Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος αʹ

Μέγας Αθανάσιος

Ορθόδοξη ερμηνεία των αγιογραφικών χωρίων περί υψώσεως και χρίσεως

Ερμηνεύονται τα χωρία από την προς Φιλιππησίους επιστολή και τον 44ο Ψαλμό, τονίζοντας ότι η ύψωση, το δοθέν όνομα και η χρίση δεν προσθέτουν στη θεία φύση, αλλά αναφέρονται στην ενσάρκωση του Λόγου προς σωτηρία και θέωση της ανθρωπότητας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 7

Τέως μὲν οὖν ταῖς περὶ τοῦ υἱοῦ ἐννοίαις χρώμενοι οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέδωκεν αὐτὸς ὁ κύριος, ἀπηντήσαμεν· καλὸν δὲ καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπόν, ἵν’ ἔτι καὶ πλεῖον τοῦ μὲν υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κακοφροσύνη. γράφων τοίνυν Φιλιππησίοις ὁ ἀπόστολός φησι· «τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός». τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν, ἀλλὰ μᾶλλον θεὸς «ὑπάρχων τὴν τοῦ δούλου μορφὴν ἔλαβε» καὶ ἐν τῷ λαβεῖν οὐκ ἐβελτιώθη, ἀλλ’ «ἐταπείνωσεν ἑαυτόν». ποῦ τοίνυν ἐν τούτοις «μισθὸς τῆς ἀρετῆς» ἢ ποία προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; εἰ γὰρ θεὸς ὢν γέγονεν ἄνθρωπος καὶ ἐξ ὕψους καταβὰς λέγεται «ὑψοῦσθαι», ποῦ ὑψοῦται θεὸς ὤν;

δήλου ὄντος πάλιν τούτου, ὅτι τοῦ θεοῦ ὑψίστου ὄντος ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου λόγον ὕψιστον. ποῦ οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ πατρὶ ὢν καὶ «ὅμοιος κατὰ πάντα» τοῦ πατρός; οὐκοῦν πάσης προσθήκης ἀπροσδεής ἐστι καὶ οὐκ ἔστιν ὡς ὑπονοοῦσιν οἱ Ἀρειανοί. εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ λόγος καὶ ταῦτα γέγραπται, τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτόν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε; ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτήρ; ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος; καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι· «ὁ θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με» καὶ πάλιν· «οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα»· καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο, περὶ δὲ τῶν ἀγγέλων γέγραπται· «καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ».

Εἰ δὲ καί, ὡς ψάλλει Δαυὶδ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ, «πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν», πῶς οὖν ἐλάμβανεν ὃ εἶχεν ἀεὶ καὶ πρὶν λαβεῖν νῦν αὐτό; ἢ πῶς ὑψοῦτο ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὤν; ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι ὁ καὶ πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος; οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ μυστήριον θεῖον· «ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος»· δι’ ἡμᾶς δὲ ὕστερον «ὁ λόγος» οὗτος «σὰρξ ἐγένετο» καὶ τὸ λεγόμενον νῦν «ὑπερύψωσεν» οὐ τὴν οὐσίαν τοῦ λόγου σημαίνει ὑψουμένην· ἦν γὰρ ἀεὶ καὶ ἔστιν «ἴσα θεῷ», ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις. οὐ πρὶν γοῦν εἴρηται ταῦτα, εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ λόγος· ἵνα γένηται φανερὸν ὅτι τὸ «ἐταπείνωσε» καὶ τὸ «ὑπερύψωσεν» ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται· οὗ γάρ ἐστι τὸ ταπεινόν, τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη· καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ «ἐταπείνωσε» γέγραπται, δῆλόν ἐστιν ὅτι καὶ τὸ «ὑπερύψωσε» δι’ αὐτήν ἐστι. τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου.

ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ πατρὸς καὶ ἀθάνατος ὢν ὁ λόγος «ἔλαβε τὴν τοῦ δούλου μορφὴν» καὶ ὑπέμεινε δι’ ἡμᾶς ὡς ἄνθρωπος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον, ἵν’ οὕτως ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ πατρί, διὰ τοῦτο καὶ ὡς ἄνθρωπος δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι, ἵν’ ὥσπερ τῷ θανάτῳ αὐτοῦ «πάντες ἡμεῖς ἀπεθάνομεν» ἐν Χριστῷ, οὕτως ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυψωθῶμεν ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, «ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς» οὐκ «εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν». εἰ δὲ νῦν ὑπὲρ ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσῆλθε Χριστὸς καίτοι καὶ πρὸ τούτου καὶ ἀεὶ κύριος ὢν καὶ δημιουργὸς τῶν οὐρανῶν, ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑπερυψωθῆναι νῦν γέγραπται.

καὶ ὥσπερ αὐτὸς πάντας ἁγιάζων λέγει πάλιν τῷ πατρὶ «ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιάζειν», οὐχ ἵνα ἅγιος ὁ λόγος γένηται, ἀλλ’ ἵνα αὐτὸς ἐν ἑαυτῷ ἁγιάσῃ πάντας ἡμᾶς, οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον «ὑπερύψωσεν αὐτὸν» οὐχ ἵνα αὐτὸς ὑψωθῇ, ὕψιστος γάρ ἐστιν, ἀλλ’ ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν «δικαιοσύνη γένηται», ἡμεῖς δὲ ὑψωθῶμεν ἐν αὐτῷ καὶ εἰς τὰς πύλας εἰσέλθωμεν τῶν οὐρανῶν, ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε, λεγόντων τῶν προτρεχόντων· «ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». καὶ ὧδε γὰρ οὐκ αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι, ἀλλὰ δι’ ἡμᾶς καὶ τοῦτο γέγραπται, οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου. διὸ καὶ ἀνθρωπίνως μέν, δι’ ἣν ἐφόρει σάρκα, λέγεται περὶ αὐτοῦ τὸ «ἄρατε» καὶ «εἰσελεύσεται» ὡς ἀνθρώπου εἰσερχομένου· θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται, ἐπειδὴ καὶ «θεός ἐστιν ὁ λόγος», ὅτι οὗτός ἐστιν ὁ «κύριος» καὶ «βασιλεὺς τῆς δόξης». τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομένην ὕψωσιν προανεφώνει τὸ πνεῦμα ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ λέγον· «καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ». εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ υἱός, οὐκ ἄρα αὐτός ἐστιν ὡς ἐνδεὴς ὑψούμενος, ἀλλ’ ἡμεῖς ἐσμεν οἱ τῇ δικαιοσύνῃ ὑψούμενοι, ἥτις ἐστὶν αὐτός.

Καὶ γὰρ καὶ τὸ «ἐχαρίσατο αὐτῷ» οὐ δι’ αὐτὸν τὸν λόγον γέγραπται· ἦν γὰρ πάλιν καὶ πρὶν γένηται ἄνθρωπος προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπό τε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως κατὰ τὴν πατρικὴν ἰδιότητα, ἀλλὰ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ εἴρηται. ὥσπερ γὰρ ὡς ἄνθρωπος ὁ «Χριστὸς ἀπέθανε καὶ» ὑπερυψώθη, οὕτως ὡς ἄνθρωπος λέγεται λαμβάνειν, ὅπερ εἶχεν ἀεὶ ὡς θεός, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δοθεῖσα χάρις. οὐ γὰρ ἠλαττώθη ὁ λόγος σῶμα λαβών, ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν, ἀλλὰ μᾶλλον καὶ ἐθεοποίησεν ὅπερ ἐνεδύσατο καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. ὥσπερ γὰρ ἀεὶ προσεκυνεῖτο λόγος ὢν καὶ «ἐν μορφῇ θεοῦ ὑπάρχων», οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος κληθείς τε Ἰησοῦς οὐδὲν ἧττον ἔχει πᾶσαν «ὑπὸ πόδα» τὴν κτίσιν καὶ «ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμπτουσαν αὐτῷ» καὶ «ἐξομολογουμένην» ὅτι καὶ τὸ γενέσθαι σάρκα τὸν λόγον καὶ θάνατον ὑπομεῖναι σαρκὶ οὐκ ἐπ’ ἀδοξίᾳ τῆς θεότητος τοῦτο γέγονεν, ἀλλ’ «εἰς δόξαν θεοῦ πατρός». δόξα δὲ πατρός ἐστι τὸν γενόμενον καὶ ἀπολόμενον εὑρεθῆναι καὶ νεκρωθέντα ζωοποιηθῆναι καὶ «ναὸν» γενέσθαι «θεοῦ».

καὶ γὰρ καὶ τῶν «ἐν οὐρανοῖς δυνάμεων» ἀγγέλων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐτόν, προσκυνούντων δὲ καὶ νῦν ἐν τῷ ὀνόματι Ἰησοῦ τὸν κύριον ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος προσκυνεῖται ὁ τοῦ θεοῦ υἱὸς καὶ οὐ ξενισθήσονται αἱ οὐράνιαι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ «ἐν μορφῇ θεοῦ ὑπάρχων εἰλήφει δούλου μορφὴν καὶ ταπεινώσας ἦν ἑαυτὸν μέχρι θανάτου» συγχωρήσας φθάσαι τὸ σῶμα.

Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις «μωρὸν τοῦ θεοῦ» διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντιμότερον. ἡ μὲν γὰρ ἀνάστασις «ἡμῖν» ἐν αὐτῷ «ἀπόκειται»· οὐκέτι δὲ μόνος ὁ Ἰσραήλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπόν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν θεὸν τὸν τοῦ Χριστοῦ πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως θεὸς ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. τὸ δὲ καὶ ἐν σώματι γενόμενον τὸν κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖσθαι, πιστεύεσθαί τε αὐτὸν υἱὸν θεοῦ καὶ δι’ αὐτοῦ ἐπιγινώσκεσθαι τὸν πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ λόγος, ᾗ λόγος ἐστίν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλ’ ἡμεῖς. διὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν «ναὸς θεοῦ» γεγόναμεν καὶ ἡμεῖς καὶ «υἱοὶ θεοῦ» λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἤδη προσκυνεῖσθαι τὸν κύριον καὶ τοὺς ὁρῶντας «ἀπαγγέλλειν», ὡς ὁ ἀπόστολος εἴρηκεν, «ὅτι ὄντως ὁ θεὸς ἐν τούτοις ἐστί», καθάπερ καὶ ὁ Ἰωάννης ἐν μὲν τῷ εὐαγγελίῳ φησίν· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι»· ἐν δὲ τῇ ἐπιστολῇ γράφει· «ἐν τούτῳ γινώσκομεν ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ πνεύματος αὐτοῦ οὗ ἔδωκεν ἡμῖν».

γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ’ αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψιστον κύριον καὶ δι’ ἡμᾶς ἡ χάρις δίδοται διὰ τὸ γενέσθαι δι’ ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν κύριον· αὐτὸς δὲ ὁ σωτὴρ «ἐταπείνωσεν ἑαυτὸν» ἐν τῷ λαβεῖν «τὸ ταπεινὸν ἡμῶν σῶμα»· «δούλου τε μορφὴν ἔλαβεν» ἐνδυσάμενος τὴν δουλωθεῖσαν σάρκα τῇ ἁμαρτίᾳ. καὶ αὐτὸς μὲν οὐδὲν παρ’ ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ θεοῦ λόγος· ἡμεῖς δὲ παρ’ αὐτοῦ μᾶλλον ἐβελτιώθημεν. αὐτὸς γάρ ἐστι τὸ «φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ «διὸ» συνδέσμῳ διὰ τὸ λέγειν τὸν Παῦλον· «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν». οὐ γὰρ «ἆθλον ἀρετῆς οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ» σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γεγενημένης ὑψώσεως. τί δὲ τοῦτό ἐστιν ἢ τὸν «ἐν μορφῇ θεοῦ ὄντα» καὶ εὐγενοῦς πατρὸς υἱὸν «ταπεινῶσαι ἑαυτὸν» καὶ δοῦλον ἀνθ’ ἡμῶν καὶ ὑπὲρ ἡμῶν γενέσθαι; εἰ γὰρ μὴ ἄνθρωπος ὁ κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ τῶν ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλ’ ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδ’ ἂν ὑψώθημεν εἰς οὐρανούς, ἀλλ’ ἐκείμεθα ἐν τῷ ᾅδῃ. δι’ ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον «ὑπερύψωσε» καὶ «ἐχαρίσατο».

Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν. καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν ἐκ παραλλήλου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν λόγον αὐτόν, ᾗ λόγος ἐστίν, ὑψοῦσθαι σημαίνει· ἔστι γάρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος ὅμοιος ὢν τῷ πατρί· ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. λέγων γοῦν «ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου» εὐθὺς ἐπήγαγε τὸ «διὰ τοῦτο ὑπερύψωσε» δεῖξαι θέλων, ὅτι εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλ’ ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· «ὁ γὰρ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβάς». κατέβη γὰρ σωματικῶς· ἀνέστη δέ, ὅτι θεὸς ἦν αὐτὸς ἐν σώματι. καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε καὶ ἐν τῇ διανοίᾳ ταύτῃ τὸν «διὸ» σύνδεσμον, οὐ «μισθὸν ἀρετῆς» οὐδὲ προκοπῆς, ἀλλ’ αἰτίας δηλωτικόν, δι’ ἣν ἡ ἀνάστασις γέγονε· καὶ δι’ ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νεκροί, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη. ἡ δὲ αἰτία αὕτη ἐστίν, ἣν αὐτὸς προείρηκεν, ὅτι «θεὸς ὢν» ἄνθρωπος γέγονεν.

οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι μόνον ἐξ Ἀδὰμ ὄντες ἀπέθανον καὶ «τὸν θάνατον εἶχον βασιλεύοντα» κατ’ αὐτῶν· οὗτος δὲ «ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ» ἐστιν· «ὁ» γὰρ «λόγος σὰρξ ἐγένετο», καὶ λέγεται ὅτι ὁ τοιοῦτος «ἄνθρωπος ἐξ οὐρανοῦ» καὶ «ἐπουράνιος» διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν λόγον· διὸ οὐδὲ «κεκράτηται ὑπὸ τοῦ θανάτου». εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν συγχωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ σῶμα διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου, ἀλλ’ ἐκ γῆς ὑπερυψώθη διὰ τὸ εἶναι αὐτὸν τὸν ἐν σώματι υἱὸν τοῦ θεοῦ. ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον «διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε» τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· «ὃν ὁ θεὸς ἀνέστησε λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ». ὡς γὰρ παρὰ τῷ Παύλῳ γέγραπται· ἐπειδὴ «ἐν μορφῇ θεοῦ» ὢν γέγονεν ἄνθρωπος καὶ «ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, διὸ καὶ ὁ θεὸς ὑπερύψωσεν αὐτόν», οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται, ὅτι ἐπειδὴ «θεὸς ὢν» γέγονεν ἄνθρωπος, «τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν» αὐτὸν καὶ τοῖς ὁρῶσι θεόν, διὰ τοῦτο «δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου». ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶσαι, ἴδιον γὰρ ἀνθρώπων ὁ θάνατος· διὰ τοῦτο θεὸς ὢν ὁ λόγος γέγονε σάρξ, ἵνα «θανατωθεὶς σαρκὶ» «ζωοποιήσῃ πάντας» τῇ ἑαυτοῦ δυνάμει.

Ἐπειδὴ δὲ αὐτὸς λέγεται «ὑψῶσθαι» καὶ ὅτι ὁ θεὸς αὐτῷ «ἐχαρίσατο» καὶ νομίζουσιν οἱ αἱρετικοὶ ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν «κατωτέρων μερῶν τῆς γῆς» ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν καὶ οὐχ ἑτέρου σῶμα τὸ ὑψωθὲν ἀπό τε τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώματος καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος αὐτὸς ὡς ἄνθρωπος διὰ τὸ σῶμα ὑψοῦσθαι λέγεται. εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ «ὁ λόγος γέγονε σάρξ», ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγεσθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵν’ ὡς ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν ἀνθρώπων ἁμαρτίας καὶ κατάργησις τοῦ θανάτου, ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι’ αὐτὸν εἰς ἡμᾶς διαμείνῃ. ἐπ’ ἀμφοτέρων δὲ εἴρηκεν· «ὁ θεὸς αὐτὸν ὑπερύψωσε» καὶ «ὁ θεὸς αὐτῷ ἐχαρίσατο», ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ πατήρ ἐστιν ὁ γενόμενος σάρξ, ἀλλ’ ὁ τούτου λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ ‹λαμβάνων› ἀνθρωπίνως παρὰ τοῦ πατρὸς καὶ «ὑψούμενος» παρ’ αὐτοῦ, ὥσπερ εἴρηται. δῆλον δὲ καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ πατὴρ διὰ τοῦ υἱοῦ δίδωσι.

καὶ ἔστι παράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ υἱὸς παρὰ τοῦ πατρὸς χάριν, ταύτην αὐτὸς ὁ υἱὸς λέγεται «δέχεσθαι», καὶ τὴν ὕψωσιν, ἣν ὁ υἱὸς παρὰ τοῦ πατρὸς ποιεῖ, ταύτην ὡς αὐτός ἐστιν «ὑψούμενος» ὁ υἱός. αὐτὸς γὰρ ὁ ὢν τοῦ θεοῦ υἱός, αὐτὸς γέγονε καὶ υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν λόγος τὰ παρὰ τοῦ πατρὸς δίδωσι· πάντα γάρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ πατήρ, δι’ αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ υἱὸς ἀνθρώπου αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παρ’ ἑαυτοῦ δέχεσθαι διὰ τὸ μὴ ἑτέρου, ἀλλ’ αὐτοῦ εἶναι τὸ σῶμα τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, καθάπερ εἴρηται. ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον. ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν. αὐτὸς δὲ ὁ λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα.

Τὸ μὲν οὖν παρὰ τῷ ἀποστόλῳ γεγραμμένον τοιοῦτον ἔχον τὸν νοῦν ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθήν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ. φησὶ γὰρ καὶ αὐτός· «ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». ἴδετε, Ἀρειανοί, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. «μετόχους» τοῦ κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. εἰ δὲ «ἐξ οὐκ ὄντων» ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἂν τῶν μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν θεὸν αἰώνιον ὕμνησε λέγων· «ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος», τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστί, τοῦ δὲ πατρὸς μόνος αὐτός ἐστι λόγος ἀληθινός, ἀπαύγασμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει καὶ ἁγιάζεται παρ’ αὐτοῦ τῷ πνεύματι; καὶ ἐνταῦθα γοῦν «χρίεται», οὐχ ἵνα θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· οὐδ’ ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀιδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλ’ ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται.

οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε ἐχρίοντο, τότε καὶ βασιλεῖς ἐγίνοντο οὐκ ὄντες πρότερον βασιλεῖς ὡς Δαβίδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ σωτὴρ τὸ ἔμπαλιν θεὸς ὢν καὶ τὴν βασιλείαν τοῦ πατρὸς ἀεὶ βασιλεύων τοῦ τε πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτός, ὅμως δὲ λέγεται νῦν «χρίεσθαι», ἵνα πάλιν ὡς ἄνθρωπος λεγόμενος τῷ πνεύματι χρίεσθαι ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. τοῦτο δὲ σημαίνων καὶ αὐτὸς δι’ ἑαυτοῦ ὁ κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ· «ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον· καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν τῇ ἀληθείᾳ»· τοῦτο δὲ λέγων ἔδειξεν ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ’ ὁ ἁγιάζων· οὐ γὰρ παρ’ ἑτέρου ἁγιάζεται, ἀλλ’ αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. ὁ δὲ ἑαυτὸν ἁγιάζων κύριός ἐστι τοῦ ἁγιάζειν. πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι ‹ἐγὼ λόγος ὢν τοῦ πατρὸς αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ ὄντι («ὁ» δὲ «λόγος ὁ σὸς ἀλήθειά ἐστιν») οἱ πάντες ἁγιασθῶσιν›.

Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει καὶ τοῦτο ποιεῖ ὅτε γέγονεν ἄνθρωπος εὔδηλον, ὡς καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ πνεύματος γενομένη κάθοδος εἰς ἡμᾶς ἦν γινομένη διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. καὶ οὐκ ἐπὶ βελτιώσει γέγονε τοῦ λόγου, ἀλλ’ εἰς ἡμῶν πάλιν ἁγιασμόν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν καὶ περὶ ἡμῶν λεχθείη «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν;» τοῦ γὰρ κυρίου ὡς ἀνθρώπου λουομένου εἰς τὸν Ἰορδάνην ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρ’ αὐτοῦ λουόμενοι. καὶ δεχομένου δὲ αὐτοῦ τὸ πνεῦμα ἡμεῖς ἦμεν οἱ παρ’ αὐτοῦ γινόμενοι τούτου δεκτικοί. διὰ τοῦτο οὐδ’ ὥσπερ Ἀαρὼν ἢ Δαβὶδ ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως «παρὰ πάντας τοὺς μετόχους αὐτοῦ ἐλαίῳ ἀγαλλιάσεως»· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ πνεῦμα διὰ τοῦ προφήτου φησί· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με», καθὼς καὶ ὁ ἀπόστολος εἴρηκεν· «ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ». πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ καὶ «καταβέβηκεν ἐπ’ αὐτὸν τὸ πνεῦμα»; καὶ μὴν αὐτὸς ὁ κύριός φησι· «τὸ πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται» καὶ «ἐγὼ αὐτὸ ἀποστελῶ» καὶ «λάβετε πνεῦμα ἅγιον» τοῖς μαθηταῖς.

καὶ ὅμως ὁ ἄλλοις παρέχων ὡς λόγος καὶ ἀπαύγασμα τοῦ πατρὸς λέγεται νῦν «ἁγιάζεσθαι», ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦτο τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν λέγοντος τοῦ μὲν Ἰωάννου «καὶ ἡμεῖς χρίσμα ἔχομεν ἀπὸ τοῦ ἁγίου»· τοῦ δὲ ἀποστόλου· «καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ». οὐκοῦν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως καὶ «μισθὸς ἀρετῆς» ἢ ἁπλῶς πράξεως τοῦ κυρίου δείκνυται; εἰ μὲν γὰρ ἐκ τοῦ μὴ εἶναι θεὸς θεὸς ἐγεγόνει, εἰ μὴ βασιλεὺς ὢν εἰς βασιλείαν προήγετο, εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. εἰ δὲ θεός ἐστι καὶ «ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός» ἐστι, ποῦ εἶχε προκόψαι θεός; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ πατρός; εἰ δὲ καί, ὡς αὐτὸς ὁ κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ πνεῦμα καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει αὐτός τε αὐτὸ ἀποστέλλει, οὐκ ἄρα ὁ λόγος ἐστίν, ᾗ λόγος ἐστὶ καὶ σοφία, ὁ τῷ παρ’ αὐτοῦ διδομένῳ πνεύματι χριόμενος, ἀλλ’ ἡ προσληφθεῖσα παρ’ αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παρ’ αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς ὡς εἰς ἄνθρωπον τὸν κύριον γινόμενος εἰς πάντας ἀνθρώπους γένηται παρ’ αὐτοῦ. «οὐ γὰρ ἀφ’ ἑαυτοῦ», φησί, «τὸ πνεῦμα λαλεῖ», ἀλλ’ ὁ λόγος ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις.

ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ ἀπόστολος ἔγραψεν· «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών», οὕτως ὁ Δαβὶδ ὑμνεῖ τὸν κύριον αἰώνιον μὲν ὄντα θεὸν καὶ βασιλέα, ἀποσταλέντα δὲ πρὸς ἡμᾶς καὶ προσλαβόντα τὸ ἡμέτερον σῶμα θνητὸν ὄν· τοῦτο γὰρ παρ’ αὐτοῦ σημαίνεται ἐν τῷ ψάλλειν· «σμύρνα, καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου». παρὰ δὲ Νικοδήμου καὶ τῶν περὶ Μαριὰμ δείκνυται, ὅτε ὁ μὲν «ἦλθε φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ἑκατόν», αἱ δέ, ἅπερ ἦσαν ἑτοιμάσασαι ἀρώματα εἰς τὸν ἐνταφιασμὸν τοῦ σώματος τοῦ κυρίου.

Ποία οὖν πάλιν προκοπὴ τῷ ἀθανάτῳ προσλαβόντι τὸ θνητόν; ἢ ποία βελτίωσις τῷ αἰωνίῳ ἐνδυσαμένῳ τὸ πρόσκαιρον; ποῖος δὲ καὶ μισθὸς μείζων γένοιτ’ ἂν θεῷ αἰωνίῳ καὶ βασιλεῖ καὶ ὄντι ἐν τοῖς κόλποις τοῦ πατρός; «ἆρ’ οὐ θεωρεῖτε ὅτι καὶ τοῦτο δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν γέγονε καὶ γέγραπται, ἵνα ἄνθρωπος γενόμενος ὁ κύριος θνητοὺς ὄντας καὶ προσκαίρους ἡμᾶς ἀθανάτους κατασκευάσῃ καὶ εἰς τὴν αἰώνιον βασιλείαν τῶν οὐρανῶν εἰσαγάγῃ;» ἆρ’ οὐκ ἐρυθριᾶτε καταψευδόμενοι τῶν θείων λογίων; καὶ γὰρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημήσαντος ἡμεῖς μὲν ἐβελτιώθημεν ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, αὐτὸς δὲ ὁ αὐτός ἐστι καὶ οὐκ ἐπειδὴ γέγονεν ἄνθρωπος—πάλιν γὰρ τὸ αὐτὸ λεκτέον—ἐτράπη, ἀλλά, καθὼς γέγραπται, «ὁ λόγος τοῦ θεοῦ διαμένει εἰς τὸν αἰῶνα». ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως λόγος ὢν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ πνεῦμα, οὕτως καὶ ἄνθρωπος γενόμενος ἁγιάζει τοὺς πάντας τῷ πνεύματι καὶ λέγει τοῖς μαθηταῖς· «λάβετε πνεῦμα ἅγιον». καὶ Μωσεῖ μὲν ἐδίδου καὶ τοῖς ἄλλοις τοῖς ἑβδομήκοντα· δι’ αὐτοῦ τε ηὔχετο Δαβὶδ τῷ πατρὶ λέγων· «τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ». καὶ ἄνθρωπος δὲ γενόμενος ἔλεγεν· «ἀποστελῶ ὑμῖν τὸν παράκλητον, τὸ πνεῦμα τῆς ἀληθείας»· καὶ ἔπεμψεν ἀψευδὴς ὢν ὁ τοῦ θεοῦ λόγος.

οὐκοῦν «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον» καὶ «ὁ αὐτός ἐστιν εἰς τοὺς αἰῶνας» μένων ἄτρεπτος καὶ ὁ αὐτός ἐστι διδοὺς καὶ λαμβάνων· διδοὺς μὲν ὡς θεοῦ λόγος, λαμβάνων δὲ ὡς ἄνθρωπος. οὐκ ἄρα ὁ λόγος ἐστίν, ᾗ λόγος ἐστίν, ὁ βελτιούμενος· εἶχε γὰρ πάντα καὶ ἀεὶ ἔχει· ἀλλ’ οἱ ἄνθρωποί εἰσιν οἱ ἀρχὴν ἔχοντες τοῦ λαμβάνειν ἐν αὐτῷ καὶ δι’ αὐτοῦ. αὐτοῦ γὰρ νῦν ἀνθρωπίνως λεγομένου χρίεσθαι ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ χριόμενοι, ἐπειδὴ καὶ βαπτιζομένου αὐτοῦ ἡμεῖς ἐσμεν οἱ ἐν αὐτῷ βαπτιζόμενοι. περὶ δὲ τούτων πάντων μᾶλλον ὁ σωτὴρ φανεροποιεῖ λέγων τῷ πατρί· «κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν»· δι’ ἡμᾶς ἄρα καὶ δόξαν ᾔτει καὶ τὸ «ἔλαβε» καὶ τὸ «ἐχαρίσατο» καὶ τὸ «ὑπερύψωσε» λέλεκται, ἵνα ἡμεῖς λάβωμεν καὶ ἡμῖν χαρίσηται καὶ ἡμεῖς ὑψωθῶμεν ἐν αὐτῷ, ὥσπερ καὶ «ὑπὲρ ἡμῶν ἑαυτὸν ἁγιάζει, ἵν’ ἡμεῖς ἁγιασθῶμεν ἐν αὐτῷ».

Εἰ δὲ διὰ τὸ προσκεῖσθαι ἐν τῷ ψαλμῷ «διὰ τοῦτο ἔχρισέ σε ὁ θεός», ἐκ τῆς «διὰ τοῦτο» λέξεως πρόφασιν πάλιν ἑαυτοῖς, εἰς ἃ βούλονται, πορίζονται, γνώτωσαν οἱ τῶν γραφῶν ἀμαθεῖς καὶ τῆς ἀσεβείας ἐφευρεταί, ὅτι καὶ ἐνταῦθα πάλιν τὸ «διὰ τοῦτο» οὐ μισθὸν ἀρετῆς ἢ πράξεως σημαίνει τοῦ λόγου, ἀλλὰ τὸ αἴτιον πάλιν τῆς εἰς ἡμᾶς αὐτοῦ καθόδου καὶ τῆς ὑπὲρ ἡμῶν εἰς αὐτὸν γινομένης τοῦ πνεύματος χρίσεως. οὐ γὰρ εἶπε, ‹«διὰ τοῦτο ἔχρισέ σε», ἵνα γένῃ θεὸς ἢ βασιλεὺς ἢ υἱὸς ἢ λόγος›· ἦν γὰρ καὶ πρὸ τούτου καὶ ἔστιν ἀεί, καθάπερ δέδεικται· ἀλλὰ μᾶλλον ‹ἐπειδὴ θεὸς εἶ καὶ βασιλεύς, «διὰ τοῦτο» καὶ ἐχρίσθης· ἐπεὶ οὐδὲ ἄλλου ἦν συνάψαι τὸν ἄνθρωπον τῷ πνεύματι τῷ ἁγίῳ ἢ σοῦ τῆς εἰκόνος τοῦ πατρός, καθ’ ἣν καὶ ἐξ ἀρχῆς γεγόναμεν· σοῦ γάρ ἐστι καὶ τὸ πνεῦμα›. τῶν μὲν γὰρ γενητῶν ἡ φύσις οὐκ ἦν ἀξιόπιστος εἰς τοῦτο ἀγγέλων μὲν παραβάντων, ἀνθρώπων δὲ παρακουσάντων. «διὰ τοῦτο» θεοῦ χρεία ἦν· «θεὸς δέ ἐστιν ὁ λόγος»· ἵνα τοὺς ὑπὸ κατάραν γενομένους αὐτὸς ἐλευθερώσῃ.

εἰ μὲν οὖν «ἐξ οὐκ ὄντων» ἦν, οὐδ’ ἂν αὐτὸς ἦν ὁ Χριστὸς εἷς τῶν πάντων καὶ μέτοχος τυγχάνων καὶ αὐτός· ἐπειδὴ δὲ θεός ἐστι θεοῦ υἱὸς ὢν βασιλεύς τε ἀίδιός ἐστιν ἀπαύγασμα καὶ χαρακτὴρ τοῦ πατρὸς ὑπάρχων, «διὰ τοῦτο» εἰκότως αὐτός ἐστιν «ὁ προσδοκώμενος Χριστός», ὃν ὁ πατὴρ «ἀπαγγέλλει» τοῖς ἀνθρώποις ἀποκαλύπτων τοῖς ἁγίοις αὐτοῦ προφήταις, ἵνα ὥσπερ δι’ αὐτοῦ γεγόναμεν, οὕτως καὶ ἐν αὐτῷ τῶν πάντων λύτρωσις ἀπὸ τῶν ἁμαρτιῶν γένηται καὶ τὰ πάντα παρ’ αὐτοῦ βασιλεύηται. καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς εἰς αὐτὸν γινομένης χρίσεως καὶ τῆς ἐνσάρκου παρουσίας τοῦ λόγου, ἣν θεωρῶν καὶ ὁ ψαλμῳδὸς τὴν μὲν θεότητα καὶ τὴν πατρικὴν βασιλείαν αὐτοῦ ὑμνῶν ἀναφωνεῖ· «ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου», τὴν δὲ εἰς ἡμᾶς αὐτοῦ κάθοδον ἀπαγγέλλων λέγει· «διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Τί δὲ θαυμαστὸν ἢ τί ἄπιστον, εἰ ὁ τὸ πνεῦμα διδοὺς κύριος λέγεται νῦν αὐτὸς τῷ πνεύματι χρίεσθαι, ὅπου γε χρείας πάλιν ἀπαιτούσης οὐ παρῃτήσατο διὰ τὸ ἀνθρώπινον ἑαυτοῦ εἰπεῖν ἑαυτὸν καὶ ἐλάττονα τοῦ πνεύματος; τῶν γὰρ Ἰουδαίων λεγόντων «ἐν Βεελζεβοὺλ ἐκβάλλειν αὐτὸν τὰ δαιμόνια» ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς μετὰ τὸ ἐλέγξαι βλασφημοῦντας αὐτούς· «εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια».

ἰδοὺ γάρ, ὁ τοῦ πνεύματος δοτὴρ ἐν πνεύματι λέγει νῦν ἐκβάλλειν ἑαυτὸν τὰ δαιμόνια· τοῦτο δὲ οὐκ ἔστιν ἄλλως εἰρημένον ἢ διὰ τὴν σάρκα. ὡς γὰρ τῆς ἀνθρώπων φύσεως οὐκ οὔσης ἱκανῆς ἀφ’ ἑαυτῆς ἐκβάλλειν τοὺς δαίμονας εἰ μὴ δυνάμει τοῦ πνεύματος, διὰ τοῦτο ὡς ἄνθρωπος ἔλεγεν· «εἰ δὲ ἐγὼ ἐν πνεύματι ἐκβάλλω τὰ δαιμόνια». ἀμέλει καὶ τὴν εἰς τὸ πνεῦμα τὸ ἅγιον δυσφημίαν γινομένην μείζονα τῆς ἀνθρωπότητος σημαίνων ἔλεγεν· «ὃς ἂν εἴπῃ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἕξει ἄφεσιν», οἷοι ἦσαν οἱ λέγοντες «οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός;» οἱ δὲ εἰς τὸ πνεῦμα τὸ ἅγιον βλασφημοῦντες καὶ τὰ τοῦ λόγου ἔργα τῷ διαβόλῳ ἐπιγράφοντες ἄφυκτον τιμωρίαν ἕξουσι. τοιαῦτα μὲν τοῖς Ἰουδαίοις ὡς ἄνθρωπος ἔλεγεν ὁ κύριος· τοῖς δὲ μαθηταῖς τὴν θεότητα καὶ τὴν μεγαλειότητα δεικνὺς ἑαυτοῦ οὐκέτι ἐλάττονα τοῦ πνεύματος ἑαυτόν, ἀλλὰ ἴσον σημαίνων ἐδίδου μὲν τὸ πνεῦμα καὶ ἔλεγεν· «ἐγὼ αὐτὸ ἀποστέλλω»· «κἀκεῖνος ἐμὲ δοξάσει» καὶ «ὅσα ἀκούσει λαλήσει».

ὥσπερ οὖν ἐνταῦθα τοῦ πνεύματος δοτὴρ ὢν ὁ κύριος οὐ παραιτεῖται εἰπεῖν «ἐν πνεύματι ἐκβάλλειν τὰ δαιμόνια» ὡς ἄνθρωπος, τὸν αὐτὸν τρόπον ὁ αὐτὸς ὢν τοῦ πνεύματος δοτὴρ οὐ παρῃτήσατο λέγειν· «πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με» διὰ τὸ «γεγενῆσθαι αὐτὸν σάρκα», ὡς εἶπεν ὁ Ἰωάννης, ἵνα δειχθῇ, ὅτι κατ’ ἀμφότερα ἡμεῖς ἐσμεν, οἱ καὶ ἐν τῷ ἁγιάζεσθαι δεόμενοι τῆς τοῦ πνεύματος χάριτος καὶ μὴ δυνάμενοι δαίμονας ἐκβάλλειν ἄνευ τῆς τοῦ πνεύματος δυνάμεως. διὰ τίνος δὲ καὶ παρὰ τίνος ἔδει τὸ πνεῦμα δίδοσθαι ἢ διὰ τοῦ υἱοῦ, οὗ καὶ τὸ πνεῦμά ἐστι; πότε δὲ λαμβάνειν ἡμεῖς ἐδυνάμεθα, εἰ μὴ ὅτε ὁ λόγος γέγονεν ἄνθρωπος; καὶ ὥσπερ τὸ παρὰ τῷ ἀποστόλῳ λεγόμενον δείκνυσιν, ὅτι οὐκ ἂν ἐλυτρώθημεν καὶ ὑπερυψώθημεν, εἰ μὴ ὁ «ἐν μορφῇ θεοῦ ὑπάρχων ἔλαβε δούλου μορφήν», οὕτως καὶ ὁ Δαβὶδ δείκνυσιν, ὅτι οὐκ ἂν ἄλλως μετέσχομεν τοῦ πνεύματος καὶ ἡγιάσθημεν, εἰ μὴ ὁ τοῦ πνεύματος δοτὴρ αὐτὸς ὁ λόγος ἔλεγεν ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ πνεύματι χρίεσθαι. διὸ καὶ βεβαίως ἐλάβομεν αὐτοῦ λεγομένου κεχρίσθαι σαρκί. τῆς γὰρ ἐν αὐτῷ σαρκὸς πρώτης ἁγιασθείσης καὶ αὐτοῦ λεγομένου δι’ αὐτὴν εἰληφέναι ὡς ἀνθρώπου· ἡμεῖς ἐπακολουθοῦσαν ἔχομεν τὴν τοῦ πνεύματος «χάριν ἐκ τοῦ πληρώματος αὐτοῦ λαμβάνοντες».

Τὸ δὲ «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν» πρόσκειται ἐν τῷ ψαλμῷ, οὐχ, ὡς ὑμεῖς πάλιν νοεῖτε, «τρεπτὴν» δεικνύοντος τοῦ λόγου τὴν φύσιν, ἀλλὰ μᾶλλον καὶ ἐκ τούτου τὸ ἄτρεπτον αὐτοῦ σημαίνοντος. ἐπειδὴ γὰρ τῶν γενητῶν ἡ φύσις ἐστὶ τρεπτὴ καὶ οἱ μὲν παρέβησαν, οἱ δὲ παρήκουσαν, ὣς προείρηται, ἥ τε πρᾶξις αὐτῶν οὐκ ἔστι βεβαία, ἀλλὰ πολλάκις ἐνδέχεται τὸν νῦν ἀγαθὸν μετὰ ταῦτα τρέπεσθαι καὶ ἕτερόν τινα γίνεσθαι, ὡς τὸν ἄρτι δίκαιον ἄδικον μετ’ ὀλίγον εὑρεθῆναι, διὰ τοῦτο πάλιν ἀτρέπτου χρεία ἦν, ἵνα τὸ ἀμετάβλητον τῆς τούτου δικαιοσύνης ἔχωσιν εἰκόνα καὶ τύπον πρὸς ἀρετὴν οἱ ἄνθρωποι. ἡ δὲ τοιαύτη διάνοια ἔχει καὶ τὴν αἰτίαν τοῖς εὐφρονοῦσιν εὔλογον. ἐπειδὴ γὰρ «ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ» ἐτράπη καὶ «διὰ τῆς ἁμαρτίας θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον», διὰ τοῦτο «τὸν δεύτερον» Ἀδὰμ ἔπρεπεν ἄτρεπτον εἶναι, ἵνα, κἂν πάλιν ὁ ὄφις ἐπιχειρήσῃ, αὐτοῦ μὲν «τοῦ ὄφεως ἡ ἀπάτη» ἐξασθενήσῃ, τοῦ δὲ κυρίου ἀτρέπτου καὶ ἀναλλοιώτου ὄντος πρὸς πάντας ὁ ὄφις ἀσθενὴς τοῖς ἐπιχειρήμασι γένηται. ὥσπερ γὰρ τοῦ Ἀδὰμ παραβάντος «εἰς πάντας τοὺς ἀνθρώπους» ἡ ἀπάτη διέβη, οὕτω τοῦ κυρίου ἰσχύσαντος ἡ τοιαύτη λοιπὸν ἰσχὺς εἰς ἡμᾶς διαβήσεται, ὥστε λέγειν ἕκαστον ἡμῶν· «οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν».

οὐκοῦν εἰκότως ὁ κύριος ὁ ἀεὶ καὶ φύσει ἄτρεπτος «ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἀδικίαν» χρίεται καὶ αὐτὸς ἀποστέλλεται, ἵνα ὁ αὐτός τε ὢν καὶ αὐτὸς διαμένων, τὴν τρεπτὴν σάρκα λαβὼν τὴν μὲν ἁμαρτίαν ἐν αὐτῇ κατακρίνῃ, ἐλευθέραν δὲ αὐτὴν κατασκευάσῃ εἰς τὸ δύνασθαι λοιπὸν «τὸ δικαίωμα τοῦ νόμου πληροῦν» ἐν αὐτῇ, ὥστε καὶ λέγειν δύνασθαι· «ἡμεῖς οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ἡμῖν».

Μάτην ὑμῖν ἄρα καὶ νῦν, ὦ Ἀρειανοί, ἡ τοιαύτη ὑπόνοια γεγένηται καὶ μάτην ἐπροφασίσασθε τὰ ῥήματα τῶν γραφῶν· ὁ λόγος γὰρ ὁ τοῦ θεοῦ ἄτρεπτός ἐστι καὶ ἀεὶ καὶ ὡσαύτως ἔχει, οὐχ ἁπλῶς, ἀλλ’ ὡς ὁ πατήρ. ἐπεὶ πῶς ὅμοιος, εἰ μὴ οὕτως ἐστίν; ἢ πῶς πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ ἐστιν, εἰ μὴ καὶ τὸ ἄτρεπτον καὶ τὸ ἀναλλοίωτον τοῦ πατρὸς ἔχει; οὐχ ὡς ὑποκείμενος δὲ νόμοις καὶ τὴν ἐπὶ θάτερα ῥοπὴν ἔχων τὸ μὲν ἀγαπᾷ, τὸ δὲ μισεῖ, ἵνα μὴ φόβῳ τοῦ ἐκπεσεῖν τὸ ἕτερον προσλαμβάνῃ καὶ ἄλλως πάλιν τρεπτὸς εἰσάγηται· ἀλλ’ ὡς θεὸς ὢν καὶ λόγος τοῦ πατρὸς κριτής ἐστι δίκαιος καὶ φιλάρετος, μᾶλλον δὲ καὶ χορηγὸς ἀρετῆς. δίκαιος οὖν φύσει καὶ ὅσιος ὢν διὰ τοῦτο ἀγαπᾶν λέγεται δικαιοσύνην καὶ μισεῖν ἀδικίαν, ἴσον τῷ εἰπεῖν ὅτι τοὺς μὲν ἐναρέτους ἀγαπᾷ καὶ προσλαμβάνεται, τοὺς δὲ ἀδίκους ἀποστρέφεται καὶ μισεῖ. καὶ γὰρ περὶ τοῦ πατρὸς τὸ αὐτὸ λέγουσιν αἱ θεῖαι γραφαί· «δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησε» καὶ «ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν» καὶ «τὰς μὲν πύλας Σιὼν ἀγαπᾷ, τὰ δὲ σκηνώματα Ἰακὼβ» οὐ περὶ πολλοῦ ποιεῖται καὶ «τὸν μὲν Ἰακὼβ ἠγάπησε, τὸν δὲ Ἠσαῦ ἐμίσησε», κατὰ δὲ τὸν Ἡσαΐαν φωνὴ θεοῦ ἐστι πάλιν λέγοντος· «ἐγώ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας».

ἢ τοίνυν κἀκεῖνα τὰ ῥήματα ὡς ταῦτα ἐκλαμβανέτωσαν· καὶ γὰρ κἀκεῖνα περὶ τῆς εἰκόνος τοῦ θεοῦ γέγραπται· ἢ καὶ ταῦτα ὡς ἐκεῖνα κακῶς διανοούμενοι τρεπτὸν καὶ τὸν πατέρα ἐπινοήσουσιν. εἰ δὲ καὶ μόνον ἀκούειν τοῦτο λεγόντων ἑτέρων οὐκ ἔστιν ἀκίνδυνον, διά τοι τοῦτο καλῶς διανοούμεθα τὸ λέγεσθαι τὸν θεὸν «δικαιοσύνας ἀγαπᾶν καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας» οὐχ ὡς ἐπὶ θάτερα ῥοπὴν ἔχοντος αὐτοῦ καὶ δεκτικοῦ τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, ἐκεῖνο δὲ μὴ αἱρεῖσθαι· τοῦτο γὰρ τῶν γενητῶν ἴδιόν ἐστιν· ἀλλ’ ὅτι ὡς κριτὴς τοὺς μὲν δικαίους ἀγαπᾷ καὶ προσλαμβάνεται, τῶν δὲ φαύλων μακρὰν γίνεται, ἀκόλουθον ἂν εἴη καὶ περὶ τῆς τῆς εἰκόνος τοῦ θεοῦ τοιαῦτα νοεῖν, ὅτι οὕτως ἀγαπᾷ καὶ μισεῖ. τοιαύτην γὰρ εἶναι τὴν φύσιν τῆς εἰκόνος δεῖ, οἷός ἐστιν ὁ ταύτης πατήρ, κἂν οἱ Ἀρειανοὶ ὡς τυφλοὶ μήτε ταύτην μήτε ἄλλο τι τῶν θείων λογίων βλέπωσιν.