Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ ἐθνῶν

Μέγας Αθανάσιος

Η πρόνοια και διακυβέρνηση του κόσμου διά του Θεού Λόγου

Η διδασκαλία περί της συνεκτικής και προνοητικής ενέργειας του άκτιστου Λόγου στη δημιουργία, παραδείγματα κοσμικής αρμονίας και η τελική προτροπή προς την αληθινή θεογνωσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 9 από 9

Τίς ἂν εἴη οὗτος; καὶ τοῦτο γὰρ ἀναγκαῖον μάλιστα δηλῶσαι καὶ λέγειν, ἵνα μή, τῇ περὶ τοῦτον ἀγνοίᾳ πλανηθείς τις, ἕτερον ὑπολάβῃ, καὶ εἰς τὴν αὐτὴν πάλιν τοῖς πρότερον ἀθεότητα ἐμπέσῃ. νομίζω δὲ μηδένα περὶ τούτου τὴν διάνοιαν ἀμφίβολον ἔχειν. εἰ γὰρ δὴ τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ὁ λόγος ἔδειξε, καὶ τοὺς τὴν κτίσιν θεοποιοῦντας ἤλεγξε πλανωμένους, καὶ καθόλου τὴν τῶν ἐθνῶν εἰδωλολατρείαν ἀθεότητα καὶ ἀσέβειαν οὖσαν ἀπέδειξεν· ἀνάγκη πᾶσα τούτων ἀναιρουμένων, λοιπὸν παρ᾽ ἡμῖν εἶναι τὴν εὐσεβῆ θρησκείαν, καὶ τὸν παρ᾽ ἡμῶν προσκυνούμενον, καὶ κηρυττόμενον τοῦτον μόνον εἶναι Θεὸν ἀληθῆ, τὸν καὶ τῆς κτίσεως Κύριον καὶ πάσης ὑποστάσεως δημιουργόν. τίς δὴ οὖν ἐστιν οὗτος, ἀλλ᾽ ἢ ὁ πανάγιος καὶ ὑπερέκεινα πάσης γενητῆς οὐσίας, ὁ τοῦ Χριστοῦ Πατήρ, ὅστις, καθάπερ ἄριστος κυβερνήτης, τῇ ἰδίᾳ σοφίᾳ καὶ τῷ ἰδίῳ Λόγῳ τῷ Κυρίῳ ἡμῶν καὶ Σωτῆρι Χριστῷ, τὰ πανταχοῦ διακυβερνᾷ σωτηρίως καὶ διακοσμεῖ, καὶ ποιεῖ ὡς ἂν αὐτῷ καλῶς ἔχειν δοκῇ; ἔχει δὲ καλῶς, ὡς γέγονε καὶ ὁρῶμεν γιγνόμενα, ἐπειδὴ καὶ τοῦτο βούλεται· καὶ τοῦτο οὐκ ἄν τις ἀπιστήσειεν.

εἰ μὲν γὰρ ἄλογος ἦν ἡ τῆς κτίσεως κίνησις, καὶ ἁπλῶς ἐφέρετο τὸ πᾶν· καλῶς ἄν τις καὶ τοῖς λεγομένοις ἠπίστησεν· εἰ δὲ λόγῳ καὶ σοφίᾳ καὶ ἐπιστήμῃ συνέστηκε, καὶ παντὶ κόσμῳ διακεκόσμηται, ἀνάγκη τὸν ἐπικείμενον καὶ διακοσμήσαντα τοῦτον οὐκ ἄλλον τινὰ ἢ Λόγον εἶναι τοῦ Θεοῦ.

Λόγον δέ φημι οὐ τὸν ἐν ἑκάστῳ τῶν γενομένων συμπεπλεγμένον καὶ συμπεφυκότα, ὃν δὴ καὶ σπερματικόν τινες εἰώθασι καλεῖν, ἄψυχον ὄντα καὶ μηδὲν λογιζόμενον μήτε νοοῦντα, ἀλλὰ τῇ ἔξωθεν τέχνῃ μόνον ἐνεργοῦντα κατὰ τὴν τοῦ ἐπιβάλλοντος αὐτὸν ἐπιστήμην· οὐδὲ οἷον ἔχει τὸ λογικὸν γένος λόγον τὸν ἐκ συλλαβῶν συγκείμενον, καὶ ἐν ἀέρι σημαινόμενον· ἀλλὰ τὸν τοῦ ἀγαθοῦ καὶ Θεοῦ τῶν ὅλων ζῶντα καὶ ἐνεργῆ Θεὸν αὐτολόγον λέγω, ὃς ἄλλος μὲν ἔστι τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, ἴδιος δὲ καὶ μόνος τοῦ ἀγαθοῦ Πατρὸς ὑπάρχει Λόγος, ὃς τόδε τὸ πᾶν διεκόσμησε καὶ φωτίζει τῇ ἑαυτοῦ προνοίᾳ. ἀγαθοῦ γὰρ πατρὸς ἀγαθὸς Λόγος ὑπάρχων, αὐτὸς τὴν τῶν πάντων διεκόσμησε διάταξιν, τὰ μὲν ἐναντία τοῖς ἐναντίοις συνάπτων, ἐκ τούτων δὲ μίαν διακοσμῶν ἁρμονίαν. οὗτος, Θεοῦ δύναμις καὶ Θεοῦ σοφία ὤν, οὐρανὸν μὲν περιστρέφει, γῆν δὲ ἀναρτήσας, καὶ ἐπὶ μηδενὸς κειμένην τῷ ἰδίῳ νεύματι ἥδρασε. τούτῳ φωτιζόμενος ἥλιος τὴν οἰκουμένην καταυγάζει, καὶ σελήνη μεμετρημένον ἔχει τὸ φῶς. διὰ τοῦτον καὶ τὸ ὕδωρ ἐπὶ νεφελῶν κρεμᾶται, καὶ ὑετοὶ τὴν γῆν ἐπικλύζουσι, καὶ ἡ μὲν θάλαττα περιορίζεται, ἡ δὲ γῆ παντοίοις φυτοῖς κομᾷ καὶ χλοηφορεῖ.

καὶ εἴ τις ἄπιστος ζητοίη περὶ τῶν λεγομένων, εἰ ὅλως ἐστὶ Λόγος Θεοῦ, μαίνοιτο μὲν ὁ τοιοῦτος ἀμφιβάλλων περὶ Λόγου Θεοῦ· ἔχει δὲ ὅμως ἐκ τῶν ὁρωμένων τὴν ἀπόδειξιν, ὅτι πάντα Λόγῳ Θεοῦ καὶ Σοφίᾳ συνέστηκε, καὶ οὐκ ἂν ἡδράσθη τι τῶν γενομένων, εἰ μὴ Λόγῳ ἐγεγόνει καὶ Λόγῳ τῷ θείῳ, καθάπερ ἐλέχθη.

Λόγος δὲ ὤν, οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον, ἐστὶ συγκείμενος ἐκ συλλαβῶν· ἀλλὰ τοῦ ἑαυτοῦ Πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι, καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι, συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον· ὁ δὲ Θεὸς ὤν ἐστι, καὶ οὐ σύνθετος· διὸ καὶ ὁ τούτου Λόγος ὤν ἐστι, καὶ οὐ σύνθετος· ἀλλ᾽ εἷς καὶ μονογενὴς Θεός, ὁ ἐκ Πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθών, τὰ πάντα διακοσμεῖ καὶ συνέχει. ἡ δὲ αἰτία, δι᾽ ἣν ὅλως ὁ τοῦ Θεοῦ Λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἐστὶν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα ὅτι οὐκ ἄλλως ἔπρεπεν ἢ οὕτω γενέσθαι, ὥσπερ καὶ ἔστι. τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις, ἅτε δὴ ἐξ οὐκ ὄντων ὑποστᾶσα, ῥευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ᾽ ἑαυτὴν συγκρινομένη τυγχάνει· ὁ δὲ τῶν ὅλων Θεὸς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστί. διὸ καὶ φιλάνθρωπός ἐστιν. ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ, ἀλλὰ πάντας εἶναι βούλεται, ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται.

ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους, ῥευστὴν οὖσαν καὶ διαλυομένην· ἵνα μὴ τοῦτο πάθῃ, καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον, τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ Λόγῳ ποιήσας τὰ πάντα, καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι· ἀλλ᾽ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ Λόγῳ καὶ αὐτῷ ὄντι Θεῷ τὴν σύμπασαν διακυβερνᾷ καὶ καθίστησιν, ἵνα τῇ τοῦ Λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις βεβαίως διαμένειν δυνηθῇ, ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ Πατρὸς Λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι᾽ αὐτοῦ εἰς τὸ εἶναι· μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν, εἰ μὴ ὁ Λόγος αὐτὴν ἐτήρει, λέγω δὴ τὸ μὴ εἶναι, 〈ὅς ἐστι γὰρ εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι δι᾽ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας〉, ὡς οἱ τῆς ἀληθείας διάκονοι διδάσκουσιν ἐν ἁγίοις γράμμασιν.

Αὐτὸς γοῦν ὁ παντοδύναμος καὶ παντέλειος ἅγιος ὁ τοῦ Πατρὸς Λόγος, ἐπιβὰς τοῖς πᾶσι καὶ πανταχοῦ τὰς ἑαυτοῦ δυνάμεις ἐφαπλώσας, καὶ φωτίσας τά τε φαινόμενα καὶ τὰ ἀόρατα πάντα, εἰς ἑαυτὸν συνέχει καὶ συσφίγγει, μηδὲν ἔρημον τῆς ἑαυτοῦ δυνάμεως ἀπολελοιπώς, ἀλλὰ πάντα καὶ διὰ πάντων, καὶ ἕκαστον ἰδίᾳ, καὶ ἀθρόως ὁμοῦ τὰ ὅλα ζωοποιῶν καὶ διαφυλάττων· τάς τε ἀρχὰς πάσης αἰσθητῆς οὐσίας, αἵπερ εἰσὶ θερμὴ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ εἰς ἓν συγκεραννύων, ποιεῖ μὴ ἀντιστατεῖν, ἀλλὰ μίαν καὶ σύμφωνον ἀποτελεῖν ἁρμονίαν. δι᾽ αὐτὸν καὶ τὴν αὐτοῦ δύναμιν οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ ξηρῷ· ἀλλ᾽ ὡς φίλα καὶ ἀδελφὰ τὰ καθ᾽ ἑαυτὰ ὄντα ἐναντία, συνελθόντα ὁμοῦ, τά τε φαινόμενα ζωογονοῦσι, καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται. τούτῳ τῷ Θεῷ Λόγῳ πειθόμενα τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται. καὶ διὰ τοῦτον θάλαττα μὲν πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς, ὡς προεῖπον. καὶ ἵνα μὴ τὸ καθέκαστον ἐπὶ φανεροῖς ὀνομάζων ἐνδιατρίβω, οὐδέν ἐστι τῶν ὄντων καὶ γινομένων ὃ μὴ ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ γέγονε καὶ ἕστηκεν, ᾗ φησι καὶ ὁ θεολόγος ἀνήρ· 〈Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν〉.

Οἷον γὰρ εἴ τις, λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι, καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγών, ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη· οὕτω καὶ ἡ τοῦ Θεοῦ σοφία, τὸ ὅλον ὡς λύραν ἐπέχων, καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγών, καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι, καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι, ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως, αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ Πατρί, πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει, ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ Πατρὶ δοκῇ. τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν, ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων, ἀλλ᾽ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ, τὰ ἄνω, τὰ μέσα, τὰ κάτω, τὰ ὑγρά, τὰ ψυχρά, τὰ θερμά, τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν. ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ, τὸ μὲν ὀρθὸν ὡς ὀρθόν, τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον, ὡς ἔστι, κινεῖται· τὸ θερμὸν θερμαίνεται, καὶ τὸ ξηρὸν ξηραίνεται· καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ᾽ αὐτοῦ· καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι᾽ αὐτοῦ.

Καὶ ἵνα ἐκ παραδείγματος τὸ τηλικοῦτον νοηθείη, ἔστω τὸ λεγόμενον ὡς ἐν εἰκόνι χοροῦ μεγάλου. ὡς τοίνυν τοῦ χοροῦ συνεστῶτος ἐκ διαφόρων ἄνδρων, παίδων, γυναικῶν αὖ καὶ γερόντων, καὶ τῶν ἔτι νέων· καὶ ἑνὸς τοῦ καθηγεμόνος σημαίνοντος, ἕκαστος μὲν κατὰ τὴν φύσιν ἑαυτοῦ καὶ δύναμιν φωνεῖ, ὁ μὲν ἀνὴρ ὡς ἀνήρ, ὁ δὲ παῖς ὡς παῖς, ὁ δὲ γέρων ὡς γέρων, καὶ ὁ νέος ὡς νέος, πάντες δὲ μίαν ἀποτελοῦσιν ἁρμονίαν· ἢ ὡς ἡ καθ᾽ ἡμᾶς ψυχὴ ἐν ταὐτῷ τὰς ἐν ἡμῖν αἰσθήσεις κατὰ τὴν ἑκάστης ἐνέργειαν κινεῖ, ὥστε παρόντος πράγματος ἑνὸς τὰς πάσας ὁμοῦ κινεῖσθαι, καὶ τὸν μὲν ὀφθαλμὸν ὁρᾷν, τὴν δὲ ἀκοὴν ἀκούειν, τὴν δὲ χεῖρα ἅπτεσθαι, καὶ τὴν ὄσφρησιν ἀντιλαμβάνεσθαι, καὶ τὴν γεῦσιν γεύεσθαι· πολλάκις δὲ καὶ τὰ ἄλλα μέλη τοῦ σώματος, ὥστε καὶ τοὺς πόδας περιπατεῖν. ἢ ἵνα καὶ τρίτῳ παραδείγματι τὸ λεγόμενον σημανθῇ, ἔοικεν οἰκοδομηθείσῃ μάλιστα μεγάλῃ πόλει, καὶ οἰκονομουμένῃ ἐπὶ παρουσίᾳ τοῦ καὶ ταύτην οἰκοδομήσαντος ἄρχοντος καὶ βασιλέως.

ἐκείνου γὰρ παρόντος καὶ προστάττοντος, καὶ πρὸς πάντα τὸν ὀφθαλμὸν τείνοντος, ἑπόμενοι πάντες, οἱ μὲν ἐπὶ τὴν γεωργίαν, οἱ δὲ ἐπὶ τοὺς ὑδραγωγοὺς ὑδρευσόμενοι σπεύδουσιν· ἄλλος δὲ ἐπισιτισόμενος προέρχεται· καὶ ὁ μὲν ἐπὶ τὴν βουλὴν βαδίζει, ὁ δὲ ἐπὶ τὴν ἐκκλησίαν εἰσέρχεται· καὶ ὁ μὲν δικαστὴς ἐπὶ τὸ δικάζειν, ὁ δὲ ἄρχων ἐπὶ τὸ θεσμοθετεῖν· καθίσταται δὲ εὐθέως ὁ μὲν τεχνίτης ἐπὶ τὴν ἐργασίαν, ὁ δὲ ναύτης ἐπὶ τὴν θάλατταν κατέρχεται, ὁ τέκτων ἐπὶ τὸ τεκτονεύειν, ὁ ἰατρὸς ἐπὶ τὴν θεραπείαν, ὁ οἰκοδόμος ἐπὶ τὴν οἰκοδομήν· καὶ ὁ μὲν εἰς τὸν ἀγρὸν βαδίζει, ὁ δὲ ἀπὸ τοῦ ἀγροῦ ἀνέρχεται· καὶ οἱ μὲν περὶ τὴν πόλιν ἀναστρέφονται, οἱ δὲ ἀπὸ τῆς πόλεως ἐξέρχονται, καὶ πάλιν εἰς αὐτὴν ἐπανέρχονται. πάντα δὲ ταῦτα τῇ παρουσίᾳ τοῦ ἑνὸς ἄρχοντος, καὶ τῇ τούτου διατάξει γίγνονται, καὶ συνίστανται. κατὰ ταῦτα δὴ καὶ ἐπὶ τῆς συμπάσης κτίσεως, κἂν μικρὸν ᾖ τὸ παράδειγμα, ὅμως μείζονι διανοίᾳ χρὴ νοεῖν· ὑπὸ γὰρ μιᾶς ῥιπῆς νεύματός τινος τοῦ Θεοῦ Λόγου ὁμοῦ τὰ πάντα διακοσμεῖται, καὶ τὰ οἰκεῖα παρ᾽ ἑκάστου γίνεται, καὶ παρὰ πάντων ὁμοῦ μία τάξις ἀποτελεῖται.

Νεύματι γὰρ καὶ ταῖς δυνάμεσι τοῦ ἐπιστατοῦντος καὶ ἡγεμονεύοντος τῶν πάντων θείου καὶ πατρικοῦ Λόγου, οὐρανὸς μὲν περιστρέφεται, τὰ δὲ ἄστρα κινεῖται, καὶ ὁ μὲν ἥλιος φαίνει, ἡ δὲ σελήνη περιπολεῖ, καὶ ἀὴρ μὲν ὑπ᾽ αὐτοῦ φωτίζεται, αἰθὴρ δὲ θερμαίνεται καὶ ἄνεμοι πνέουσι· τὰ ὄρη εἰς ὕψος ἀνατεταμένα ἵσταται, ἡ θάλαττα κυμαίνει, καὶ τὰ ἐν αὐτῇ ζῶα τρέφεται, ἡ γῆ ἀκίνητος μένουσα καρποφορεῖ, καὶ ὁ ἄνθρωπος πλάττεται, καὶ ζῇ πάλιν καὶ θνήσκει· καὶ ἁπλῶς πάντα ψυχοῦται καὶ κινεῖται· τὸ πῦρ καίει, τὸ ὕδωρ ψύχει, πηγαὶ ἀναβλύζουσι, ποταμοὶ πλημμυροῦσι, καιροὶ καὶ ὧραι παραγίγνονται, ὑετοὶ κατέρχονται, τὰ νέφη πληροῦται, χάλαζα γίνεται, χιὼν καὶ κρύσταλλος πήγνυται, πετεινὰ ἵπταται, ἑρπετὰ πορεύεται, ἔνυδρα νήχεται, θάλαττα πλέεται, γῆ σπείρεται καὶ κατὰ τοὺς ἰδίους καιροὺς χλοηφορεῖ, φυτὰ αὔξει, καὶ τὰ μὲν νεάζει, τὰ δὲ πεπαίνεται, τὰ δὲ αὐξάνοντα γηράσκει καὶ φθίνει, καὶ τὰ μὲν ἀφανίζεται, τὰ δὲ γεννᾶται καὶ φαίνεται.

πάντα δὲ ταῦτα, καὶ ἔτι πλείω τούτων, ἃ διὰ τὸ πλῆθος οὐκ ἰσχύομεν ἡμεῖς λέγειν, ὁ παραδοξοποιὸς καὶ θαυματοποιὸς τοῦ Θεοῦ Λόγος φωτίζων καὶ ζωοποιῶν, τῷ ἑαυτοῦ νεύματι κινεῖ καὶ διακοσμεῖ, ἕνα τὸν κόσμον ἀποτελῶν, οὐκ ἔξωθεν ἑαυτοῦ καὶ τὰς ἀοράτους δυνάμεις ἀφείς· καὶ γὰρ καὶ ταύτας, οἷα δὴ καὶ αὐτῶν ποιητὴς ὑπάρχων, συμπεριλαβὼν ἐν τοῖς ὅλοις, συνέχει καὶ ζωοποιεῖ πάλιν τῷ ἑαυτοῦ νεύματι καὶ τῇ ἑαυτοῦ προνοίᾳ· καὶ τούτου οὐκ ἄν τι γένοιτο πρὸς ἀπιστίαν ἐφόδιον. ὡς γὰρ τῇ αὐτοῦ προνοίᾳ καὶ σώματα μὲν αὔξει, ψυχὴ δὲ ἡ λογικὴ κινεῖται καὶ τὸ λογίζεσθαι καὶ τὸ ζῇν ἔχει, καὶ τοῦτο οὐ πολλῆς ἀποδείξεως δεῖται· ὁρῶμεν γὰρ τὰ γινόμενα· οὕτω δὴ πάλιν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἑνὶ καὶ ἁπλῷ νεύματι, τῇ ἑαυτοῦ δυνάμει τόν τε ὁρατὸν κόσμον καὶ τὰς ἀοράτους δυνάμεις κινεῖ καὶ συνέχει, ἑκάστῳ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδούς· ὥστε τὰς μὲν θείας θειοτέρως κινεῖσθαι, τὰ δὲ ὁρατὰ ὥσπερ καὶ ὁρᾶται. αὐτὸς δὲ ἐπὶ πάντων, ἡγεμών τε καὶ βασιλεὺς καὶ σύστασις γινόμενος τῶν πάντων, τὰ πάντα πρὸς δόξαν καὶ γνῶσιν τοῦ ἑαυτοῦ Πατρὸς ἐργάζεται, μονονουχὶ διὰ τῶν γιγνομένων ἔργων αὐτοῦ διδάσκων καὶ λέγων. 〈Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται〉.

Ὥσπερ γάρ, ἀναβλέψαντας εἰς τὸν οὐρανὸν καὶ ἰδόντας τὸν κόσμον αὐτοῦ καὶ τὸ τῶν ἄστρων φῶς, ἔστιν ἐνθυμεῖσθαι τὸν ταῦτα διακοσμοῦντα Λόγον· οὕτω νοοῦντας Λόγον Θεοῦ, νοεῖν ἐστιν ἀνάγκη καὶ τὸν τούτου Πατέρα Θεόν, ἐξ οὗ προϊὼν εἰκότως τοῦ ἑαυτοῦ Πατρὸς ἑρμηνεὺς καὶ ἄγγελος λέγεται· καὶ τοῦτο ἐκ τῶν καθ᾽ ἡμᾶς τις ἂν ἴδοι. εἰ γὰρ δὴ λόγου προϊόντος παρὰ ἀνθρώπων ἐνθυμούμεθα τὴν τούτου πηγὴν εἶναι τὸν νοῦν, καὶ τῷ λόγῳ ἐπιβάλλοντες, τὸν νοῦν σημαινόμενον ὁρῶμεν τῷ λογισμῷ· πολλῷ πλέον μείζονι φαντασίᾳ καὶ ἀσυγκρίτῳ ὑπεροχῇ τοῦ Λόγου τὴν δύναμιν ὁρῶντες, ἔννοιαν λαμβάνομεν καὶ τοῦ ἀγαθοῦ Πατρὸς αὐτοῦ, ὡς αὐτὸς ὁ Σωτήρ φησιν· 〈Ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν Πατέρα〉. ταῦτα δὲ καὶ πᾶσα θεόπνευστος γραφὴ φανερώτερον καὶ κατὰ μεῖζον κηρύττει, ἀφ᾽ ὧν δὴ καὶ ἡμεῖς τεθαρρηκότες ταῦτά σοι γράφομεν, καὶ σύ, ταύταις ἐντυγχάνων, δυνήσῃ τῶν λεγομένων ἔχειν τὴν πίστιν. λόγος γὰρ ἐκ μειζόνων βεβαιούμενος, ἀναντίρρητον ἔχει τὴν ἀπόδειξιν.

Ἄνωθεν τοίνυν περὶ τῆς τῶν εἰδώλων ἀναιρέσεως προησφαλίζετο τὸν Ἰουδαίων λαὸν ὁ θεῖος Λόγος λέγων· 〈Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω〉. τὴν δὲ αἰτίαν τῆς τούτων καθαιρέσεως, ἑτέρως σημαίνει λέγων· 〈Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι, καὶ οὐκ ὀσφρανθήσονται. χεῖρας ἔχουσι, καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι, καὶ οὐ περιπατήσουσιν〉. οὐ σεσιώπηκε δὲ τὴν περὶ τῆς κτίσεως διδασκαλίαν· ἀλλὰ καὶ μάλα εἰδὼς αὐτῶν τὸ κάλλος, ἵνα μή τινες, τῷ κάλλει τούτων ἀποβλέψαντες, οὐχ ὡς ἔργα Θεοῦ ἀλλ᾽ ὡς θεοὺς θρησκεύσωσι, προασφαλίζεται τοὺς ἀνθρώπους λέγων· 〈Καὶ μὴ ἀναβλέψας τοῖς ὀφθαλμοῖς καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθείς, προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω τοῦ οὐρανοῦ〉. ἀπένειμε δὲ οὐκ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς αὐτά, ἀλλ᾽ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν τῶν πάντων δημιουργὸν Θεόν, ὥσπερ εἴρηται. ὁ γὰρ Ἰουδαίων πάλαι λαὸς κατὰ πλεῖον εἶχε τὴν διδασκαλίαν, ὅτι μὴ μόνον ἐκ τῶν τῆς κτίσεως ἔργων, ἀλλὰ καὶ ἐκ τῶν θείων γραφῶν εἶχον τὴν περὶ Θεοῦ γνῶσιν.

καὶ καθόλου δὲ τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀφέλκων, φησίν· 〈Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ〉. οὐχ ὡς ὄντων δὲ θεῶν ἄλλων κωλύει τούτους αὐτοὺς ἔχειν, ἀλλ᾽ ἵνα μή τις, τὸν ἀληθινὸν ἀποστραφεὶς Θεόν, ἑαυτῷ τὰ μὴ ὄντα θεοποιεῖν ἄρξηται, ὁποῖοί εἰσιν οἱ παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ὀνομασθέντες καὶ δειχθέντες οὐκ ὄντες θεοί. καὶ αὐτὴ δὲ ἡ λέξις τὸ μὴ εἶναι αὐτοὺς θεοὺς δείκνυσι, δι᾽ ἧς φησιν· 〈Οὐκ ἐσονταί σοι θεοὶ ἕτεροι〉, ὅπερ ἐπὶ μέλλοντος σημαίνεται. τὸ δὲ ἐπὶ μέλλουσι γινόμενον οὐκ ἔστι τότε ὅτε ταῦτα λέγεται.

Ἆρ᾽ οὖν, ἀνελὼν τὴν τῶν ἐθνῶν ἢ εἰδώλων ἀθεότητα, σεσιώπηκεν ἡ ἔνθεος διδασκαλία καὶ ἁπλῶς ἀφῆκε τὸ τῶν ἀνθρώπων γένος ἄμοιρον τῆς τοῦ Θείου γνώσεως φέρεσθαι; οὐχί γε, ἀλλὰ καὶ προαπαντᾷ τῇ διανοίᾳ λέγουσα· 〈Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι〉· καὶ πάλιν· 〈Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου〉· καὶ πάλιν· 〈Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ〉. ὅτι δὲ καὶ ἡ διὰ πάντων καὶ ἡ εἰς πάντα τοῦ Λόγου πρόνοια καὶ διακόσμησις ἀπὸ πάσης θεοπνεύστου γραφῆς μαρτυρεῖται, ἀρκεῖ τὰ νῦν λεγόμενα δεῖξαι τοῦ λόγου τὴν πίστιν, ᾗ φασιν οἱ θεολόγοι ἄνδρες· 〈Ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει· τῇ διατάξει σου διαμένει ἡ ἡμέρα〉· καὶ πάλιν· 〈Ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ, τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξαγαγόντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, καὶ διδόντι τοῖς κτήνεσι τροφήν〉. διὰ τίνος δὲ δίδωσιν ἢ δι᾽ οὗ καὶ τὰ πάντα γέγονε; δι᾽ οὗ γὰρ γέγονε, δι᾽ αὐτοῦ καὶ ἡ τῶν πάντων ἀκολούθως ἐστὶ πρόνοια. τίς οὖν ἂν εἴη οὗτος ἢ ὁ τοῦ Θεοῦ Λόγος, περὶ οὗ καὶ ἐν ἑτέρῳ λέγει· 〈Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν〉;

καὶ γὰρ τὰ πάντα ἐν αὐτῷ καὶ δι᾽ αὐτοῦ γενόμενα διαλέγεται, ἀφ᾽ ὧν καὶ ἡμᾶς πείθει λέγουσα· 〈Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν·〉 καθὼς καὶ ὁ πάντα μέγας Μωϋσῆς ἐν ἀρχῇ τῆς κοσμοποιίας βεβαιοῖ τὸ λεγόμενον ἐξηγούμενος καὶ λέγων· 〈Καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν〉. ἐπειδὴ καὶ τὴν οὐρανοῦ καὶ γῆς καὶ πάντων ὑφιστὰς γένεσιν, αὐτῷ εἶπεν ὁ Πατήρ· 〈Γενηθήτω οὐρανός, καὶ συναχθήτω τὰ ὕδατα, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐξαγαγέτω ἡ γῆ βοτάνην καὶ πᾶν ζῶον〉.

Ἀφ᾽ ὧν καὶ Ἰουδαίους ἄν τις ἐλέγξειεν οὐ γνησίως ἐφιστάνοντας ταῖς γραφαῖς. τίνι γάρ, ἄν τις εἴποι πρὸς αὐτούς, ὡμίλει ὁ Θεός, ἵνα καὶ προστάττων λαλῇ; εἰ μὲν οὖν τοῖς γιγνομένοις προσέταττε καὶ ὡμίλει, περιττὸς ἦν ὁ λόγος· οὔπω γὰρ ἦν, ἀλλ᾽ ἔμελλε γίγνεσθαι· οὐδεὶς δὲ τῷ μὴ ὄντι λαλεῖ, οὐδὲ εἰς τὸ γενέσθαι τῷ μηδέπω γενομένῳ προστάττει καὶ λαλεῖ. εἰ γὰρ τοῖς ἐσομένοις προσέταττεν ὁ Θεός, ἔδει λέγειν αὐτόν· Γενοῦ, οὐρανέ, καὶ γενοῦ, γῆ, καὶ ἔξελθε, βοτάνη, καὶ ποιήθητι, ἄνθρωπε· νῦν δὲ τοῦτο μὲν οὐκ ἐποίησε, προστάττει δὲ λέγων· 〈Ποιήσωμεν ἄνθρωπον, καὶ ἐξελθέτω βοτάνη〉· ἀφ᾽ ὧν δείκνυται ὁ Θεὸς ὡς πλησίον τινὶ διαλεγόμενος περὶ τούτων. οὐκοῦν ἀνάγκη συνεῖναί τινα τούτῳ, ᾧ καὶ ὁμιλῶν ἐποίει τὰ ὅλα. τίς οὖν ἂν εἴη εἰ μὴ ὁ τούτου Λόγος; τίνι γὰρ ἄν τις φαίη Θεὸν ὁμιλεῖν ἢ τῷ ἑαυτοῦ Λόγῳ; ἢ τίς τούτῳ συνῆν ποιοῦντι τὴν γενητὴν πᾶσαν οὐσίαν ἢ ἡ τούτου σοφία, ἡ λέγουσα· 〈Ἡνίκα ἐποίει τὸν οὐρανὸν καὶ τὴν γῆν, συμπαρήμην αὐτῷ〉; ἐν δὲ τῇ οὐρανοῦ καὶ γῆς ὀνομασίᾳ, πάντα τὰ ἐν οὐρανῷ καὶ γῇ γενητὰ συμπεριλαμβάνει.

συνὼν δὲ ὡς σοφία, καὶ ὡς Λόγος τὸν Πατέρα βλέπων, ἐδημιούργει τὸ πᾶν καὶ συνίστη καὶ διεκόσμει· καὶ δύναμις δὲ ὢν τοῦ Πατρός, τὰ ὅλα εἰς τὸ εἶναι ἰσχυροποίει, ᾗ φησι καὶ ὁ Σωτήρ· 〈Πάντα ὅσα βλέπω τὸν Πατέρα ποιοῦντα, κἀγὼ ὁμοίως ποιῶ〉· καὶ δι᾽ αὐτοῦ δὲ καὶ εἰς αὐτὸν τὰ πάντα γεγονέναι οἱ ἱεροὶ τούτου διδάσκουσι μαθηταί, καὶ ὅτι ἀγαθὸν ἐξ ἀγαθοῦ γέννημα καὶ ἀληθινὸς Υἱὸς ὑπάρχων, δύναμίς ἐστι τοῦ Πατρὸς καὶ σοφία καὶ Λόγος, οὐ κατὰ μετοχὴν ταῦτα ὤν, οὐδὲ ἔξωθεν ἐπιγενομένων τούτων αὐτῷ κατὰ τοὺς αὐτοῦ μετέχοντας καὶ σοφιζομένους δι᾽ αὐτοῦ, καὶ δυνατοὺς καὶ λογικοὺς ἐν αὐτῷ γινομένους, ἀλλ᾽ αὐτοσοφία, αὐτολόγος, αὐτοδύναμις ἰδία τοῦ Πατρός ἐστιν, αὐτοφῶς, αὐτοαλήθεια, αὐτοδικαιοσύνη, αὐτοαρετή, καὶ μὴν καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκών. καὶ συνελόντι φράσαι, καρπὸς παντέλειος τοῦ Πατρὸς ὑπάρχει, καὶ μόνος ἐστὶν Υἱός, εἰκὼν ἀπαράλλακτος τοῦ Πατρός.

Τίς οὖν ἄν, τίς ἐξαριθμήσειε τὸν Πατέρα, ἵνα καὶ τοῦ Λόγου τούτου τὰς δυνάμεις ἐξεύροι; ἔστι γὰρ ὥσπερ τοῦ Πατρὸς Λόγος καὶ σοφία, οὕτω καὶ τοῖς γενητοῖς συγκαταβαίνων, γίνεται πρὸς τὴν τοῦ γεννήτορος γνῶσιν καὶ ἔννοιαν αὐτοαγιασμὸς καὶ αὐτοζωὴ καὶ θύρα καὶ ποιμὴν καὶ ὁδός, καὶ βασιλεὺς καὶ ἡγεμὼν καὶ ἐπὶ πᾶσι σωτήρ, καὶ ζωοποιὸς καὶ φῶς, καὶ πρόνοια τῶν πάντων. τοιοῦτον ἄρα ἀγαθὸν καὶ δημιουργὸν Υἱὸν ἔχων ἐξ ἑαυτοῦ ὁ Πατήρ, οὐκ ἀφανῆ αὐτὸν τοῖς γενητοῖς ἀπέκρυψεν· ἀλλὰ καὶ ὁσημέραι τοῦτον ἀποκαλύπτει τοῖς πᾶσι διὰ τῆς τῶν πάντων δι᾽ αὐτοῦ συστάσεως καὶ ζωῆς. ἐν αὐτῷ δὲ καὶ δι᾽ αὐτοῦ, καὶ ἑαυτὸν ἐμφαίνει, καθὼς ὁ Σωτήρ φησιν· 〈Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί〉· ὥστε ἐξ ἀνάγκης εἶναι τὸν Λόγον ἐν τῷ γεννήσαντι, καὶ τὸν γεννηθέντα σὺν τῷ Πατρὶ διαιωνίζειν.

Τούτων δὲ οὕτως ἐχόντων, καὶ οὐδενὸς ἔξωθεν αὐτοῦ τυγχάνοντος, ἀλλὰ καὶ οὐρανοῦ καὶ γῆς, καὶ πάντων τῶν ἐν αὐτοῖς ἐξηρτημένων αὐτοῦ, ὅμως ἄνθρωποι παράφρονες, παραγκωνισάμενοι τὴν πρὸς τοῦτον γνῶσιν καὶ εὐσέβειαν, τὰ οὐκ ὄντα πρὸ τῶν ὄντων ἐτίμησαν· καὶ ἀντὶ τοῦ ὄντως ὄντος Θεοῦ τὰ μὴ ὄντα ἐθεοποίησαν, 〈τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες〉, πρᾶγμα πάσχοντες ἀνόητον καὶ δυσσεβές. ὅμοιον γὰρ ὡς εἴ τις τὰ ἔργα πρὸ τοῦ τεχνίτου θαυμάσειε, καὶ τὰ ἐν τῇ πόλει δημιουργήματα καταπλαγείς, τὸν τούτων δημιουργὸν καταπατοίη· ἢ ὡς εἴ τις τὸ μὲν μουσικὸν ὄργανον ἐπαινοίη, τὸν δὲ συνθέντα καὶ ἁρμοσάμενον ἐκβάλλοι. ἄφρονες καὶ πολὺ τὸν ὀφθαλμὸν πεπηρωμένοι. πῶς γὰρ ἂν ἔγνωσαν ὅλως οἰκοδομὴν ἢ ναῦν ἢ λύραν, μὴ οὐχὶ τοῦ ναυπηγοῦ ἐργασαμένου, καὶ τοῦ ἀρχιτέκτονος οἰκοδομήσαντος, καὶ τοῦ μουσικοῦ συνθέντος;

ὥσπερ οὖν ὁ ταῦτα λογιζόμενος μαίνεται καὶ ὑπερέκεινα πάσης μανίας ἐστίν, οὕτως οὔ μοι δοκοῦσιν ὑγιαίνειν τὴν διάνοιαν οἱ τὸν Θεὸν μὴ ἐπιγινώσκοντες, καὶ τὸν τούτου Λόγον μὴ θρησκεύοντες, τὸν Σωτῆρα τῶν πάντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, δι᾽ οὗ τὰ πάντα ὁ Πατὴρ διακοσμεῖ καὶ συνέχει, καὶ προνοεῖται τῶν ὅλων· εἰς ὃν σὺ τὴν πίστιν ἔχων καὶ τὸ θεοσεβές, ὦ φιλόχριστε, χαῖρε καὶ εὔελπις γίνου, ὅτι τῆς εἰς αὐτὸν πίστεως καὶ εὐσεβείας ἀθανασία καὶ βασιλεία οὐρανῶν ἐστιν ὁ καρπός, μόνον ἐὰν κατὰ τοὺς αὐτοῦ νόμους ἡ ψυχὴ κεκοσμημένη γένηται. ὥσπερ γὰρ τοῖς κατ᾽ αὐτὸν πολιτευομένοις ἐστὶ τὸ ἔπαθλον ζωὴ αἰώνιος, οὕτω τοῖς τὴν ἐναντίαν καὶ μὴ τὴν τῆς ἀρετῆς ἀτραπὸν ὁδεύουσιν αἰσχύνη μεγάλη καὶ κίνδυνος ἀσύγγνωστος ἐν ἡμέρᾳ κρίσεως, ὅτι καίτοι γνόντες τὴν τῆς ἀληθείας ὁδόν, ἐναντία ὧν ἔγνωσαν ἔπραξαν.