Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Ἀρειανῶν λόγος βʹ

Μέγας Αθανάσιος

Η αΐδια γέννηση και ενότητα Πατρός και Υιού και οι συνέπειες της αρειανικής πλάνης

Εξηγείται η σχέση Πατρός και Υιού διά των αναλογιών του φωτός και της βουλής, ελέγχονται οι θέσεις του Αστερίου περί πολλαπλών δυνάμεων, και υπογραμμίζεται η ακυρότητα του αρειανικού βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

τοῦτο γὰρ τῶν μὲν κτισμάτων ἴδιον, ἐπὶ δὲ τοῦ λόγου τοῦτο νοεῖν ἢ λέγειν ἀπρεπές. ἔστι γὰρ ὁ λόγος τοῦ θεοῦ δημιουργὸς καὶ ποιητικός, καὶ αὐτός ἐστιν ἡ τοῦ πατρὸς βουλή. διὰ τοῦτο γοῦν οὐκ εἶπεν ἡ θεία γραφή, ὅτι ἤκουσε καὶ ἀπεκρίνατο ὁ ἀκούων, πῶς ἢ ποῖα βούλεται τὰ γινόμενα γενέσθαι, ἀλλὰ μόνον «εἶπεν ὁ θεός· γενηθήτω» καὶ ἐπήγαγε «καὶ ἐγένετο οὕτως». τὸ γὰρ δόξαν καὶ βουληθὲν εὐθὺς ἐγίνετο τῷ λόγῳ καὶ ἀπηρτίζετο. ὅταν μὲν γὰρ ὁ θεὸς ἄλλοις ἢ ἀγγέλοις ἐντέλληται ἢ τῷ Μωσεῖ ὁμιλῇ ἢ τῷ Ἀβραὰμ ἐπαγγέλληται, τότε ὁ ἀκούων ἀποκρίνεται· καὶ ὁ μὲν λέγει· «κατὰ τί γνώσομαι;» ὁ δέ· «προχείρισαι ἄλλον» καὶ πάλιν· «ἐὰν ἐρωτήσωσί με Τί ὄνομα αὐτῷ; τί ἐρῶ πρὸς αὐτούς;» καὶ ὁ ἄγγελος δὲ τῷ μὲν Ζαχαρίᾳ ἔλεγε· «τάδε λέγει κύριος»· τὸν δὲ κύριον ἠρώτα· «κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλήμ;» καὶ ἐκδέχεται ἀκοῦσαι «λόγους καλοὺς καὶ παρακλητικούς». ἔχει γὰρ τούτων ἕκαστος τὸν μεσίτην λόγον καὶ τὴν σοφίαν τοῦ θεοῦ τὴν γνωρίζουσαν τὸ βούλημα τοῦ πατρός.

ὅταν δὲ ἐργάζηται αὐτὸς καὶ κτίζῃ ὁ λόγος, οὐκ ἔστιν ἐκεῖ ἐρώτησις καὶ ἀπόκρισις· ἐν αὐτῷ γάρ ἐστιν ὁ πατήρ, καὶ ὁ λόγος ἐν τῷ πατρί· ἀλλ’ ἀρκεῖ τὸ βούλεσθαι, καὶ τὸ ἔργον γίνεται, ἵνα τοῦ μὲν βουλήματος ᾖ γνώρισμα δι’ ἡμᾶς τὸ «εἶπεν», τὸ δὲ «καὶ ἐγένετο οὕτως» τὸ ἔργον σημαίνηται τὸ διὰ τοῦ λόγου καὶ τῆς σοφίας, ἐν ᾗ καὶ ἡ βούλησίς ἐστι τοῦ πατρός. καὶ αὐτὸ δὲ τὸ «εἶπεν ὁ θεὸς» ἐν τῷ λόγῳ γνωρίζεται· «πάντα γάρ», φησίν, «ἐν σοφίᾳ ἐποίησας» καὶ «τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ «εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα καὶ ἡμεῖς δι’ αὐτοῦ».

Ἀπὸ δὴ τούτων ἔστι συνορᾶν, ὡς οὐ πρὸς ἡμᾶς ἔχουσιν τὴν μάχην οἱ Ἀρειανοὶ περὶ τῆς αἱρέσεως, ἀλλὰ σχηματίζονται μὲν πρὸς ἡμᾶς, πρὸς αὐτὴν δὲ τὴν θεότητα μάχονται. εἰ μὲν γὰρ ἡμῶν ἦν ἡ φωνή· «οὗτός ἐστιν ὁ υἱός μου», μικρὰ ἦν αὐτοῖς ἡ παρ’ ἡμῶν μέμψις· εἰ δὲ τοῦ πατρός ἐστιν ἡ φωνὴ καὶ οἱ μὲν μαθηταὶ ἤκουσαν, αὐτὸς δὲ ὁ υἱὸς περὶ ἑαυτοῦ λέγει· «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», πῶς οὐ κατὰ τοὺς μυθευομένους γίγαντας καὶ αὐτοὶ νῦν θεομαχοῦσι «τὴν γλῶτταν» ἔχοντες, ὡς εἶπεν ὁ ψάλλων, «μάχαιραν ὀξεῖαν» εἰς ἀσέβειαν; οὔτε γὰρ τὴν φωνὴν τοῦ πατρὸς ἐφοβήθησαν οὔτε τοῦ σωτῆρος ᾐδέσθησαν τὰ ῥήματα, ἀλλ’ οὐδὲ τοῖς ἁγίοις ἐπείσθησαν τοῦ μὲν γράφοντος· «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως» καὶ «Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία», τοῦ δὲ ψάλλοντος· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς» καὶ «πάντα ἐν σοφίᾳ ἐποίησας» καὶ τῶν μὲν προφητῶν λεγόντων· «καὶ ἐγένετο λόγος κυρίου πρὸς μέ», τοῦ δὲ Ἰωάννου· «ἐν ἀρχῇ ἦν ὁ λόγος» καὶ τοῦ Λουκᾶ· «καθὼς καὶ παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γενόμενοι»· ὡς καὶ πάλιν Δαυὶδ λέγει· «ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». ταῦτα γὰρ πάντα τὴν μὲν Ἀρειανὴν αἵρεσιν στηλιτεύει πανταχοῦ, τὴν δὲ τοῦ λόγου ἀιδιότητα σημαίνει καὶ ὅτι οὐ ξένος, ἀλλ’ ἴδιος τῆς τοῦ πατρὸς οὐσίας ἐστί.

πότε γὰρ εἶδέ τις φῶς χωρὶς τοῦ ἀπαυγάσματος; ἢ τίς τολμᾷ λέγειν ἀλλότριον εἶναι τὸν χαρακτῆρα τῆς ὑποστάσεως; ἢ πῶς οὐ μαίνεται πλέον ὁ κἂν ἐνθυμούμενος ἄλογον καὶ ἄσοφόν ποτε τὸν θεόν; τοιαῦτα γὰρ τὰ παραδείγματα καὶ τοιαύτας εἰκόνας ἔθηκεν ἡ γραφή, ἵν’ ἐπειδὴ ἀδύνατός ἐστιν ἡ ἀνθρωπίνη φύσις περὶ θεοῦ καταλαβεῖν, κἂν ἐκ τούτων ὀλίγως πως καὶ ἀμυδρῶς, ὡς ἐφικτόν ἐστι, διανοεῖσθαι δυνηθῶμεν. καὶ ὥσπερ περὶ τοῦ εἶναι θεὸν καὶ πρόνοιαν αὐτάρκης ἡ κτίσις πρὸς τὴν γνῶσιν· «ἐκ γὰρ μεγέθους καὶ καλλονῆς» καὶ «<ἀπὸ> κτίσεως κόσμου» «ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται»· καὶ οὐ φωνὰς ἀπαιτοῦντες παρ’ αὐτῶν μανθάνομεν, ἀλλ’ ἀκούοντες μὲν τῶν γραφῶν πιστεύομεν καὶ αὐτὴν δὲ τὴν τάξιν τῶν πάντων θεωροῦντες καὶ τὴν ἁρμονίαν ἐπιγινώσκομεν τούτων εἶναι πάντων ποιητήν τε καὶ δεσπότην καὶ θεὸν τούτου τε τὴν εἰς πάντα πρόνοιάν τε θαυμαστὴν καὶ ἡγεμονίαν καταλαμβάνομεν, τὸν αὐτὸν τρόπον περὶ τῆς τοῦ υἱοῦ θεότητος ἱκανῶν ὄντων τῶν προειρημένων ῥητῶν περιττόν, μᾶλλον δὲ καὶ μανίας πλέον ἐστὶν ἀμφιβάλλειν καὶ αἱρετικῶς πυνθάνεσθαι ‹πῶς οὖν δύναται ἀιδίως εἶναι ὁ υἱός; ἢ πῶς δύναται ἐκ τῆς οὐσίας εἶναι τοῦ πατρὸς καὶ μὴ μέρος εἶναι; τὸ γὰρ ἔκ τινος εἶναι λεγόμενον μέρος ἐστὶν αὐτοῦ· τὸ δὲ μεριζόμενον οὐκέτι ἐστὶν ὁλόκληρον›.

Ταῦτα γὰρ τῶν ἑτεροδόξων ἐστὶ τὰ σοφὰ κακουργήματα. καὶ εἰ καὶ φθάσαντες ἐν τοῖς ἔμπροσθεν διηλέγξαμεν τὴν ἐν τούτοις αὐτῶν κενολογίαν, ὅμως καὶ τούτων τῶν ῥητῶν ἡ ἀκρίβεια καὶ τῶν παραδειγμάτων ἡ διάνοια διελέγχει τὴν σκιαγραφίαν τοῦ μιαροῦ δόγματος αὐτῶν. ὁρῶμεν γὰρ καὶ τὸν λόγον ἀεὶ ὄντα καὶ ἐξ αὐτοῦ ὄντα καὶ τῆς οὐσίας ἴδιον, οὗ καὶ ἔστιν ὁ λόγος καὶ μὴ ἔχοντα τὸ πρότερον καὶ τὸ ὕστερον. ὁρῶμεν γὰρ καὶ τὸ ἀπαύγασμα ἐκ τοῦ ἡλίου ἴδιόν τε αὐτοῦ ὂν καὶ μὴ διαιρουμένην μηδὲ μειουμένην τὴν οὐσίαν τοῦ ἡλίου, ἀλλ’ αὐτήν τε ὁλόκληρον οὖσαν καὶ τὸ ἀπαύγασμα τέλειον καὶ ὁλόκληρον καὶ μὴ μειοῦν τὴν οὐσίαν τοῦ φωτός, ἀλλ’ ὡς γέννημα ἀληθινὸν ἐξ αὐτοῦ συνόν. ὁρῶμεν καὶ τὸν υἱὸν οὐκ ἔξωθεν, ἀλλ’ ἐκ τοῦ πατρὸς γεννώμενον καὶ ὁλόκληρον μένοντα τὸν πατέρα τόν τε χαρακτῆρα τῆς ὑποστάσεως ἀεὶ ὄντα ἐμφέρειάν τε καὶ εἰκόνα ἀπαράλλακτον σώζοντα πρὸς τὸν πατέρα, ὡς τὸν ὁρῶντα τοῦτον ὁρᾶν ἐν αὐτῷ καὶ τὴν ὑπόστασιν, ἧς καὶ χαρακτήρ ἐστιν. ἔκ τε τῆς ἐνεργείας τοῦ χαρακτῆρος διανοούμεθα τὴν τῆς ὑποστάσεως ἀληθῶς θεότητα· τοῦτο γὰρ καὶ αὐτὸς ὁ σωτὴρ διδάσκων ἔλεγεν· «ὁ πατὴρ ὁ μένων ἐν ἐμοί, αὐτὸς ποιεῖ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ» καὶ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» «κἀγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί».

οὐκοῦν ἡ Χριστομάχος αἵρεσις πειρασάτω πρῶτον τὰ ἐν γενητοῖς παραδείγματα διελεῖν καὶ εἰπεῖν· ‹ἦν ποτε ὁ ἥλιος χωρὶς τοῦ ἀπαυγάσματος›· ἢ ὅτι ‹τοῦτο οὐκ ἔστι τῆς τοῦ φωτὸς οὐσίας ἴδιον›· ἢ ‹ἴδιον μὲν ἔστι, κατὰ διαίρεσιν δὲ μέρος ἐστὶ τοῦτο τοῦ φωτός›· καὶ πάλιν διελέτω τὸν λόγον καὶ εἰπάτω τοῦτον ἀλλότριον εἶναι τοῦ νοῦ· ἢ ὅτι ‹ποτὲ οὐκ ἦν› ἢ ‹οὐκ ἔστιν ἴδιος τῆς οὐσίας αὐτοῦ› ἢ ὅτι ‹μέρος κατὰ διαίρεσίν ἐστιν οὗτος ἐκείνου›. περί τε τοῦ χαρακτῆρος καὶ τοῦ φωτὸς καὶ τῆς δυνάμεως οὕτω διελέτω ὡς ἐπὶ τοῦ λόγου καὶ τοῦ ἀπαυγάσματος καὶ τότε περὶ ὧν ἐὰν θελήσῃ φανταζέσθω. εἰ δὲ ἀδύνατος αὐτοῖς ἐκείνοις ἡ τόλμα, πῶς οὐ μαίνονται μεγάλως, εἰς τὰ ὑπερέκεινα τῶν γενητῶν καὶ τῆς ἑαυτῶν φύσεως μάτην ἐπεκτείνοντες ἑαυτοὺς καὶ ἀδυνάτοις ἐπιχειροῦντες;

Εἰ γὰρ καὶ ἐπὶ τούτων τῶν γενητῶν καὶ σωματικῶν εὑρίσκεται τὰ γεννήματα μὴ ‹μέρη ὄντα τῶν οὐσιῶν ἐξ ὧν εἰσι› μηδὲ ‹παθητικῶς› ὑφιστάμενα μηδὲ ‹μειοῦντα τὰς οὐσίας τῶν γονέων›, πῶς πάλιν οὐ μαίνονται ἐπὶ τοῦ ἀσωμάτου καὶ ἀληθινοῦ θεοῦ ζητοῦντες καὶ ὑπονοοῦντες μέρη καὶ πάθη καὶ διαιρέσεις δὲ προσάπτοντες τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ θεῷ, ἵνα τὰς ἀκοὰς ἐν τούτοις ταράσσωσι τῶν ἀκεραιοτέρων καὶ διαστρέφωσιν ἀπὸ τῆς ἀληθείας; τίς γὰρ ἀκούων «υἱὸν» οὐκ ἐνθυμεῖται τὸ ἴδιον τῆς τοῦ πατρὸς οὐσίας; τίς ἀκούσας, ὅτε κατηχεῖτο κατὰ τὴν ἀρχήν, ὅτι ὁ θεὸς υἱὸν ἔχει καὶ τῷ ἰδίῳ λόγῳ τὰ πάντα πεποίηκεν, οὐχ οὕτως ἐδέξατο κατὰ τὴν διάνοιαν ὡς νῦν ἡμεῖς φρονοῦμεν; τίς, ὅτε γέγονεν ἡ μιαρὰ τῶν Ἀρειανῶν αἵρεσις, οὐκ εὐθὺς ἀκούσας ἃ λέγουσιν ἐξενίσθη ὡς ἀλλότρια λεγόντων αὐτῶν καὶ παρὰ τὸν ἐξ ἀρχῆς σπαρέντα λόγον ἐπισπειρόντων; τὸ μὲν γὰρ σπειρόμενόν ἐστιν ἐξ ἀρχῆς ἑκάστῃ ψυχῇ, ὅτι ὁ θεὸς υἱὸν τὸν λόγον, τὴν σοφίαν, τὴν δύναμιν ἔχει, καὶ ταῦτά ἐστιν αὐτοῦ εἰκὼν καὶ ἀπαύγασμα· φύεται δὲ εὐθὺς ἐκ τῶν ῥηθέντων τὸ «ἀεί», τὸ «ἐκ τοῦ πατρός», τὸ «ὅμοιον» καὶ «ἀίδιον» τοῦ γεννήματος τῆς οὐσίας, καὶ οὐδεμία περὶ ‹κτίσματος› ἢ ‹ποιήματος› ἐν τούτοις ἔννοια.

ὅτε δὲ «ἐχθρὸς ἄνθρωπος» κοιμωμένων τῶν ἀνθρώπων ἐπέσπειρε τὸ ‹κτίσμα› καὶ τὸ ‹ἦν ποτε ὅτε οὐκ ἦν› καὶ τὸ ‹πῶς οὖν δύναται;› τότε λοιπὸν ὡς ζιζάνιον γέγονεν ἡ κακοῦργος αἵρεσις τῶν Χριστομάχων· καὶ εὐθὺς ὡς ἐρημωθέντες πάσης ὀρθῆς φρονήσεως δίκην λῃστῶν περιεργάζονται καὶ λέγειν τολμῶσι· ‹πῶς οὖν δύναται ὁ υἱὸς ἀιδίως συνυπάρχειν τῷ πατρί; καὶ γὰρ ἄνθρωποι μετὰ χρόνον ἐξ ἀνθρώπων υἱοὶ γίνονται· καὶ ὁ μὲν πατὴρ τριάκοντα ἐτῶν ἐστιν, ὁ δὲ υἱὸς ἀρχὴν ἔχει τότε γεννηθείς· καὶ ὅλως πᾶς υἱὸς ἀνθρώπου οὐκ ἦν πρὶν γεννηθῇ›. πάλιν τε ψιθυρίζουσι· ‹πῶς δύναται ὁ υἱὸς λόγος εἶναι ἢ ὁ λόγος εἰκὼν τοῦ θεοῦ; ὁ γὰρ ἀνθρώπων λόγος ἐκ συλλαβῶν συγκείμενος μόνον ἐσήμανε τὸ βούλημα τοῦ λαλήσαντος καὶ εὐθὺς πέπαυται καὶ ἠφάνισται›.

Ἐκεῖνοι μὲν οὖν, ὥσπερ ἐπιλαθόμενοι τῶν προλεχθέντων κατ’ αὐτῶν ἐλέγχων τοιούτοις πάλιν ἑαυτοὺς δεσμοῖς ἀσεβείας περιπείραντες διαλογίζονται τοιαῦτα· ὁ δὲ τῆς ἀληθείας λόγος ἐλέγχει τούτους οὕτως· εἰ μὲν περὶ ἀνθρώπου τινὸς διαλογίζονται, ἀνθρωπίνως καὶ περὶ τοῦ λόγου αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ λογιζέσθωσαν· εἰ δὲ περὶ θεοῦ τοῦ κτίσαντος τοὺς ἀνθρώπους, μηκέτι ἀνθρωπίνως, ἀλλὰ ἄλλως ὑπὲρ τὴν τῶν ἀνθρώπων φύσιν διανοείσθωσαν. ὁποῖος γὰρ ἂν εἴη ὁ γεννῶν, τοιοῦτον ἀνάγκη καὶ τὸ γέννημα εἶναι, καὶ ὁποῖος ἂν ᾖ ὁ τοῦ λόγου πατήρ, τοιοῦτος ἂν εἴη καὶ ὁ λόγος αὐτοῦ. ὁ μὲν οὖν ἄνθρωπος ἐν χρόνῳ γεννώμενος ἐν χρόνῳ καὶ αὐτὸς γεννᾷ τὸ τέκνον· καὶ ἐπειδὴ ἐκ τοῦ μὴ ὄντος γέγονε, διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ παύεται καὶ οὐ μένει· «ὁ δὲ θεὸς οὐχ ὡς ἄνθρωπός ἐστι»· τοῦτο γὰρ εἶπεν ἡ γραφή· ἀλλ’ «ὤν ἐστι» καὶ ἀεί ἐστι· διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ ὤν ἐστι καὶ ἀιδίως ἐστὶ μετὰ τοῦ πατρὸς ὡς ἀπαύγασμα φωτός.

καὶ ὁ μὲν τῶν ἀνθρώπων λόγος ἐκ συλλαβῶν ἐστι συγκείμενος καὶ οὔτε ζῇ οὔτε τι ἐνεργεῖ, ἀλλὰ μόνον ἐστὶ σημαντικὸς τῆς τοῦ λαλοῦντος διανοίας καὶ μόνον ἐξῆλθε καὶ παρῆλθε μηκέτι φαινόμενος, ἐπεὶ μηδὲ ἦν ὅλως, πρὶν λαληθῇ· διὸ οὔτε ζῇ οὔτε ἐνεργεῖ οὔτε ὅλως ἄνθρωπός ἐστιν ὁ τῶν ἀνθρώπων λόγος· πάσχει δὲ τοῦτο, καθὰ προεῖπον, ἐπειδὴ καὶ ὁ τοῦτον γεννῶν ἄνθρωπος ἐκ τοῦ μὴ ὄντος ἔχει τὴν φύσιν· ὁ δὲ τοῦ θεοῦ λόγος οὐχ, ὡς ἄν τις εἴποι, προφορικός ἐστιν οὐδὲ ψόφος ῥημάτων οὐδὲ τὸ προστάξαι θεόν, τοῦτό ἐστιν ὁ υἱός, ἀλλ’ ὡς φωτὸς ἀπαύγασμα, οὕτως ἐστὶ γέννημα τέλειον ἐκ τελείου. διὸ καὶ θεός ἐστι καὶ εἰκὼν τοῦ θεοῦ· «καὶ θεὸς» γὰρ «ἦν», φησίν, «ὁ λόγος», καὶ οἱ μὲν λόγοι τῶν ἀνθρώπων οὐδέν εἰσιν εἰς ἐνέργειαν· διὸ οὐδὲ διὰ λόγων, ἀλλὰ διὰ χειρῶν ἄνθρωπος ἐργάζεται, ὅτι αὗται μὲν ὑπάρχουσιν, ὁ δὲ λόγος αὐτῶν οὐχ ὑφίσταται. ὁ δὲ τοῦ θεοῦ λόγος, ὡς εἶπεν ὁ ἀπόστολος, «ζῶν ἐστιν ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος». δημιουργὸς οὖν ἐστι, καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν» οὐδὲ δυνατόν τι γενέσθαι χωρὶς αὐτοῦ.

Οὐ δεῖ δὲ ζητεῖν ‹διὰ τί μὴ τοιοῦτος ὁ τοῦ θεοῦ λόγος οἷος καὶ ὁ ἡμέτερος;› ἐπεὶ μὴ τοιοῦτος ὁ θεὸς οἷοι καὶ ἡμεῖς, ὡς προείρηται· ἀλλ’ οὐδὲ πρέπει ζητεῖν ‹πῶς ἐκ τοῦ θεοῦ ἐστιν ὁ λόγος καὶ πῶς ἀπαύγασμά ἐστι τοῦ θεοῦ ἢ πῶς γεννᾷ ὁ θεὸς καὶ τίς ὁ τρόπος τῆς τοῦ θεοῦ γεννήσεως;› μαίνοιτο γάρ τις τοιαῦτα τολμῶν, ὅτι πρᾶγμα ἄρρητον καὶ φύσεως ἴδιον θεοῦ μόνῳ τε αὐτῷ καὶ τῷ υἱῷ γινωσκόμενον ἀξιοῖ λόγοις αὑτῷ ἑρμηνευθῆναι· ἴσον γάρ ἐστι τοὺς τοιούτους ζητεῖν, ‹ποῦ ὁ θεὸς καὶ πῶς ἐστιν ὁ θεὸς καὶ ποταπός ἐστιν ὁ πατήρ;› ἀλλ’ ὥσπερ τὸ τοιοῦτον ἐρωτᾶν ἀσεβές ἐστι καὶ ἀγνοούντων τὸν θεόν, οὕτως οὐ θέμις οὐδὲ περὶ τῆς τοῦ υἱοῦ τοῦ θεοῦ γεννήσεως τοιαῦτα τολμᾶν οὐδὲ τῇ ἑαυτῶν φύσει καὶ ἀσθενείᾳ συμμετρεῖν τὸν θεὸν καὶ τὴν τούτου σοφίαν. ἀλλ’ οὐ διὰ τοῦτο καὶ παρὰ τὴν ἀλήθειαν νοεῖν προσήκει, οὐδὲ εἰ ἀπορεῖ τις ζητῶν περὶ τούτων, ὀφείλει καὶ ἀπιστεῖν τοῖς γεγραμμένοις. βέλτιον γὰρ ἀποροῦντας σιωπᾶν καὶ πιστεύειν ἢ ἀπιστεῖν διὰ τὸ ἀπορεῖν· διότι ὁ μὲν ἀπορῶν δύναταί πως καὶ συγγνώμην ἔχειν, ὅτι ὅλως κἂν ζητήσας ἠρέμησεν· ὁ δὲ διὰ τὸ ἀπορεῖν ἐπινοῶν ἑαυτῷ τὰ μὴ δέοντα καὶ τὰ μὴ ἄξια περὶ θεοῦ φθεγγόμενος ἀσύγγνωστον ἔχει τῆς τόλμης τὴν δίκην.

δύναται γὰρ καὶ τῶν τοιούτων ἀποριῶν ἔχειν τινὰ παραμυθίαν ἐκ τῶν θείων γραφῶν, ὥστε λαμβάνειν μὲν καλῶς τὰ γεγραμμένα, νοεῖν δὲ ὡς ἐν παραδείγματι τὸν ἡμέτερον λόγον, ὅτι, ὥσπερ οὗτος ἴδιος ἐξ ἡμῶν ἐστι καὶ οὐκ ἔξωθεν ἡμῶν ἔργον, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος ἴδιός ἐστιν ἐξ αὐτοῦ καὶ οὐκ ἔστι ποίημα οὐδὲ ὡς ὁ τῶν ἀνθρώπων λόγος, ἐπεὶ καὶ τὸν θεὸν ἀνάγκη νοεῖν ἄνθρωπον. ἰδοὺ γὰρ πάλιν τῶν μὲν ἀνθρώπων πολλοὶ καὶ διάφοροι λόγοι καθ’ ἡμέραν παρέρχονται διὰ τὸ τοὺς πρώτους μὴ μένειν, ἀλλ’ ἀφανίζεσθαι. γίνεται πάλιν τοῦτο, ἐπεὶ καὶ οἱ τούτων πατέρες ἄνθρωποι ὄντες παρερχομένας μὲν ἔχουσι τὰς ἡλικίας, τὰ δὲ νοήματα ἐπερχόμενα· καὶ πρὸς ἃ λογίζονται καὶ ἐπιλογίζονται, τοιαῦτα καὶ φθέγγονται· ὥστε καὶ πολλοὺς λόγους ἔχειν, καὶ μετὰ τοὺς πολλοὺς μηδένα τούτων ὅλως· πέπαυται γὰρ ὁ λαλῶν, καὶ ὁ λόγος εὐθὺς ἀνήλωται. ὁ δὲ τοῦ θεοῦ λόγος εἷς ἐστι καὶ ὁ αὐτὸς καί, ὡς γέγραπται, «ὁ λόγος τοῦ θεοῦ εἰς τὸν αἰῶνα διαμένει» μὴ ἀλλοιούμενος μηδὲ πρῶτος ἢ δεύτερος ἑτέρου, ἀλλ’ ὁ αὐτὸς ὑπάρχων ἀεί. ἔπρεπε γὰρ ἑνὸς ὄντος τοῦ θεοῦ μίαν εἶναι καὶ τὴν εἰκόνα καὶ ἕνα τὸν τούτου λόγον καὶ μίαν τὴν τούτου σοφίαν.

Διὸ καὶ θαυμάζω, πῶς ἑνὸς ὄντος τοῦ θεοῦ οὗτοι κατὰ τὰς ἰδίας ἐπινοίας πολλὰς εἰκόνας καὶ σοφίας καὶ λόγους ἐπεισάγουσι καὶ ἄλλον μὲν εἶναι τὸν ἴδιον καὶ φύσει λόγον τοῦ πατρὸς λέγουσιν, ἐν ᾧ καὶ τὸν υἱὸν πεποίηκε, τὸν δὲ ἀληθῶς υἱὸν κατ’ ἐπίνοιαν μόνον λέγεσθαι λόγον ὡς «ἄμπελον» καὶ «ὁδὸν» καὶ «θύραν» καὶ «ξύλον ζωῆς». σοφίαν τε ὀνόματι λέγεσθαι αὐτόν φασιν, ἄλλην μέντοι εἶναι σοφίαν τὴν ἰδίαν καὶ ἀληθινὴν τοῦ πατρὸς τὴν ἀγεννήτως συνυπάρχουσαν αὐτῷ, ἐν ᾗ καὶ τὸν υἱὸν ποιήσας ὠνόμασε κατὰ μετουσίαν ἐκείνης σοφίαν αὐτόν. ταῦτα δὲ οὐχ ἕως λόγων μόνον αὐτοῖς ἔφθασεν, ἀλλὰ Ἄρειος μὲν ἐν τῇ αὐτοῦ Θαλίᾳ συνέθηκεν, ὁ δὲ σοφιστὴς Ἀστέριος ἔγραψεν, ἅπερ καὶ ἐν τοῖς προτέροις εἴπομεν, οὕτως· «οὐκ εἶπεν ὁ μακάριος Παῦλος Χριστὸν κηρύσσειν τὴν τοῦ θεοῦ δύναμιν ἢ τὴν τοῦ θεοῦ σοφίαν, ἀλλὰ δίχα τῆς τοῦ ἄρθρου προσθήκης ‹δύναμιν θεοῦ καὶ θεοῦ σοφίαν›· ἄλλην μὲν εἶναι τὴν ἰδίαν αὐτοῦ τοῦ θεοῦ δύναμιν τὴν ἔμφυτον αὐτῷ καὶ συνυπάρχουσαν αὐτῷ ἀγεννήτως κηρύσσων, γεννητικὴν μὲν οὖσαν, δηλονότι τοῦ Χριστοῦ, δημιουργικὴν δὲ τοῦ παντὸς κόσμου, περὶ ἧς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ διδάσκων λέγει· ‹τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ› θειότης.

ὥσπερ γὰρ τὴν εἰρημένην ἐνταῦθα θειότητα οὐκ ἄν τις φαίη Χριστὸν εἶναι, ἀλλ’ αὐτὸν ὑπάρχειν τὸν πατέρα, οὕτως οἶμαι, καὶ ἡ ἀίδιος αὐτοῦ δύναμις» καὶ θειότης «οὐχ ὁ μονογενὴς θεός, ἀλλ’ ὁ γεννήσας ὑπάρχει πατήρ. ἄλλην δὲ δύναμιν καὶ σοφίαν διδάσκει θεοῦ διὰ Χριστοῦ δεικνυμένην». καὶ μετ’ ὀλίγα ὁ αὐτὸς Ἀστέριός φησι· «καίτοι γε ‹ἡ μὲν ἀίδιος αὐτοῦ δύναμις καὶ σοφία›, ἣν ἄναρχόν τε καὶ ἀγέννητον οἱ τῆς ἀληθείας ἀποφαίνονται λογισμοί, μία ἂν εἴη δήπουθεν καὶ ἡ αὐτή, πολλαὶ δὲ αἱ καθ’ ἕκαστον ὑπ’ αὐτοῦ κτισθεῖσαι, ὧν πρωτότοκος καὶ μονογενὴς ὁ Χριστός· πᾶσαί γε μὴν ὁμοίως εἰς τὸν κεκτημένον ἀνήρτηνται· καὶ πᾶσαι δυνάμεις αὐτοῦ τοῦ κτίσαντος καὶ χρωμένου καλοῦνται δικαίως· οἷον ὁ μὲν προφήτης ‹τὴν ἀκρίδα› δίκην τῶν ἀνθρωπίνων ἁμαρτημάτων θεήλατον γινομένην, οὐ ‹δύναμιν› μόνον, ἀλλὰ καὶ ‹μεγάλην› φησὶν ὑπ’ αὐτοῦ προσαγορεύεσθαι τοῦ θεοῦ, ὁ δέ γε μακάριος Δαυὶδ ἐν πλείοσι τῶν ψαλμῶν οὐκ ἀγγέλοις μόνον, ἀλλὰ καὶ ‹δυνάμεσιν› αἰνεῖν παρακελεύεται τὸν θεόν».

Τοῦτο δὲ καὶ μόνον φθεγξάμενοι πῶς οὐκ ἄξιοι παντὸς μίσους εἰσίν; εἰ γάρ, ὡς αὐτοὶ νομίζουσιν, οὐ διὰ τὴν ἐκ πατρὸς γέννησιν καὶ τὸ ἀίδιον τῆς οὐσίας υἱός ἐστιν, ἀλλὰ διὰ τὰ λογικὰ λόγος καὶ διὰ τὰ σοφιζόμενα σοφία καὶ διὰ τὰ δυναμούμενα δύναμις λέγεται, πάντως που καὶ διὰ τοὺς υἱοποιουμένους υἱὸς ἐκλήθη· καὶ τάχα διὰ τὰ ὄντα ἔχει καὶ τὸ εἶναι κατ’ ἐπίνοιαν. τί οὖν ἄρα λοιπόν ἐστιν αὐτός; οὐδὲν γὰρ ἂν εἴη τούτων αὐτός, εἰ ὀνόματα μόνον ἐστὶν αὐτοῦ ταῦτα καὶ μόνην τοῦ εἶναι φαντασίαν ἔχει δι’ ἡμᾶς καὶ τοῖς ὀνόμασι τούτοις καλλωπιζόμενος. ἀλλὰ καὶ τοῦτο διαβολικὴ μᾶλλόν ἐστιν ἀπόνοια, τάχα δὲ καὶ πλεῖον, ὅτι ἑαυτοὺς μὲν ἀληθῶς ὑφεστάναι θέλουσι, τὸν δὲ τοῦ θεοῦ λόγον ὀνόματι μόνον νομίζουσιν εἶναι. πῶς δὲ οὐ τερατολογία αὐτῶν καὶ ταῦτα, λέγειν μὲν σοφίαν συνυπάρχουσαν τῷ πατρί, μὴ λέγειν δὲ ταύτην τὸν Χριστόν, ἀλλὰ πολλὰς κτιστὰς δυνάμεις καὶ σοφίας εἶναι, τούτων δὲ μίαν εἶναι τὸν κύριον τὸν καὶ τῇ κάμπῃ καὶ τῇ ἀκρίδι παραβαλλόμενον παρ’ αὐτῶν; πῶς δὲ καὶ οὐ πανοῦργοι, ὅτι παρ’ ἡμῶν μὲν ἀκούοντες συνυπάρχειν τὸν λόγον τῷ πατρὶ γογγύζουσιν εὐθὺς φάσκοντες· ‹οὐκοῦν δύο ἀγένητα λέγετε;› αὐτοὶ δὲ λέγοντες ‹ἡ ἀγένητος αὐτοῦ σοφία› οὐχ ὁρῶσι κατ’ αὐτῶν φθάνουσαν, ἣν αἰτιῶνται ματαίαν μέμψιν;

καὶ γὰρ κἀκείνη πάλιν αὐτῶν ἡ διάνοια πῶς οὐ πάνυ μωρά, λέγειν τὴν ἀγένητον συνυπάρχουσαν τῷ θεῷ σοφίαν αὐτὸν εἶναι τὸν θεόν; τὸ γὰρ συνυπάρχον οὐχ ἑαυτῷ, τινὶ δὲ συνυπάρχει, ὡς περὶ τοῦ κυρίου λέγουσιν οἱ εὐαγγελισταί, ὅτι συνῆν τοῖς μαθηταῖς· οὐ γὰρ ἑαυτῷ, ἀλλὰ τοῖς μαθηταῖς συνῆν· εἰ μὴ ἄρα σύνθετον εἴποιεν τὸν θεὸν ἔχοντα συμπεπλεγμένην ἢ συμπληρωτικὴν τῆς οὐσίας ἑαυτοῦ σοφίαν, ἀγένητον οὖσαν καὶ αὐτήν, ἥντινα καὶ δημιουργὸν αὐτοὶ ἀντεισάγουσι τοῦ κόσμου, ἵνα καὶ τοῦ δημιουργεῖν τὸν υἱὸν ἀφέλωνται. πάντα γὰρ βιάζονται λέγειν, ἵνα μὴ περὶ τοῦ κυρίου φρονήσωσιν ἐν ἀληθείᾳ.

Ποῦ γὰρ ὅλως εὗρον παρὰ τῇ θείᾳ γραφῇ λεγόμενον ἢ παρὰ τίνος ἤκουσαν ὡς ὄντος ἄλλου λόγου καὶ ἄλλης σοφίας παρὰ τοῦτον τὸν υἱόν, ἵνα καὶ τοιαῦτα ἑαυτοῖς ἀναπλάσσωνται; γέγραπται μὲν γάρ· «οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ;» καὶ ἐν ταῖς Παροιμίαις· «διδάξω ὑμᾶς ἐμοὺς λόγους». ἀλλὰ ταῦτα ἐντολαὶ καὶ προστάγματά ἐστιν, ἃ διὰ τοῦ ἰδίου καὶ μόνου ἀληθινοῦ λόγου τοῖς ἁγίοις λελάληκεν ὁ θεός, περὶ ὧν ἔλεγεν ὁ ψάλλων· «ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου». τὰ γοῦν τοιαῦτα σημαίνων ἄλλα παρ’ ἑαυτὸν εἶναι ὁ σωτὴρ καὶ δι’ ἑαυτοῦ ἔλεγε· «τὰ ῥήματα, ἃ ἐγὼ λελάληκα ὑμῖν». οὐ γὰρ δὴ οἱ τοιοῦτοι λόγοι γεννήματα ἢ υἱοί εἰσιν οὐδὲ τοσοῦτοι δημιουργοὶ λόγοι οὐδὲ τοσαῦται εἰκόνες τοῦ ἑνὸς θεοῦ οὐδὲ τοσοῦτοί εἰσιν οἱ γενόμενοι ἄνθρωποι ὑπὲρ ἡμῶν· οὐδὲ ὡς ἐκ πολλῶν τοιούτων εἷς ἐστιν ὁ γενόμενος κατὰ τὸν Ἰωάννην σάρξ, ἀλλ’ ὡς μόνος ὢν τοῦ θεοῦ λόγος εὐηγγελίσθη παρὰ τοῦ Ἰωάννου· «ὁ λόγος σὰρξ ἐγένετο» καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο».

διὸ καὶ περὶ αὐτοῦ μόνου τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ περὶ τῆς πρὸς τὸν πατέρα ἑνότητος αὐτοῦ γέγραπται καὶ δείκνυται τὰ μαρτύρια, τοῦ μὲν πατρὸς σημαίνοντος ἕνα εἶναι τὸν υἱόν, τῶν δὲ ἁγίων μαθόντων τοῦτο καὶ λεγόντων ἕνα τὸν λόγον εἶναι καὶ τοῦτον εἶναι μονογενῆ· τά τε ἔργα δι’ αὐτοῦ δείκνυται· «πάντα γὰρ τά τε ὁρατὰ καὶ τὰ ἀόρατα» «δι’ αὐτοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». περὶ δὲ ἑτέρου ἢ ἄλλου τινός, οὗ φαντάζονται καὶ ἀναπλάσσονται ἑαυτοῖς λόγου ἢ σοφίας, οὔτε ὄνομα οὔτε ἔργον σημαίνεται ἀπὸ τῆς γραφῆς ἢ παρὰ μόνων τούτων ὀνομάζεται. τούτων γάρ ἐστιν ἐξεύρεμα καὶ Χριστομάχος ὑπόνοια, καὶ τῷ μὲν ὀνόματι τοῦ λόγου καὶ τῆς σοφίας καταχρῶνται, ἕτερα δὲ ἑαυτοῖς ἀναπλάττοντες ἀρνοῦνται τὸν ἀληθινὸν τοῦ θεοῦ λόγον καὶ τὴν ὄντως καὶ μόνην σοφίαν τοῦ πατρὸς καὶ Μανιχαίους λοιπὸν ζηλοῦσιν οἱ ἄθλιοι. κἀκεῖνοι γάρ, τὰ μὲν ἔργα τοῦ θεοῦ βλέποντες ἀρνοῦνται αὐτὸν τὸν μόνον ὄντα καὶ ἀληθινὸν θεόν, ἕτερον δὲ ἑαυτοῖς ἀναπλάσσουσιν, οὗ μήτε ἔργον μήτε τινὰ μαρτυρίαν ἀπὸ τῶν θείων λογίων δεικνύειν δύνανται.

Οὐκοῦν εἰ μήτε ἐν τοῖς θείοις λογίοις εὑρίσκεται ἄλλη σοφία παρ’ αὐτὸν τὸν υἱὸν μήτε παρὰ τῶν πατέρων ἠκούσαμέν τι τοιοῦτον· ὁμολογεῖται δὲ καὶ γέγραπται παρὰ τούτων ἀγενήτως ἡ σοφία συνυπάρχουσα τῷ πατρί, ἰδία αὐτοῦ οὖσα καὶ κόσμου δημιουργός· αὐτὸς ἂν εἴη ὁ υἱὸς ὁ καὶ κατ’ αὐτοὺς ἀιδίως συνυπάρχων τῷ πατρί. αὐτὸς γάρ ἐστι καὶ δημιουργός, ὡς γέγραπται· «πάντα ἐν σοφίᾳ ἐποίησας». καὶ γὰρ καὶ αὐτὸς Ἀστέριος, ὥσπερ ἐπιλαθόμενος ὧν πρότερον ἔγραψεν, ὕστερον κατὰ τὸν Καϊάφαν ἄκων καὶ αὐτὸς πρὸς Ἕλληνας ἐνιστάμενος οὐκέτι μὲν πολλὰς σοφίας οὐδὲ τὴν κάμπην ὀνομάζει, μίαν δὲ λοιπὸν ὁμολογεῖ γράφων οὕτως· «εἷς μὲν ὁ θεὸς λόγος, πολλὰ δὲ τὰ λογικά· καὶ μία μὲν ἡ τῆς σοφίας οὐσία τε καὶ φύσις, πολλὰ δὲ τὰ σοφὰ καὶ καλά». καὶ μετ’ ὀλίγα πάλιν λέγει· «τίνες ἂν εἶεν οὓς παῖδας θεοῦ προσαγορεύειν ἀξιοῦσιν; οὐ γὰρ δὴ λόγους τε καὶ τούτους ὑπάρχειν φήσουσιν οὐδὲ σοφίας εἶναι πλείονας ἐροῦσιν. οὐ γὰρ δυνατὸν ἑνὸς ὄντος τοῦ λόγου καὶ μιᾶς ἀποδειχθείσης τῆς σοφίας τῷ πλήθει τῶν παίδων τοῦ λόγου τὴν οὐσίαν ἐπινέμειν καὶ τῆς σοφίας χαρίζεσθαι τὴν ἐπωνυμίαν».

θαυμαστὸν τοίνυν οὐδέν, εἰ πρὸς τὴν ἀλήθειαν οἱ Ἀρειανοὶ μάχονται, ὅπου γε καὶ τοῖς ἑαυτῶν προσκόπτοντες ἀλλήλοις συμπίπτουσι, ποτὲ μὲν λέγοντες πολλὰς εἶναι σοφίας, ποτὲ δὲ μίαν ἀποφαινόμενοι· καί ποτε μὲν τῇ κάμπῃ συγκρίνουσι τὴν σοφίαν, ποτὲ δὲ συνυπάρχειν τῷ πατρὶ καὶ ἰδίαν αὐτοῦ λέγουσι· καὶ ἄλλοτε μὲν ἀγένητον μόνον τὸν πατέρα, ἄλλοτε δὲ καὶ τὴν σοφίαν αὐτοῦ καὶ τὴν δύναμιν ἀγένητον. καὶ μάχονται μὲν ἡμῖν λέγουσιν ἀεὶ εἶναι τὸν τοῦ θεοῦ λόγον· αὐτοὶ δὲ λέγοντες ἀγενήτως συνυπάρχειν τῷ θεῷ τὴν σοφίαν ἐπιλανθάνονται τῶν ἰδίων. οὕτως πρὸς πάντα σκοτοδινιῶσι τὴν μὲν ἀληθινὴν σοφίαν ἀρνούμενοι καὶ τὴν μὴ οὖσαν ἐξευρίσκοντες ὡς οἱ Μανιχαῖοι πλάττοντες ἑαυτοῖς ἕτερον καὶ τὸν ὄντα θεὸν ἀρνούμενοι.

Ἀλλ’ ἀκουέτωσαν μὲν αἱ ἄλλαι αἱρέσεις καὶ Μανιχαῖοι, ὅτι εἷς ἐστιν ὁ τοῦ μὲν Χριστοῦ πατήρ, τῆς δὲ κτίσεως δεσπότης καὶ ποιητὴς διὰ τοῦ ἰδίου λόγου· ἀκουέτωσαν δὲ ἰδίᾳ καὶ Ἀρειομανῖται ὅτι εἷς ἐστιν ὁ τοῦ θεοῦ λόγος, ὁ μόνος ἴδιος καὶ γνήσιος ἐκ τῆς οὐσίας αὐτοῦ ὢν υἱὸς καὶ ἀχώριστον ἔχων πρὸς τὸν πατέρα ἑαυτοῦ τὴν ἑνότητα τῆς θεότητος, ὡς πολλάκις εἴπομεν μαθόντες παρ’ αὐτοῦ τοῦ σωτῆρος. ἐπεὶ εἰ μὴ οὕτως ἔχει, διὰ τί «δι’ αὐτοῦ» κτίζει ὁ πατὴρ καὶ ἐν αὐτῷ «ἀποκαλύπτεται» οἷς ἐὰν θέλῃ καὶ φωτίζει τούτους; ἢ διὰ τί καὶ ἐν τῇ τελειώσει τοῦ βαπτίσματος συγκατονομάζεται τῷ πατρὶ ὁ υἱός; εἰ μὲν γὰρ αὐτάρκης οὐκ ἔστιν ὁ πατήρ, ἀσεβὴς ἡ φωνή· εἰ δὲ αὐτάρκης, τοῦτο γὰρ θέμις εἰπεῖν, τίς ἡ χρεία τοῦ υἱοῦ ἢ εἰς τὴν δημιουργίαν ἢ εἰς τὸ ἅγιον λουτρόν; ποία γὰρ κοινωνία τῷ κτίσματι πρὸς τὸν κτίστην; ἢ διὰ τί τὸ πεποιημένον συναριθμεῖται τῷ ποιήσαντι εἰς τὴν τῶν πάντων τελείωσιν; ἢ διὰ τί καθ’ ὑμᾶς ἡ πίστις εἰς ἕνα κτίστην καὶ εἰς ἓν κτίσμα παραδίδοται; εἰ μὲν γὰρ ἵνα συναφθῶμεν τῇ θεότητι, τίς ἡ χρεία τοῦ κτίσματος; εἰ δὲ ἵνα ἑνωθῶμεν τῷ υἱῷ κτίσματι ὄντι, περιττὴ καθ’ ὑμᾶς ἡ ἐν τῷ βαπτίσματι τοῦ υἱοῦ ὀνομασία. ὁ γὰρ αὐτὸν υἱοποιήσας θεὸς ἱκανός ἐστι καὶ ἡμᾶς υἱοποιῆσαι.

ἄλλως τε εἰ κτίσμα ἐστὶν ὁ υἱὸς μιᾶς οὔσης τῆς φύσεως τῶν λογικῶν κτισμάτων, οὐδεμία παρὰ κτίσματος κτίσμασι βοήθεια γενήσεται διὰ τὸ πάντας δεῖσθαι τῆς παρὰ τοῦ θεοῦ χάριτος. ὀλίγα μὲν οὖν προλαβόντες εἴπομεν ὡς ἀκολούθως «δι’ αὐτοῦ γέγονε τὰ πάντα». ἐπειδὴ δὲ καὶ τοῦ ἁγίου βαπτίσματος ἡ ἀκολουθία πεποίηκεν ἡμᾶς μνημονεῦσαι, ἀναγκαῖον, ὥς γε νοῶ καὶ πεπίστευκα, λέγειν, οὐχ ὡς μὴ αὐτάρκους ὄντος τοῦ πατρὸς συνονομάζεται καὶ ὁ υἱὸς οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ’ ἐπειδὴ λόγος ἐστὶ τοῦ θεοῦ καὶ ἰδία σοφία ἀπαύγασμά τε ὢν αὐτοῦ ἀεί ἐστι μετὰ τοῦ πατρός, διὰ τοῦτο ἀδύνατον παρέχοντος τοῦ πατρὸς μὴ ἐν υἱῷ δίδοσθαι τὴν χάριν· ἐν τῷ πατρὶ γάρ ἐστιν ὁ υἱὸς ὡς τὸ ἀπαύγασμα ἐν τῷ φωτί. οὐ γὰρ ὡς ἐνδεὴς ὁ θεός, ἀλλ’ ὡς πατὴρ «τῇ ἑαυτοῦ σοφίᾳ τεθεμελίωκε τὴν γῆν» καὶ τῷ ἐξ αὐτοῦ «λόγῳ τὰ πάντα πεποίηκε» τό τε ἅγιον λουτρὸν ἐν τῷ υἱῷ βεβαιοῖ. ἔνθα γὰρ ὁ πατήρ, ἐκεῖ καὶ ὁ υἱός ἐστιν, ὡς ἔνθα τὸ φῶς, ἐκεῖ καὶ τὸ ἀπαύγασμα. καὶ ὥσπερ ἃ ὁ πατὴρ ἐργάζεται, διὰ τοῦ υἱοῦ ἐργάζεται καὶ λέγει αὐτὸς ὁ κύριος· «ἃ βλέπω τὸν πατέρα ποιοῦντα, ταῦτα κἀγὼ ποιῶ»· οὕτως καὶ τοῦ βαπτίσματος διδομένου ὃν βαπτίζει ὁ πατήρ, τοῦτον βαπτίζει ὁ υἱός· καὶ ὃν ὁ υἱὸς βαπτίζει, οὗτος ἐν πνεύματι ἁγίῳ τελειοῦται.

πάλιν τε ὥσπερ τοῦ ἡλίου φαίνοντος λέγοιεν ἄν τις καὶ τὸ ἀπαύγασμα φωτίζειν· ἓν γάρ ἐστι τὸ φῶς καὶ οὐκ ἔστι διελεῖν οὐδὲ ἀποσχίσαι· οὕτως ἔνθα πάλιν ὁ πατήρ ἐστιν ἢ ὀνομάζεται, ἐκεῖ πάντως καὶ ὁ υἱὸς ὑπάρχει· ὀνομάζεται δὲ ἐν τῷ βαπτίσματι ὁ πατήρ, ἀνάγκη καὶ τὸν υἱὸν συγκατονομάζεσθαι.

Διὰ τοῦτο καὶ τοῖς ἁγίοις ἐπαγγελλόμενος, οὕτως ἔλεγεν· «ἐλευσόμεθα ἐγὼ καὶ ὁ πατὴρ καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα» καὶ πάλιν· «ἵνα ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, κἀκεῖνοι ἓν ὦσιν ἐν ἡμῖν». καὶ ἡ διδομένη δὲ χάρις μία ἐστὶ παρὰ πατρὸς ἐν υἱῷ διδομένη, ὡς ὁ Παῦλος διὰ πάσης ἐπιστολῆς γράφει· «χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ». δεῖ γὰρ τὸ φῶς εἶναι μετὰ τῆς αὐγῆς, καὶ τὸ ἀπαύγασμα συνορᾶσθαι μετὰ τοῦ ἰδίου φωτός. ὅθεν Ἰουδαῖοι μετὰ τούτων «ἀρνούμενοι τὸν υἱὸν οὐκ ἔχουσιν οὐδὲ τὸν πατέρα»· «καταλείψαντές τε τὴν πηγὴν τῆς σοφίας», ὡς ὀνειδίζων αὐτοὺς εἶπεν ὁ Βαρούχ, ἀπέβαλον ἀφ’ ἑαυτῶν καὶ τὴν ἐκ ταύτης σοφίαν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· «Χριστὸς γάρ», φησὶν ὁ ἀπόστολος, «θεοῦ δύναμις καὶ θεοῦ σοφία»· λέγοντες· «οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα». Ἰουδαῖοι μὲν οὖν ἔχουσι τῆς ἀρνήσεως τὰ ἐπίχειρα τῆς ἐπιτιμίας· ἀπώλεσαν γὰρ σὺν τῇ πόλει καὶ τὸν λογισμόν. οὗτοι δὲ κινδυνεύουσι λοιπὸν καὶ περὶ αὐτὸ τὸ πλήρωμα τοῦ μυστηρίου· φημὶ δὴ τὸ βάπτισμα.

εἰ γὰρ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ δίδοται ἡ τελείωσις, οὐ λέγουσι δὲ πατέρα ἀληθινὸν διὰ τὸ ἀρνεῖσθαι τὸ ἐξ αὐτοῦ καὶ ὅμοιον τῆς οὐσίας, ἀρνοῦνται δὲ καὶ τὸν ἀληθινὸν υἱὸν καὶ ἄλλον ἑαυτοῖς ἐξ οὐκ ὄντων κτιστὸν ἀναπλάττοντες ὀνομάζουσι, πῶς οὐ παντελῶς κενὸν καὶ ἀλυσιτελὲς τὸ παρ’ αὐτῶν διδόμενόν ἐστι προσποίησιν μὲν ἔχον, τῇ δὲ ἀληθείᾳ μηδὲν ἔχον πρὸς εὐσέβειαν βοήθημα; οὐ γὰρ «εἰς πατέρα καὶ υἱὸν» διδόασιν οἱ Ἀρειανοί, ἀλλ’ εἰς κτίστην καὶ κτίσμα, καὶ εἰς ποιητὴν καὶ ποίημα. ὥσπερ δὲ ἄλλο ἐστὶ κτίσμα παρὰ τὸν υἱόν, οὕτως ἄλλο ἂν εἴη τῆς ἀληθείας τὸ παρ’ αὐτῶν νομιζόμενον δίδοσθαι, κἂν τὸ ὄνομα πατρὸς καὶ υἱοῦ διὰ τὸ γεγραμμένον ὀνομάζειν προσποιῶνται. οὐ γὰρ ὁ λέγων ἁπλῶς «κύριε» οὗτος καὶ δίδωσιν, ἀλλ’ ὁ μετὰ τοῦ ὀνόματος καὶ τὴν πίστιν ἔχων ὀρθήν. διὰ τοῦτο γοῦν καὶ ὁ σωτὴρ οὐχ ἀπλῶς ἐνετείλατο βαπτίζειν, ἀλλὰ πρῶτόν φησι «μαθητεύσατε», εἶθ’ οὕτως· «βαπτίζετε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος»· ἵν’ ἐκ τῆς μαθήσεως ἡ πίστις ὀρθὴ γένηται καὶ μετὰ πίστεως ἡ τοῦ βαπτίσματος τελείωσις προστεθῇ.

Πολλαὶ γοῦν καὶ ἄλλαι αἱρέσεις λέγουσαι τὰ ὀνόματα μόνον, μὴ φρονοῦσαι δὲ ὀρθῶς, ὡς εἴρηται, μηδὲ τὴν πίστιν ὑγιαίνουσαν ἔχουσαι ἀλυσιτελὲς ἔχουσι καὶ τὸ παρ’ αὐτῶν διδόμενον ὕδωρ λειπόμενον εὐσεβείᾳ· ὥστε καὶ τὸν ῥαντιζόμενον παρ’ αὐτῶν ῥυπαίνεσθαι μᾶλλον ἀσεβείᾳ ἢ λυτροῦσθαι. οὕτω καὶ Ἕλληνες καίτοι θεὸν διὰ χειλέων λέγοντες ἀθεότητος ἔχουσιν ἔγκλημα, ὅτι τὸν ὄντως ὄντα καὶ ἀληθινὸν θεὸν οὐ γινώσκουσι, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὕτω Μανιχαῖοι καὶ Φρύγες καὶ οἱ τοῦ Σαμωσατέως μαθηταὶ τὰ ὀνόματα λέγοντες οὐδὲν ἧττόν εἰσιν αἱρετικοί· οὕτω καθεξῆς λοιπὸν καὶ οἱ τὰ Ἀρείου φρονοῦντες, κἂν ἀναγινώσκωσι τὰ γεγραμμένα καὶ λέγωσι τὰ ὀνόματα, καὶ αὐτοὶ παίζουσι τοὺς λαμβάνοντας παρ’ αὐτῶν πλέον τῶν ἄλλων αἱρέσεων ἀσεβέστεροι τυγχάνοντες καὶ «κατ’ ὀλίγον ὑπερκείμενοι» ταύτας καὶ δικαιοῦντες αὐτὰς ἐκ τῆς ἑαυτῶν ἀθυρογλωττίας. ἐκεῖναι μὲν γὰρ πλέον τι τῆς ἀληθείας καταψεύδονται καὶ ἢ περὶ τὸ σῶμα σφάλμα ἔχουσι λέγοντες μὴ ἐκ Μαρίας ἐσχηκέναι σάρκα τὸν κύριον ἢ ὅτι ὅλως οὐ γέγονε θάνατος οὐδὲ ὅλως ἄνθρωπος γέγονεν, ἀλλὰ μόνον ἐφάνη καὶ οὐκ ἦν ἀληθῶς καὶ ἐδόκει σῶμα ἔχειν μὴ ἔχων καὶ ἐδόκει ἄνθρωπος φαίνεσθαι ὡς ἐν ὀνείρῳ φαντασίας· οὗτοι δὲ εἰς αὐτὸν τὸν πατέρα φανερῶς ἀσεβοῦσι.

τὴν γὰρ θεότητα αὐτοῦ εἰς τὸν υἱὸν ὡς ἐν εἰκόνι μαρτυρουμένην ἀκούοντες ἀπὸ τῶν γραφῶν βλασφημοῦσι λέγοντες αὐτὴν εἶναι κτίσμα καὶ πανταχοῦ περὶ αὐτῆς τὸ «οὐκ ἦν», ὡς ἐν πήρᾳ βόρβορον, τὸ λεξείδιον τοῦτο περιφέρουσι καὶ ὡς ὄφις τὸν ἰὸν τοῦτο προβάλλονται. εἶτ’ ἐπειδὴ ναυσηρὸν παρὰ πᾶσι τὸ παρ’ αὐτοῖς ἐστι δόγμα, εὐθὺς ὥσπερ ἔρεισμα τῷ πτώματι τῆς αἱρέσεως τὴν ἀνθρωπίνην προστασίαν ὑποτιθέασιν, ἵνα ταύτην βλέπων ὁ ἁπλούστερος ἢ καὶ δεδιὼς μὴ κατανοῇ τὸ βλαβερὸν τῆς κακοφροσύνης αὐτῶν. πῶς οὖν οὐκ ἄξιον οἰκτείρειν τοὺς παρ’ αὐτῶν ἀπατωμένους; ἢ πῶς οὐκ ἐπὶ τούτοις δακρῦσαι καλόν, ὅτι τῇ παραυτίκα διὰ τὰς ἡδονὰς φαντασίᾳ προδιδόασι τὸ ἑαυτοῖς συμφέρον καὶ ἐκπίπτουσι τῆς μελλούσης ἐλπίδος; εἰς γὰρ τὸν οὐκ ὄντα δοκοῦντες λαμβάνειν οὐδὲν εἰληφότες ἔσονται κτίσματί τε συντασσόμενοι οὐδεμίαν παρὰ τῆς κτίσεως ἕξουσι βοήθειαν. καὶ εἰς ἀνόμοιον δὲ καὶ ἀλλότριον κατ’ οὐσίαν τοῦ πατρὸς πιστεύοντες οὐ συναφθήσονται τῷ πατρὶ μὴ ἔχοντες τὸν ἴδιον καὶ ἐξ αὐτοῦ φύσει υἱόν, τὸν «ὄντα ἐν τῷ πατρί, ἐν ᾧ καὶ ὁ πατήρ ἐστιν», ὡς αὐτὸς εἴρηκεν· ἀλλὰ πλανηθέντες παρὰ τούτων ἔρημοι καὶ γυμνοὶ λοιπὸν ἀπομενοῦσι τῆς θεότητος οἱ ἄθλιοι.

οὐδὲ γὰρ οὐδὲ ἀκολουθήσει τούτοις ἀποθνήσκουσιν ἡ τῶν ἐπὶ γῆς φαντασία· οὐδ’ ὅταν ἴδωσιν ὃν ἠρνήσαντο κύριον καθήμενον ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ καὶ κρίνοντα ζῶντας καὶ νεκρούς, δυνήσεταί τις εἰς βοήθειαν ἐπικαλέσασθαί τινα τῶν νῦν ἀπατησάντων. κρινομένους γὰρ καὶ αὐτοὺς ὄψονται καὶ μεταμελομένους ἐφ’ οἷς ἠδίκησαν καὶ ἠσέβησαν.