Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος αʹ

Μέγας Αθανάσιος

Η ανασκευή της αρειανικής επιχειρηματολογίας περί του «αγενήτου»

Ελέγχεται η παρελκυστική χρήση του φιλοσοφικού όρου «αγένητος» από τους Αρειανούς. Αναλύεται η θεολογική υπεροχή της βιβλικής ονομασίας «Πατήρ», η οποία εκφράζει την αληθινή σχέση του Θεού με τον γνήσιο Υιό Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

Ταῦτα τοὺς μὲν πιστοὺς εὐφραίνει, τοὺς δὲ αἱρετικοὺς λυπεῖ βλέποντας ἀναιρουμένην αὐτῶν τὴν αἵρεσιν· καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ ἐρώτησις ἐν τῷ λέγειν· «ἓν τὸ ἀγέννητον ἢ δύο;» οὐκ ὀρθὴν αὐτῶν δείκνυσι τὴν διάνοιαν, ἀλλ’ ὕποπτον καὶ δόλου μεστήν. οὐ γὰρ ἐπὶ τιμῇ τοῦ πατρὸς οὕτως ἐρωτῶσιν, ἀλλ’ ἐπὶ ἀτιμίᾳ τοῦ λόγου. ἂν γοῦν τις ἀγνοῶν τὴν πανουργίαν αὐτῶν ἀποκρίνηται· ‹ἓν τὸ ἀγέννητον›, εὐθὺς τὸν ἑαυτῶν ἰὸν ἐξεμοῦσι λέγοντες· ‹οὐκοῦν ὁ υἱὸς τῶν γενητῶν ἐστι, καὶ καλῶς εἰρήκαμεν· οὐκ ἦν πρὶν γεννηθῇ.› πάντα γὰρ φύρουσι καὶ κυκῶσιν, ἵνα μόνον διαστήσωσι τὸν λόγον ἀπὸ τοῦ πατρὸς καὶ τὸν δημιουργὸν τῶν ὅλων τοῖς ποιήμασι συναριθμήσωσι. πρῶτον μὲν οὖν καὶ κατὰ τοῦτο καταγνώσεώς εἰσιν ἄξιοι, ὅτι μεμφόμενοι τοῖς ἐν Νικαίᾳ συνελθοῦσιν ἐπισκόποις ὡς ἀγράφοις χρησαμένοις λέξεσι καίτοι μὴ δυσφήμοις, ἀλλ’ ἐπ’ ἀναιρέσει τῆς ἀσεβείας αὐτῶν κειμέναις ηὐτομόλησαν εἰς τὴν αὐτὴν αἰτίαν αὐτοὶ ἐξ ἀγράφων φθεγγόμενοι, καὶ ἐπινοοῦντες λοιδορίας κατὰ τοῦ κυρίου «μὴ γινώσκοντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται». ἐρωτησάτωσαν γοῦν Ἕλληνας, παρ’ ὧν ἤκουσαν· οὐ γὰρ τῶν γραφῶν, ἀλλ’ ἐκείνων ἐστὶν εὕρεμα, ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει, μάθωσιν ὅτι οὐδὲ περὶ ὧν λέγουσιν ἐπίστανται καλῶς ἐρωτᾶν.

κἀγὼ γὰρ δι’ αὐτοὺς ἐπυθόμην λέγεσθαι μὲν ‹ἀγένητον› τὸ μηδέπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι ὡς τὸ ξύλον μήπω μὲν γενόμενον σκάφος, δυνάμενον δὲ τοῦτο γενέσθαι. καὶ πάλιν ‹ἀγένητον› λέγεσθαι τὸ μήτε γενόμενον μήτε γενέσθαι ποτὲ δυνάμενον ὡς τὸ τρίγωνον καὶ ὁ ἄρτιος ἀριθμός· οὔτε γὰρ τὸ τρίγωνον γέγονέ ποτε τετράγωνον οὔτε γένοιτ’ ἄν ποτε, ἀλλ’ οὐδὲ ὁ ἄρτιος γέγονέ ποτε περιττὸς οὐδὲ γένοιτ’ ἄν ποτε περιττός. λέγεται δὲ πάλιν «ἀγένητον» τὸ ὑπάρχον μέν, μὴ γεννηθὲν δὲ ἔκ τινος μηδὲ ὅλως ἔχον ἑαυτοῦ τινα πατέρα. προσέθηκε δὲ καὶ ὁ πανοῦργος σοφιστὴς Ἀστέριος, ὁ καὶ τῆς αἱρέσεως συνήγορος, ἐν τῷ ἰδίῳ συντάγματι λέγων ἀγένητον εἶναι τὸ «μὴ ποιηθέν, ἀλλ’ ἀεὶ ὄν». κατὰ ποῖον τοίνυν σημαινόμενον νοοῦσι τὸ ἀγένητον, ἔδει προστιθέντας αὐτοὺς ἐρωτᾶν, ἵνα καὶ ὁ ἐρωτώμενος ὀρθῶς ἀποκρίνηται.

Εἰ δὲ νομίζουσι καλῶς ἐρωτᾶν ἐν τῷ λέγειν «ἓν τὸ ἀγένητον ἢ δύο;», ἀκούσονται πρῶτον μὲν ὡς ἀμαθεῖς πολλά τε εἶναι καὶ οὐδέν, πλεῖστα μὲν τὰ δυνάμενα γενέσθαι, οὐδὲν δὲ τὸ μὴ δυνάμενον, ὥσπερ εἴρηται. εἰ δέ, ὡς Ἀστερίῳ ἤρεσε τὸ μὴ ποίημα, ἀλλ’ ἀεὶ ὂν ἀγένητον εἶναι, οὕτως ἐρωτῶσιν, ἀκουέτωσαν οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὅτι καὶ ὁ υἱὸς οὕτως κατὰ ταύτην τὴν ἐκδοχὴν ἀγένητος ἂν λεχθείη. οὔτε γὰρ τῶν γενητῶν οὔτε ποίημά ἐστιν, ἀλλὰ καὶ ἀιδίως σύνεστι τῷ πατρί, ὥσπερ ἤδη καὶ δέδεικται, κἂν πολλάκις μεταβάλλωνται, ἵνα μόνον κατὰ τοῦ κυρίου λέγωσιν «ἐξ οὐκ ὄντων ἐστὶ» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ». πάντων δὴ οὖν ἐκπίπτοντες ἐὰν κατ’ ἐκεῖνο θελήσωσι λοιπὸν ἐρωτᾶν κατὰ τὸ ὑπάρχον μέν, μήτε δὲ γεννηθὲν ἔκ τινος μήτε ἔχον ἑαυτοῦ πατέρα, ἀκούσονται μὲν καὶ παρ’ ἡμῶν τὸν οὕτω σημαινόμενον ἕνα καὶ μόνον ἀγένητον εἶναι τὸν πατέρα, οὐδὲν δὲ πλέον ἕξουσιν ἐκ τοῦ τοιαῦτα ἀκούειν αὐτούς. οὐδὲ γὰρ τὸ οὕτως ἀγένητον λέγεσθαι τὸν θεὸν δείκνυσι γενητὸν εἶναι τὸν υἱὸν δήλου ὄντος κατὰ τὰς προειρημένας ἀποδείξεις τοιοῦτον εἶναι τὸν λόγον, οἷός ἐστιν ὁ γεννήσας αὐτόν. οὐκοῦν εἰ ἀγένητος ὁ θεός, οὐ γενητή, ἀλλὰ γέννημά ἐστιν ἡ τούτου εἰκών, ἥτις ἐστὶν ὁ λόγος αὐτοῦ καὶ ἡ σοφία. ποία γὰρ ἐμφέρεια τῷ γενητῷ πρὸς τὸ ἀγένητον;

πάλιν γὰρ τὰ αὐτὰ λέγειν οὐκ ὀκνητέον, ἐπεὶ εἰ ὅμοιον τὸ γενητὸν τῷ ἀγενήτῳ θέλουσιν, ὡς τὸν ὁρῶντα τοῦτο βλέπειν ἐκεῖνο, οὐ μακράν εἰσιν εἰπεῖν, ὅτι καὶ τὸ ἀγένητον τῶν κτισμάτων ἐστὶν εἰκών, καὶ λοιπὸν πέφυρται πάντα παρ’ αὐτοῖς, γενητῶν μὲν ἐξίσωσις πρὸς τὸν ἀγένητον, ἀγενήτου δὲ καθαίρεσις μετρουμένου πρὸς τὰ ποιήματα, ἵνα μόνον τὸν υἱὸν ἐν τοῖς ποιήμασι καταγάγωσιν.

Ἀλλ’ οὐδὲ αὐτοὺς οἶμαι θελῆσαι λέγειν ἔτι τὰ τοιαῦτα, ἐὰν Ἀστερίῳ γε τῷ σοφιστῇ πείθωνται. ἐκεῖνος γὰρ καίπερ σπουδάζων συνηγορεῖν τῇ Ἀρειανῇ αἱρέσει, καὶ λέγων ἓν εἶναι τὸ ἀγένητον τὰ ἐναντία τούτοις ἀντιφθέγγεται λέγων καὶ τὴν σοφίαν τοῦ θεοῦ ἀγένητον καὶ ἄναρχον εἶναι· καὶ ἔστι μέρος ὧν ἔγραψε ταῦτα· «καὶ οὐκ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν τοῦ θεοῦ δύναμιν ἢ τὴν τοῦ θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς προσθήκης ‹δύναμιν θεοῦ καὶ θεοῦ σοφίαν› ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ θεοῦ δύναμιν, τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγενήτως κηρύσσων». καὶ πάλιν μετ’ ὀλίγα· «καίτοι γε ‹ἡ μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία›, ἣν ἄναρχόν τε καὶ ἀγένητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοί, μία ἂν εἴη δήπουθεν καὶ αὐτή». εἰ γὰρ καὶ μὴ καλῶς νοήσας τὸ τοῦ ἀποστόλου ῥητὸν ἐνόμισεν εἶναι δύο σοφίας, ἀλλ’ ὅμως συνυπάρχουσαν αὐτῷ σοφίαν εἰρηκὼς ἀγένητον οὐκέτι ἓν τὸ ἀγένητον, ἀλλὰ καὶ ἕτερον ἔφησεν ἀγένητον εἶναι σὺν αὐτῷ. τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ ἀλλ’ ἑτέρῳ συνυπάρχει. ἢ τοίνυν Ἀστερίῳ πειθόμενοι μηκέτι ἐρωτάτωσαν «ἓν τὸ ἀγένητον ἢ δύο;», ἵνα μὴ ὡς ἀμφιβάλλοντες μάχωνται πρὸς ἐκεῖνον· ἢ εἰ ἐναντιοῦνται κἀκείνῳ, μὴ ἐπερειδέσθωσαν αὐτοῦ τῷ συνταγματίῳ, ἵνα μὴ «ἀλλήλους δάκνοντες ὑπὸ ἀλλήλων ἀναλωθῶσι». καὶ ταῦτα μὲν δι’ ὀλίγων πρὸς τὴν ἀμαθίαν αὐτῶν εἰρήσθω.

πρὸς δέ γε τὴν πανοῦργον αὐτῶν προαίρεσιν τί τοσοῦτον ἄν τις εἴποι; τίς αὐτοὺς οὐκ ἂν οὕτως μαινομένους μισήσειε δικαίως; ἐπειδὴ γὰρ οὐκέτι παρρησίαν ἔχουσιν ἐν τῷ λέγειν «ἐξ οὐκ ὄντων» καὶ «οὐκ ἦν πρὶν γεννηθῇ», ἐπενόησαν ἑαυτοῖς τὴν τοῦ «ἀγενήτου» λέξιν, ἵνα τὸν υἱὸν γενητὸν παρὰ τοῖς ἀκεραίοις λέγοντες, αὐτὰ πάλιν ἐκεῖνα τὰ ῥήματα, τὸ «ἐξ οὐκ ὄντων» καὶ τὸ «οὐκ ἦν ποτε» σημαίνωσιν· ἐν γὰρ τούτοις τὰ γενητὰ καὶ τὰ κτίσματα σημαίνονται.

Ἔδει οὖν, εἴπερ θαρροῦσιν οἷς λέγουσι, τούτοις καὶ ἐπιμένειν καὶ μὴ ποικίλως μεταποιεῖν ἑαυτούς. ἀλλ’ οὐ θελήσουσι νομίζοντες εὐχερῶς ἅπαντα δύνασθαι, ἐὰν τῷ ὀνόματι τούτῳ σκέποντες τὴν αἵρεσιν προβάλλωνται τὸ ‹ἀγένητον›· καὶ γὰρ καὶ αὐτὸ τοῦτο τὸ τοῦ ἀγενήτου λεξείδιον οὐ πρὸς τὸν υἱὸν ἔχει τὴν σημασίαν, κἂν οὗτοι γογγύζωσιν, ἀλλὰ πρὸς τὰ γενητά· καὶ ὅμοιον ἄν τις ἴδοι τούτου τὸ «παντοκράτωρ» καὶ τὸ «κύριος τῶν δυνάμεων». εἰ γὰρ τῶν πάντων ὁ πατὴρ διὰ τοῦ λόγου κρατεῖ καὶ κυριεύει, καὶ τὴν βασιλείαν τοῦ πατρὸς βασιλεύει ὁ υἱὸς καὶ τὸ κράτος πάντων ἔχει ὡς λόγος ὡς εἰκὼν τοῦ πατρός, εὔδηλον ὡς οὐδὲ ὧδε τοῖς πᾶσι συναριθμεῖται ὁ υἱὸς οὐδὲ δι’ αὐτὸν λέγεται παντοκράτωρ καὶ κύριος, ἀλλὰ διὰ τὰ δι’ υἱοῦ γενόμενα, ὧν κρατεῖ καὶ κυριεύει διὰ τοῦ λόγου. καὶ τὸ ἀγένητον ἄρα οὐ διὰ τὸν υἱόν, ἀλλὰ διὰ τὰ δι’ υἱοῦ γενόμενα σημαίνεται· καλῶς; ὅτι οὐκ ἔστιν ὡς τὰ γενητὰ ὁ θεός, ἀλλὰ καὶ τούτων κτίστης διὰ τοῦ υἱοῦ καὶ δημιουργός ἐστιν. ὥσπερ δὲ τὸ ‹ἀγένητον›, πρὸς τὰ γενητὰ σημαίνεται, οὕτως τὸ «πατὴρ» δηλωτικόν ἐστι τοῦ υἱοῦ· καὶ ὁ μὲν ποιητὴν καὶ δημιουργὸν καὶ ἀγένητον ὀνομάζων τὸν θεὸν τὰ κτίσματα καὶ τὰ γενητὰ βλέπει καὶ καταλαμβάνει· ὁ δὲ τὸν θεὸν πατέρα καλῶν, εὐθὺς τὸν υἱὸν νοεῖ καὶ θεωρεῖ.

διὸ καὶ θαυμάσειεν ἄν τις αὐτῶν τὴν ἐπ’ ἀσεβείᾳ φιλονεικίαν, ὅτι καίτοι καὶ τοῦ ὀνόματος τοῦ ‹ἀγενήτου› καλὴν ἔχοντος τὴν προειρημένην διάνοιαν καὶ δυναμένου μετ’ εὐσεβείας ὀνομάζεσθαι, αὐτοὶ κατὰ τὴν ἰδίαν αἵρεσιν προφέρουσιν ἐπ’ ἀτιμίᾳ τοῦ υἱοῦ οὐκ ἀναγνόντες ὅτι «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα καὶ ὁ τὸν υἱὸν ἀτιμάζων ἀτιμάζει τὸν πατέρα». εἰ γὰρ ὅλως αὐτοῖς εὐφημίας καὶ τῆς εἰς τὸν πατέρα τιμῆς ἔμελεν, ἔδει μᾶλλον, καὶ τοῦτο βέλτιον καὶ μεῖζον ἦν, πατέρα τὸν θεὸν εἰδέναι τε καὶ λέγειν αὐτοὺς ἢ ἐκείνως ὀνομάζειν αὐτόν. λέγοντες μὲν γὰρ ἐκεῖνοι τὸν θεὸν ‹ἀγένητον› ἐκ τῶν γενομένων ἔργων αὐτόν, καθάπερ εἴρηται, ποιητὴν μόνον καὶ δημιουργὸν λέγουσι νομίζοντες ὅτι καὶ τὸν λόγον ποίημα ἐκ τούτου σημαίνειν δύνανται κατὰ τὴν ἰδίαν ἡδονήν· ὁ δὲ τὸν θεὸν πατέρα λέγων ἐκ τοῦ υἱοῦ τοῦτον σημαίνει, οὐκ ἀγνοῶν ὅτι υἱοῦ ὄντος ἐξ ἀνάγκης διὰ τοῦ υἱοῦ τὰ γενητὰ πάντα ἐκτίσθη. καὶ οὗτοι μὲν ‹ἀγένητον› λέγοντες μόνον ἐκ τῶν ἔργων σημαίνουσιν αὐτὸν καὶ οὐκ ἴσασι καὶ αὐτοὶ τὸν υἱὸν ὥσπερ Ἕλληνες· ὁ δὲ πατέρα λέγων τὸν θεὸν ἐκ τοῦ λόγου σημαίνει τοῦτον. εἰδὼς δὲ τὸν λόγον οἶδεν αὐτὸν δημιουργὸν ὄντα καὶ καταλαμβάνει ὅτι «δι’ αὐτοῦ τὰ πάντα γέγονεν».

Οὐκοῦν εὐσεβέστερον καὶ ἀληθὲς μᾶλλον ἂν εἴη τὸν θεὸν ἐκ τοῦ υἱοῦ σημαίνειν καὶ πατέρα λέγειν ἢ ἐκ μόνων τῶν ἔργων ὀνομάζειν καὶ λέγειν αὐτὸν ἀγένητον. τοῦτο μὲν γὰρ καὶ μόνον ἕκαστον, καθάπερ εἶπον, καὶ κοινῇ πάντα τὰ ἐκ τοῦ βουλήματος τοῦ θεοῦ διὰ τοῦ λόγου γενόμενα ἔργα σημαίνει· τὸ δὲ «πατὴρ» ἐφ’ υἱοῦ μόνον σημαίνεται καὶ ἵσταται. ὅσῳ δὲ ὁ λόγος τῶν γενητῶν διαφέρει, τοσούτῳ καὶ πλεῖον τὸ λέγειν τὸν θεὸν «πατέρα» τοῦ λέγειν ‹ἀγένητον› διαφέροι ἄν. καὶ γὰρ τοῦτο μὲν ἄγραφον καὶ ὕποπτον καὶ ποικίλην ἔχον ἐστὶ τὴν σημασίαν, ὥστε τοῦ ἐρωτωμένου περὶ αὐτοῦ εἰς πολλὰ τὴν διάνοιαν περιφέρεσθαι· τὸ δὲ «πατὴρ» ἁπλοῦν καὶ ἔγγραφον καὶ ἀληθέστερον καὶ σημαῖνον μόνον τὸν υἱόν ἐστι. καὶ τὸ μὲν ‹ἀγένητον› παρ’ Ἑλλήνων εὕρηται τῶν μὴ γινωσκόντων τὸν υἱόν· τὸ δὲ ‹πατὴρ› παρὰ τοῦ κυρίου ἡμῶν ἐγνώσθη καὶ κεχάρισται. καὶ γὰρ εἰδὼς αὐτὸς τίνος ἐστὶν υἱὸς ἔλεγεν «ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί» καὶ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ οὐδαμοῦ φαίνεται τὸν πατέρα καλῶν ‹ἀγένητον› αὐτός· ἀλλὰ καὶ ἡμᾶς εὔχεσθαι διδάσκων οὐκ εἶπεν ‹ὅταν δὲ προσεύχησθε, λέγετε· θεὲ ἀγένητε›, ἀλλὰ μᾶλλον· «ὅταν δὲ προσεύχεσθε, λέγετε· πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς».

καὶ τὸ κεφάλαιον δὲ τῆς πίστεως ἡμῶν εἰς τοῦτο συντείνειν ἠθέλησε κελεύσας ἡμᾶς βαπτίζεσθαι οὐκ ‹εἰς ὄνομα ἀγενήτου καὶ γενητοῦ›, οὐδὲ ‹εἰς ὄνομα ἀκτίστου καὶ κτίσματος›, ἀλλ’ «εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος». οὕτω γὰρ τελειούμενοι καὶ ἡμεῖς ἐκ ποιημάτων ὄντες υἱοποιούμεθα λοιπὸν καὶ τὸ τοῦ πατρὸς δὲ ὄνομα λέγοντες ἐπιγινώσκομεν ἐκ τοῦ ὀνόματος τούτου καὶ τὸν ἐν αὐτῷ τῷ πατρὶ λόγον. μάταιος ἄρα καὶ ἡ περὶ τῆς τοῦ ἀγενήτου λέξεως ἐπιχείρησις αὐτῶν δέδεικται καὶ μηδὲν πλεῖον ἔχουσα ἢ μόνην φαντασίαν.