοξος εἰσελθὼν θεωρήσῃ Λιβέριον; ἔσχε καὶ Ῥώμη πεῖραν τῶν χριστομάχων καὶ ἔγνω λοιπὸν ὅπερ οὐκ ἐπίστευεν ἀκούουσα πρότερον, πῶς καὶ αἱ ἕτεραι ἐκκλησίαι κατὰ πόλιν ἐπορθήθησαν παρ᾽ αὐτῶν. εὐνοῦχοι δὲ ἦσαν οἱ καὶ ταῦτα καὶ τὰ κατὰ πάντων κινοῦντες. καὶ τὸ παράδοξον τῆς ἐπιβουλῆς τοῦτό ἐστιν, ὅτι ἡ ἀρειανὴ αἵρεσις ἀρνουμένη τὸν υἱὸν τοῦ θεοῦ ἐξ εὐνούχων ἔχει τὴν βοήθειαν, οἵτινες ὡς τῇ φύσει οὕτως καὶ τὴν ψυχὴν ἀρετῆς ἄγονοι τυγχάνοντες οὐ φέρουσιν ἀκούειν ὅλως περὶ υἱοῦ.
ὁ μὲν οὖν ἐκ τῆς Αἰθιοπίας εὐνοῦχος μὴ νοῶν ἃ ἀνεγίνωσκεν ἐπείσθη τῷ Φιλίππῳ διδάσκοντι περὶ τοῦ σωτῆρος, οἱ δὲ τοῦ Κωνσταντίου σπάδοντες οὔτε τοῦ Πέτρου ὁμολογοῦντος ἀνέχονται, ἀλλὰ καὶ τὸν πατέρα δεικνύντα τὸν υἱὸν ἀποστρέφονται καὶ μαίνονται κατὰ τῶν λεγόντων γνήσιον εἶναι τὸν υἱὸν τοῦ θεοῦ ἐκδικοῦντες σπαδόντων αἵρεσιν, μηδὲν εἶναι γνήσιον καὶ ἀληθινὸν ἐκ τοῦ πατρός. διὰ τοῦτο γὰρ καὶ ὁ νόμος εἴργει τούτους εἰς ἐκκλησιαστικὴν συμβουλίαν προσλαμβάνεσθαι, καὶ ὅμως τούτους νῦν τῶν ἐκκλησιαστικῶν κριμάτων κυρίους ἐλογίσατο, καὶ ὅπερ ἂν αὐτοῖς δόξῃ, τοῦτο Κωνστάντιος κρίνει καὶ οἱ λεγόμενοι ἐπίσκοποι ὑποκρίνονται. ὦ τίς ἂν γένοιτο τούτων λογογράφος; τίς ἀπαγγείλαι ταῦτα εἰς γενεὰν ἑτέραν; τίς ἄρα πιστεύσειεν ἀκούων ὅτι σπάδοντες οἱ οἰκειακὰς ὑπηρεσίας μόγις πιστευόμενοι (φιλήδονον γὰρ τὸ τούτων εἶδος, καὶ οὐδὲν ἄλλο μεριμνῶσιν ὡς τοῦθ᾽, ὅπερ αὐτοὺς ἡ φύσις ἀφείλατο, ἐμποδίζειν) οὗτοι νῦν τῶν ἐκκλησιαστικῶν κατάρχουσι, καὶ τούτοις ὑποπίπτων Κωνστάντιος πᾶσιν ἐπεβούλευσε καὶ Λιβέριον ἐξώρισεν;
Ἐπειδὴ γὰρ πολὺς ἦν εἰς Ῥώμην γράφων, ἀπειλῶν, ἀποστέλλων, ἐπιβουλεύων, λοιπὸν δ᾽ ἐγεγόνει καὶ ὁ κατὰ Ἀλεξάνδρειαν διωγμός. ἕλκεται καὶ Λιβέριος πρὸς βασιλέα καὶ πολλῇ καὶ αὐτὸς κέχρηται τῇ παρρησίᾳ· ‘παῦσαι’, λέγων, ‘διώκων Χριστιανούς· μὴ πείραζε δι᾽ ἡμῶν εἰσάξαι τὴν ἀσέβειαν εἰς τὴν ἐκκλησίαν. πάντα ὑπομένειν ἐσμὲν ἕτοιμοι ἢ Ἀρειομανῖται κληθῆναι. Χριστιανοὺς ὄντας ἡμᾶς μὴ ἀνάγκαζε χριστομάχους γενέσθαι. τοῦτο καὶ σοὶ συμβουλεύομεν· μὴ μάχου πρὸς τὸν δεδωκότα σοι τὴν ἀρχὴν ταύτην· μὴ ἀντ᾽ εὐχαριστίας ἀσεβήσῃς εἰς αὐτόν· μὴ δίωκε τοὺς πιστεύοντας εἰς αὐτόν· μὴ ἀκούσῃς καὶ σύ· «σκληρόν σοι πρὸς κέντρα λακτίζειν». ἀλλ᾽ εἴθε κἂν ἀκούσῃς, ἵνα καὶ σὺ πεισθῇς ὡς ὁ ἅγιος Παῦλος. ἰδοὺ πάρεσμεν, ἤλθομεν, πρὶν πλάσωνται πρόφασιν· διὰ τοῦτο γὰρ καὶ ἐσπεύσαμεν εἰδότες ὅτι ἐξορισμὸς ἡμᾶς μένει παρὰ σοῦ, ἵνα, πρὶν προφάσεως πάθωμεν, καὶ πᾶσι δειχθῇ φανερῶς ὅτι καὶ οἱ ἄλλοι πάντες οὕτω πεπόνθασιν ὡς ἡμεῖς καὶ αἱ λεχθεῖσαι κατ᾽ αὐτῶν προφάσεις ἐπλάσθησαν παρὰ τῶν ἐχθρῶν καὶ πάντα τὰ κατ᾽ αὐτούς ἐστι συκοφαντία καὶ ψευδῆ’.
Οὕτω μὲν οὖν ὁ Λιβέριος τότε λέγων ἐθαυμάζετο παρὰ πάντων, ὁ δὲ ἀντὶ τοῦ ἀποκρίνασθαι μόνον ἐκέλευσε καὶ ἐξώρισεν ἕκαστον διαστήσας, ὅπερ καὶ ἐπὶ τῶν προτέρων πεποίηκε. τοῦτον γὰρ ἐξορίζων τὸν τύπον αὐτὸς ἐποίησεν, ἵνα καὶ ἐν ταῖς τιμωρίαις ὠμότερος τῶν πρὸ αὐτοῦ τυράννων καὶ διωκτῶν γένηται. τῷ μὲν γὰρ προτέρῳ διωγμῷ κοινῇ καὶ πολλοὺς ἅμα κελεύων ὁ τότε Μαξιμιανὸς ἐξώριζεν ὁμολογητὰς καὶ τὴν τιμωρίαν ἐπεκούφιζε παραμυθούμενος αὐτοὺς τῇ συνουσίᾳ, οὗτος δὲ κἀκείνου γέγονεν ὠμότερος καὶ διέστησε τοὺς κοινῇ παρρησιασαμένους καὶ ὁμολογήσαντας καὶ διεχώρισε τοὺς συνδεθέντας τῇ πίστει, ἵνα καὶ ἀποθνήσκοντες ἀλλήλους μὴ βλέπωσι, νομίζων ὡς ὁ χωρισμὸς τοῦ σώματος πάντως καὶ τὴν τῆς ψυχῆς διάθεσιν διίστησιν ἢ χωρισθέντες ἀφ᾽ ἑαυτῶν ἐπιλάθωνται τῆς ἀλλήλων ὁμοφροσύνης τε καὶ ὁμοψυχίας· οὐκ εἰδὼς ὅτι, κἂν ἕκαστος ἀπομείνῃ, ἀλλ᾽ ἔχει μεθ᾽ ἑαυτοῦ πάλιν ὃν κοινῇ συνόντες ὡμολόγησαν κύριον, ὃς καὶ πλείους εἶναι ποιήσει μεθ᾽ ἑκάστου (ὡς πεποίηκεν ἐπὶ Ἑλισσαίου τοῦ προφήτου) ἤπερ εἰσὶ μετὰ Κωνσταντίου στρατιῶται. τυφλὸν ἀληθῶς ἡ κακία· ἐν ᾧ γὰρ ἔδοξαν λυπεῖν τοὺς ὁμολογητὰς διαχωρίζοντες αὐτοὺς ἀπ᾽ ἀλλήλων, ἐν τούτῳ μᾶλλον ἑαυτοὺς μεγάλως ἠδίκησαν.
ὅλως μὲν γὰρ εἰ συνῆσαν ἀλλήλοις καὶ ἐπὶ τὸ αὐτὸ ἐτύγχανον, ἐξ ἑνὸς τόπου τῶν ἀσεβῶν ἐγνωρίζετο τὸ μύσος, νῦν δὲ διαστήσαντες αὐτοὺς πεποιήκασιν εἰς πάντα τόπον διαδραμεῖν ἑαυτῶν καὶ γνωσθῆναι τὴν ἀσεβῆ αἵρεσιν καὶ πονηρίαν.
Οἷα γὰρ καὶ ταῦτα πράττοντες ἔδρασαν, τίς ἀκούσας οὐχ ἡγήσεται πάντα μᾶλλον αὐτοὺς ἢ Χριστιανοὺς εἶναι; Λιβερίου γὰρ ἀποστείλαντος πρὸς βασιλέα Εὐτρόπιον πρεσβύτερον καὶ διάκονον Ἱλάριον μετὰ γραμμάτων, ὅτε καὶ οἱ περὶ Λουκίφερον ὡμολόγουν, τὸν μὲν πρεσβύτερον εὐθὺς ἐξώρισαν, τὸν δὲ διάκονον Ἱλάριον γυμνώσαντες καὶ τὰ νῶτα μαστίξαντες ἐξώρισαν ἐπιφωνοῦντες· ‘διὰ τί μὴ ἀντέστης Λιβερίῳ, ἀλλὰ καὶ παρ᾽ αὐτοῦ κεκόμικας γράμματα’; ἐποίουν δὲ τοῦτο Οὐρσάκιος καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς σπάδοντες. καὶ ὁ μὲν διάκονος μαστιζόμενος ηὐλόγει τὸν κύριον μνησθεὶς αὐτοῦ λέγοντος· «τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας». οἱ δὲ καὶ μαστίζοντες ἐγέλων καὶ ἐχλεύαζον αὐτὸν οὐκ ἐρυθριῶντες, ὅτι Λευίτην ὕβριζον· πρέποντα δὲ ἑαυτοῖς καὶ οὗτοι γελῶντες ἐφρόνουν κἀκεῖνος εὐλογῶν ὑπέμενε. τὸ μὲν γὰρ τύπτεσθαι Χριστιανῶν ἴδιόν ἐστι, τὸ δὲ μαστίζειν Χριστιανοὺς Πιλάτου καὶ Καιάφα τὸ τόλμημα. οὕτω μὲν οὖν καὶ τὴν Ῥωμαίων ἐκκλησίαν καὶ κατὰ τὴν ἀρχὴν ἐπεχείρησαν διαφθεῖραι θελήσαντες ἐγκαταμίξαι καὶ ἐν αὐτῇ τὴν ἀσέβειαν, ὁ δὲ Λιβέριος ἐξορισθεὶς ὕστερον μετὰ διετῆ χρόνον ὤκλασε καὶ φοβηθεὶς τὸν ἀπειλούμενον θάνατον ὑπέγραψεν. ἀλλὰ καὶ τοῦτο δείκνυσιν ἐκείνων μὲν τὴν βίαν, Λιβερίου δὲ τὸ κατὰ τῆς αἱρέσεως μῖσος καὶ τὴν ὑπὲρ Ἀθανασίου ψῆφον, ὅτε τὴν προαίρεσιν εἶχεν ἐλευθέραν.
τὰ γὰρ ἐκ βασάνων παρὰ τὴν ἐξ ἀρχῆς γνώμην γιγνόμενα, ταῦτα οὐ τῶν φοβηθέντων, ἀλλὰ τῶν βασανιζόντων ἐστὶ βουλήματα. πάντα μέντοι ποιεῖν ὑπὲρ τῆς αἱρέσεως ἐπεχείρησαν. καθ᾽ ἑκάστην δὲ ἐκκλησίαν τηροῦντες ἣν ἔμαθον πίστιν, τοὺς μὲν διδασκάλους προσδοκῶσι, τὴν δὲ χριστομάχον αἵρεσιν κατέβαλον καὶ πάντες ὡς ὄφιν ἐκτρέπονται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.