Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ ἐθνῶν

Μέγας Αθανάσιος

Η αρμονία του σύμπαντος ως απόδειξη του ενός Δημιουργού

Η τάξη και η ομόνοια των φυσικών στοιχείων, σε αντιδιαστολή με τη συνθετότητα του ορατού κόσμου, προβάλλονται ως αναντίρρητες αποδείξεις της ύπαρξης ενός μοναδικού κυβερνήτη Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 8 από 9

Ἢ εἰ μὴ αὐτάρκης ἐστὶν ἡ παρὰ τῆς ψυχῆς διδασκαλία διὰ τὰ ἐπιθολοῦντα ταύτης ἔξωθεν τὸν νοῦν, καὶ μὴ ὁρᾷν αὐτὴν τὸ κρεῖττον· ἀλλ᾽ ἔστι πάλιν καὶ ἀπὸ τῶν φαινομένων τὴν περὶ τοῦ Θεοῦ γνῶσιν καταλαβεῖν, τῆς κτίσεως ὥσπερ γράμμασι διὰ τῆς τάξεως καὶ ἁρμονίας τὸν ἑαυτῆς δεσπότην καὶ ποιητὴν σημαινούσης καὶ βοώσης.

Ἀγαθὸς γὰρ ὢν καὶ φιλάνθρωπος ὁ Θεός, καὶ κηδόμενος τῶν ὑπ᾽ αὐτοῦ γενομένων ψυχῶν, ἐπειδὴ ἀόρατος καὶ ἀκατάληπτός ἐστι τὴν φύσιν, ἐπέκεινα πάσης γενητῆς οὐσίας ὑπάρχων, καὶ διὰ τοῦτο ἔμελλε τὸ ἀνθρώπινον γένος ἀτυχεῖν τῆς περὶ αὐτοῦ γνώσεως, τῷ τὰ μὲν ἐξ οὐκ ὄντων εἶναι, τὸν δὲ ἀγένητον· τούτου ἕνεκεν τὴν κτίσιν οὕτω διεκόσμησε τῷ ἑαυτοῦ Λόγῳ ὁ Θεός, ἵν᾽, ἐπειδὴ τὴν φύσιν ἐστὶν ἀόρατος, κἂν ἐκ τῶν ἔργων γινώσκεσθαι δυνηθῇ τοῖς ἀνθρώποις. ἐκ γὰρ τῶν ἔργων πολλάκις ὁ τεχνίτης καὶ μὴ ὁρώμενος γινώσκεται· καὶ οἷόν τι λέγουσι περὶ τοῦ ἀγαλματοποιοῦ Φειδίου, ὡς τὰ τούτου δημιουργήματα ἐκ τῆς συμμετρίας καὶ τῆς πρὸς ἄλληλα τῶν μερῶν ἀναλογίας ἐμφαίνειν καὶ μὴ παρόντα Φειδίαν τοῖς ὁρῶσιν· οὕτω δεῖ νοεῖν ἐκ τῆς τοῦ κόσμου τάξεως τὸν τούτου ποιητὴν καὶ δημιουργὸν Θεόν, κἂν τοῖς τοῦ σώματος ὀφθαλμοῖς μὴ θεωρῆται. οὐ γὰρ κατεχρήσατο τῇ ἀοράτῳ φύσει αὐτοῦ ὁ Θεός· μή τις τοῦτο προφασιζέσθω· καὶ παντελῶς ἑαυτὸν ἄγνωστον τοῖς ἀνθρώποις ἀφῆκεν· ἀλλ᾽ ὡς προεῖπον, οὕτω διεκόσμησε τὴν κτίσιν, ὥστε καὶ μὴ ὁρώμενον αὐτὸν τῇ φύσει, ὅμως ἐκ τῶν ἔργων γινώσκεσθαι. καὶ τοῦτο οὐ παρ᾽ ἐμαυτοῦ φημι, ἀλλ᾽ ἀφ᾽ ὧν παρὰ τῶν θεολόγων ἀνδρῶν ἔμαθον, ὧν εἷς ἐστιν ὁ Παῦλος, Ῥωμαίοις μὲν γράφων οὕτω· 〈Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται〉.

Λυκάοσι δὲ παρρησιαζόμενος καὶ λέγων· 〈Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων ἐπιστρέφειν ἐπὶ Θεὸν ζῶντα, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. καίτοι γε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν ἡμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν〉. τίς γάρ, ὁρῶν τὸν οὐρανοῦ κύκλον καὶ τὸν δρόμον ἡλίου καὶ σελήνης, καὶ τῶν ἄλλων ἀστέρων τὰς θέσεις καὶ τὰς περιπολήσεις, ἐναντίας μὲν καὶ διαφόρους γιγνομένας, ἐν δὲ τῇ διαφορᾷ ὁμοίαν τὴν τάξιν παρὰ πάντων ὁμοῦ σωζομένην, οὐκ ἐνθυμεῖται ὅτι οὐκ αὐτὰ ἑαυτά, ἀλλ᾽ ἕτερός ἐστιν ὁ διακοσμῶν αὐτὰ ποιητής; τίς δέ, ὁρῶν ἥλιον μὲν ἀνατέλλοντα μεθ᾽ ἡμέραν, σελήνην δὲ φαίνουσαν κατὰ νύκτα, καὶ φθίνουσαν, καὶ πληρουμένην ἀπαραλλάκτως κατὰ τὸν τῶν ἡμερῶν ἴσον πάντως ἀριθμόν, καὶ τῶν ἄστρων τὰ μὲν διατρέχοντα καὶ ποικίλως ἐναλλάττοντα τοὺς δρόμους, τὰ δὲ ἀπλανῶς κινούμενα, οὐκ ἂν ἔννοιαν λάβοι ὅτι πάντως ἐστὶν ὁ κυβερνῶν αὐτὰ δημιουργός;

Τίς, ὁρῶν τὰ ἐναντία τῇ φύσει συνημμένα, καὶ σύμφωνον ἔχοντα τὴν ἁρμονίαν, οἷον, τίς, ἰδὼν πῦρ ψυχρῷ, καὶ ξηρὸν ὑγρῷ κεκραμμένον, καὶ ταῦτα μὴ ἀντιστατοῦντα πρὸς ἄλληλα, ἀλλ᾽ ἓν ἀποτελοῦντα ὡς ἐξ ἑνὸς τὸ σῶμα, οὐκ ἂν ἐνθυμηθείη ἔξωθεν εἶναι τούτων τὸν ταῦτα συνάψαντα; τίς, ἰδὼν χειμῶνα παραχωροῦντα ἔαρι, καὶ ἔαρ θέρει, καὶ θέρος μετοπώρῳ, καὶ ὅτι ἐναντία ὄντα ταῦτα τῇ φύσει· τὸν μὲν γὰρ ψύχει, τὸ δὲ καίει, τὸ δὲ τρέφει, τὸ δὲ φθίνει· ὅμως τὰ πάντα ἴσην καὶ ἀβλαβῆ τοῖς ἀνθρώποις ἀποτελοῦντα τὴν χρῆσιν· οὐκ ἂν ἐννοήσειεν ὅτι ἐστί τις κρείττων τούτων, ὁ τὴν ἰσότητα παρέχων πᾶσι καὶ κυβερνῶν τὰ πάντα, κἂν μὴ βλέπῃ τοῦτον; τίς, ὁρῶν ἐν ἀέρι τὰς νεφέλας ὑποβασταζομένας, καὶ ἐν νεφέλαις τὴν τῶν ὑδάτων δεθεῖσαν βαρύτητα, οὐκ ἔννοιαν λαμβάνει τοῦ ταῦτα δήσαντος καὶ προστάξαντος γενέσθαι; ἢ τίς, ὁρῶν αὐτὴν τὴν γῆν βαρυτάτην οὖσαν τῇ φύσει, ἐπὶ τὸ ὕδωρ ἑδρασθεῖσαν καὶ ἀκίνητον μένουσαν ἐπὶ τὸ φύσει κινούμενον, οὐ διανοηθήσεται εἶναί τινα τὸν ταῦτα διαταξάμενον καὶ ποιήσαντα Θεόν;

τίς, ἰδὼν τὴν κατὰ καιρὸν τῆς γῆς καρποφορίαν, καὶ οὐρανόθεν ὑετούς, καὶ ποταμῶν ἐπιρροίας, καὶ πηγῶν ἀναβλύσεις, καὶ ζώων ἐξ ἀνομοίων γονάς, καὶ ταῦτα οὐκ ἀεὶ ἀλλὰ κατὰ καιροὺς ὡρισμένους γινόμενα· καὶ ὅλως τίς, κατανοήσας ἐν ἀνομοίοις καὶ ἐναντίοις τὴν ἴσην καὶ ὁμοίαν παρ᾽ αὐτῶν ἀποτελουμένην τάξιν, οὐκ ἂν ἐνθυμηθείη ὅτι ἐστὶ μία δύναμις ἡ ταῦτα διακοσμησαμένη καὶ διέπουσα, ὡς ἂν αὐτῇ δοκῇ, μένουσα καλῶς; αὐτὰ μὲν γὰρ καθ᾽ ἑαυτὰ οὐκ ἂν συσταίη καὶ φανῆναί ποτε δυνηθείη διὰ τὴν πρὸς ἄλληλα τῆς φύσεως ἐναντιότητα. τὸ μὲν γὰρ ὕδωρ φύσει βαρὺ καὶ κάτω ῥέον ἐστίν, αἱ δὲ νεφέλαι κοῦφαι καὶ τῶν ἐλαφρῶν καὶ τῶν ἀνωφερῶν τυγχάνουσι· καὶ ὅμως τὸ βαρύτερον ὕδωρ ὁρῶμεν ἐν ταῖς νεφέλαις βασταζόμενον. καὶ πάλιν ἡ μὲν γῆ βαρυτάτη ἐστί, τὸ δ᾽ αὖ πάλιν ὕδωρ κουφότερόν ἐστι ταύτης· καὶ ὅμως ὑπὸ τῶν ἐλαφροτέρων τὸ βαρύτερον βαστάζεται, καὶ οὐ καταφέρεται, ἀλλ᾽ ἕστηκεν ἀκίνητος ἡ γῆ. καὶ τὸ μὲν ἄρρεν οὐ ταὐτόν ἐστι τῷ θήλει, καὶ ὅμως εἰς ἓν συνάγεται, καὶ μία παρ᾽ ἀμφοτέρων ἀποτελεῖται γένεσις τοῦ ὁμοίου ζώου. καὶ συνελόντι φάναι, τὸ ψυχρὸν τῷ θερμῷ ἐναντίον ἐστί, καὶ τὸ ὑγρὸν τῷ ξηρῷ μάχεται· καὶ ὅμως συνελθόντα οὐ στασιάζει πρὸς ἑαυτά, ἀλλ᾽ ἐξ ὁμονοίας ἓν σῶμα καὶ τὴν πάντων γένεσιν ἀποτελοῦσιν.

Οὐκ ἂν οὖν μαχόμενα καὶ ἐναντία ὄντα τῇ φύσει ἑαυτὰ συνήγαγον, εἰ μὴ κρείττων ἦν καὶ κύριος ὁ συνδήσας αὐτά, ᾧ καὶ αὐτὰ τὰ στοιχεῖα, ὥσπερ δοῦλα δεσπότῃ ὑπακούοντα, εἴκει καὶ πείθεται· καὶ οὐκ, εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον σκοποῦν, ἀντιμάχεται πρὸς τὸ ἕτερον· ἀλλὰ τὸν συνδήσαντα Κύριον γινώσκοντα, ὁμόνοιαν ἔχουσι πρὸς ἑαυτά, φύσει μὲν ὄντα ἐναντία, τῇ δὲ τοῦ κυβερνῶντος βουλήσει φιλιάζοντα. ἐπεὶ εἰ μὴ κρείττονι προστάξει ἐγεγόνει τούτων μία κρᾶσις, πῶς ἂν τὸ βαρὺ τῷ ἐλαφρῷ, ἢ τὸ ξηρὸν τῷ ὑγρῷ, ἢ τὸ περιφερὲς τῷ ὀρθῷ, ἢ τὸ πῦρ τῷ ψυχρῷ, ἢ ὅλως ἡ θάλαττα τῇ γῇ, ἢ ὁ ἥλιος τῇ σελήνῃ, ἢ τὰ ἄστρα τῷ οὐρανῷ, καὶ ὁ ἀὴρ ταῖς νεφέλαις ἐμίγη καὶ συνῆλθεν, ἀνομοίου οὔσης τῆς ἑκάστου πρὸς τὸ ἕτερον φύσεως; ἔμελλε γὰρ καὶ μεγάλη στάσις γίγνεσθαι πρὸς αὐτά, τοῦ μὲν καίοντος, τοῦ δὲ ψύχοντος, καὶ τοῦ μὲν βαρέος κάτω, τοῦ δὲ κούφου ἐκ τῶν ἐναντίων ἄνω ἕλκοντος, καὶ τοῦ μὲν ἡλίου φωτίζοντος, τοῦ δὲ ἀέρος σκοτίζοντος· καὶ γὰρ καὶ τὰ ἄστρα ἐστασίασαν ἂν πρὸς ἑαυτά, ὅτι τὰ μὲν ἀνωτέρω, τὰ δὲ κατωτέρω τὴν θέσιν ἔχει· καὶ ἡ νὺξ δὲ οὐκ ἂν παρεχώρησε τῇ ἡμέρᾳ, ἀλλὰ ἔμενεν πάντως μαχομένη πρὸς αὐτὴν καὶ στασιάζουσα. τούτων δὲ γιγνομένων, λοιπὸν ἦν ἰδεῖν οὐκέτι κόσμον ἀλλ᾽ ἀκοσμίαν, οὐκέτι τάξιν ἀλλ᾽ ἀταξίαν, οὐκέτι σύστασιν ἀλλ᾽ ἀσύστατον τὸ ὅλον, οὐκέτι μέτρα ἀλλ᾽ ἀμετρίαν.

τῇ γὰρ ἑκάστου στάσει καὶ μάχῃ ἢ πάντα ἀνῃροῦντο, ἢ τὸ κρατοῦν μόνον ἐφαίνετο. καὶ τοῦτο πάλιν τὴν τοῦ παντὸς ἀκοσμίαν ἐδείκνυε. μόνον γὰρ γενόμενον καὶ λειπόμενον τῇ τῶν ἄλλων χρείᾳ, ἀνάρμοστον τὸ ὅλον ἐποίει· ὥσπερ εἰ καὶ μόνος ποῦς, καὶ μόνη χεὶρ ἀπομείνασα, οὐκ ἂν ἔσωσεν ὁλόκληρον τὸ σῶμα. ποῖος γὰρ κόσμος ἦν, εἰ μόνος ἥλιος ἔφαινεν, ἢ σελήνη μόνη περιεπόλει, ἢ νὺξ μόνη ἦν, ἢ ἡμέρα ἀεὶ ἐτύγχανε; ποία δὲ πάλιν ἦν ἁρμονία, εἰ μόνος ἦν ὁ οὐρανὸς χωρὶς τῶν ἄστρων, ἢ τὰ ἄστρα χωρὶς τοῦ οὐρανοῦ; τί δὲ καὶ χρήσιμον, εἰ μόνη θάλαττα ἦν, καὶ εἰ μόνη γῆ χωρὶς ὑδάτων καὶ τῶν ἄλλων τῆς κτίσεως μερῶν ἔκειτο; πῶς δ᾽ ἂν καὶ ἄνθρωπος ἐφάνη ἢ ὅλως ζῶον ἐπὶ γῆς, τῶν στοιχείων πρὸς ἑαυτὰ στασιαζόντων, καὶ ἑνὸς ὄντος τοῦ κρατοῦντος καὶ μὴ δυναμένου πρὸς τὴν τῶν σωμάτων σύστασιν ἀρκεῖν; οὐκ ἂν γὰρ ἐκ μόνου θερμοῦ, ἢ μόνου ψυχροῦ, ἢ μόνου ὑγροῦ, ἢ ξηροῦ συνέστη τι τῶν ὅλων· ἀλλ᾽ ἦν ἄτακτα πάντα καὶ ἀσύνθετα καθόλου. ἀλλ᾽ οὐδ᾽ ἂν αὐτὸ τὸ δοκοῦν κρατεῖν ἠδυνήθη ἂν συστῆναι χωρὶς τῆς τῶν ἄλλων ἐπικουρίας· οὕτω γὰρ καὶ νῦν συνέστηκεν.

Ἐπεὶ οὖν οὐκ ἀταξία ἀλλὰ τάξις ἐστὶν ἐν τῷ παντί, καὶ οὐκ ἀμετρία ἀλλὰ συμμετρία, καὶ οὐκ ἀκοσμία ἀλλὰ κόσμος καὶ κόσμου παναρμόνιος σύνταξις, ἀνάγκη λογίζεσθαι καὶ λαμβάνειν ἔννοιαν τοῦ ταῦτα συναγαγόντος καὶ συσφίγξαντος, καὶ συμφωνίαν ἐργαζομένου πρὸς αὐτὰ Δεσπότου. κἂν γὰρ μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶται, ἀλλ᾽ ἀπὸ τῆς τάξεως καὶ συμφωνίας τῶν ἐναντίων, ἐννοεῖν ἐστι τὸν τούτων ἄρχοντα καὶ κοσμήτορα καὶ βασιλέα. ὥσπερ γὰρ πόλιν ἐκ πολλῶν καὶ διαφόρων ἀνθρώπων συνεστῶσαν, μικρῶν καὶ μεγάλων, καὶ πλουσίων αὖ καὶ πενήτων, καὶ πάλιν γερόντων καὶ νεωτέρων, καὶ ἀρρένων καὶ θηλέων, εἰ θεωρήσαιμεν εὐτάκτως οἰκουμένην, καὶ τοὺς ἐν αὐτῇ διαφόρους μὲν ὄντας, ὁμονοοῦντας δὲ πρὸς ἑαυτούς, καὶ μήτε τοὺς πλουσίους κατὰ τῶν πενήτων, μήτε τοὺς μεγάλους κατὰ τῶν μικρῶν, μήτε τοὺς νέους κατὰ τῶν γερόντων γιγνομένους, ἀλλὰ πάντας κατὰ τὴν ἰσομοιρίαν εἰρηνεύοντας· εἰ ταῦτα βλέποιμεν, πάντως ἐννοοῦμεν, ὅτι ἄρχοντος παρουσία τὴν ὁμόνοιαν πρυτανεύει, κἂν μὴ ὁρῶμεν αὐτόν. ἡ μὲν γὰρ ἀταξία ἀναρχίας ἐστὶ γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσι.

καὶ γὰρ καὶ τὴν ἐν τῷ σώματι τῶν μελῶν πρὸς ἑαυτὰ συμφωνίαν ὁρῶντες, ὅτι οὐ μάχεται ὁ ὀφθαλμὸς τῇ ἀκοῇ, οὐδὲ ἡ χεὶρ τῷ ποδὶ στασιάζει, ἀλλ᾽ ἕκαστον τὴν ἰδίαν ἀποτελεῖ χρείαν ἀστασιάστως, ἐννοοῦμεν ἐκ τούτου πάντως εἶναι ψυχὴν ἐν τῷ σώματι τὴν τούτων ἡγεμονεύουσαν, κἂν μὴ βλέπωμεν αὐτήν. οὕτως ἐν τῇ τοῦ παντὸς τάξει καὶ ἁρμονίᾳ τὸν τοῦ παντὸς ἡγεμόνα νοεῖν ἀνάγκη Θεόν, καὶ τοῦτον ἕνα καὶ οὐ πολλούς. καὶ ἡ τάξις δὲ αὕτη τῆς διακοσμήσεως, καὶ ἡ τῶν πάντων μεθ᾽ ὁμονοίας ἁρμονία, οὐ πολλοὺς ἀλλ᾽ ἕνα τὸν αὐτῆς ἄρχοντα καὶ ἡγεμόνα δείκνυσι Λόγον. οὐκ ἂν γάρ, εἴπερ ἦσαν πολλοὶ τῆς κτίσεως ἄρχοντες, ἐσώζετο τοιαύτη τάξις τῶν πάντων· ἀλλ᾽ ἦν πάλιν ἄτακτα πάντα διὰ τοὺς πολλούς, ἕλκοντος ἑκάστου πρὸς τὴν ἑαυτοῦ βούλησιν τὰ πάντα, καὶ μαχομένου πρὸς τὸν ἕτερον. ὥσπερ γὰρ ἐλέγομεν τὴν πολυθεότητα ἀθεότητα εἶναι, οὕτως ἀνάγκη τὴν πολυαρχίαν ἀναρχίαν εἶναι. ἑκάστου γὰρ τὴν τοῦ ἑτέρου ἀρχὴν ἀναιροῦντος, οὐδεὶς ἐφαίνετο λοιπὸν ὁ ἄρχων, ἀλλ᾽ ἦν ἀναρχία παρὰ πᾶσιν. ἔνθα δὲ μὴ ἔστιν ἄρχων, ἐκεῖ πάντως ἀταξία γίνεται. καὶ ἔμπαλιν ἡ τῶν πολλῶν καὶ διαφόρων μία τάξις καὶ ὁμόνοια ἕνα καὶ τὸν ἄρχοντα δείκνυσι.

καθάπερ γὰρ εἴ τις πόρρωθεν ἀκούει λύρας ἐκ πολλῶν καὶ διαφόρων νευρῶν συγκειμένης, καὶ θαυμάζοι τούτων τὴν ἁρμονίαν τῆς συμφωνίας, ὅτι μὴ μόνη ἡ βαρεῖα τὸν ἦχον ἀποτελεῖ, μηδὲ μόνη ἡ ὀξεῖα, μηδὲ μόνη ἡ μέση, ἀλλὰ πᾶσαι κατὰ τὴν ἴσην ἀντίστασιν ἀλλήλαις συνηχοῦσι· καὶ πάντως ἐκ τούτων ἐννοεῖ οὐχ ἑαυτὴν κινεῖν τὴν λύραν, ἀλλ᾽ οὐδὲ ὑπὸ πολλῶν αὐτὴν τύπτεσθαι· ἕνα δὲ εἶναι μουσικὸν τὸν ἑκάστης νευρᾶς ἦχον πρὸς τὴν ἐναρμόνιον συμφωνίαν κεράσαντα τῇ ἐπιστήμῃ, κἂν μὴ τοῦτον βλέπῃ· οὕτω παναρμονίου οὔσης τῆς τάξεως ἐν τῷ κόσμῳ παντί, καὶ μήτε τῶν ἄνω πρὸς τὰ κάτω, μήτε τῶν κάτω πρὸς τὰ ἄνω στασιαζόντων, ἀλλὰ μιᾶς τῶν πάντων ἀποτελουμένης τάξεως, ἕνα καὶ μὴ πολλοὺς νοεῖν ἀκόλουθόν ἐστι τὸν ἄρχοντα καὶ βασιλέα τῆς πάσης κτίσεως, τὸν τῷ ἑαυτοῦ φωτὶ τὰ πάντα καταλάμποντα καὶ κινοῦντα.

Οὐδὲ γὰρ πολλοὺς εἶναι δεῖ νομίζειν τοὺς τῆς κτίσεως ἄρχοντας καὶ ποιητάς, ἀλλὰ πρὸς εὐσέβειαν ἀκριβῆ καὶ ἀλήθειαν ἕνα τὸν ταύτης δημιουργὸν πιστεύειν προσήκει· καὶ τοῦτο τῆς κτίσεως αὐτῆς ἐμφανῶς δεικνυούσης. γνώρισμα γὰρ ἀσφαλὲς τοῦ ἕνα τὸν ποιητὴν εἶναι τοῦ παντός ἐστι τοῦτο, τὸ μὴ πολλοὺς ἀλλ᾽ ἕνα εἶναι τὸν κόσμον. ἔδει γάρ, εἴπερ ἦσαν πολλοὶ θεοί, πολλοὺς εἶναι καὶ διαφόρους τοὺς κόσμους. οὔτε γὰρ ἔπρεπε τοὺς πολλοὺς ἕνα κόσμον κατασκευάζειν, οὔτε τὸν ἕνα ὑπὸ πολλῶν ποιεῖσθαι διὰ τὰ ἐκ τούτων δεικνύμενα ἄτοπα. πρῶτον μὲν ὅτι, εἰ ὑπὸ πολλῶν ὁ εἷς ἐγεγόνει κόσμος, ἀσθένεια τῶν ποιησάντων ἦν· ὅτι ἐκ πολλῶν ἓν ἔργον ἀπετελέσθη· καὶ ἐκ τούτου γνώρισμα οὐ τὸ τυχὸν ἦν τῆς ἀτελοῦς ἑκάστου πρὸς τὸ ποιεῖν ἐπιστήμης. εἰ γὰρ ἤρκει εἷς, οὐκ ἂν οἱ πολλοὶ τὴν ἀλλήλων ἀνεπλήρουν ἔλλειψιν. ἐν Θεῷ δὲ λέγειν εἶναί τι ἐλλιπὲς, ἀσεβὲς οὐ μόνον, ἀλλὰ καὶ πέρα τῶν ἀθεμίτων ἐστί. καὶ γὰρ καὶ τεχνίτην ἐν ἀνθρώποις οὐκ ἄν τις εἴποι τέλειον, ἀλλὰ ἀσθενῆ, εἰ μὴ μόνος, ἀλλὰ μετὰ πολλῶν ἓν ἀποτελοίη τὸ ἔργον. εἰ δὲ ἕκαστος μὲν ἠδύνατο τὸ ὅλον ἀποτελέσαι, οἱ πάντες δὲ εἰργάσαντο διὰ τὴν τοῦ γιγνομένου κοινωνίαν· γελοῖον μὲν ἂν εἴη τὸ τοιοῦτον, εἰ διὰ δόξαν ἕκαστος εἰργάσατο, ἵνα μὴ ὡς ἀδύνατος ὑπονοηθῇ. κενοδοξίαν δὲ πάλιν λέγειν ἐν θεοῖς τῶν ἀτοπωτάτων ἐστίν.

ἔπειτα, εἰ ἕκαστος ἱκανὸς ἦν πρὸς τὴν τοῦ ὅλου δημιουργίαν, τίς ἡ χρεία τῶν πολλῶν, ἑνὸς αὐτάρκους γιγνομένου πρὸς τὸ πᾶν; ἄλλως τε ἀσεβὲς καὶ ἄτοπον ἂν φανείη, εἰ τὸ μὲν ποίημα ἓν τυγχάνει, οἱ δὲ ποιήσαντες διάφοροι καὶ πολλοί, λόγου ὄντος φυσικοῦ τὸ ἓν καὶ τέλειον τῶν διαφόρων κρεῖττον εἶναι.

Καὶ τοῦτο δὲ ἰστέον, ὅτι εἰ ὑπὸ πολλῶν ὁ κόσμος ἐγεγόνει, διαφόρους εἶχε καὶ τὰς κινήσεις καὶ ἀνομοίους ἑαυτῷ. πρὸς ἕκαστον γὰρ τῶν ποιησάντων ἀποβλέπων, διαφόρους εἶχε καὶ τὰς κινήσεις. ἐν δὲ τῇ διαφορᾷ, καθάπερ εἴρηται πρότερον, πάλιν ἦν ἀκοσμία καὶ τοῦ παντὸς ἀταξία· ἐπειδὴ οὐδὲ ναῦς ὑπὸ πολλῶν κυβερνωμένη κατ᾽ ὀρθὸν πλευσεῖται, εἰ μὴ εἷς ταύτης τοὺς οἴακας κρατοίη κυβερνήτης· οὐδὲ λύρα ὑπὸ πολλῶν κρουομένη σύμφωνον ἀποτελέσει τὸν ἦχον, εἰ μὴ εἷς ὁ ταύτην πλήττων εἴη τεχνίτης. οὐκοῦν μιᾶς οὔσης τῆς κτίσεως, καὶ ἑνὸς ὄντος κόσμου, καὶ μιᾶς τῆς τούτου τάξεως, ἕνα δεῖ νοεῖν εἶναι καὶ τὸν ταύτης βασιλέα καὶ δημιουργὸν Κύριον. διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ δημιουργὸς ἕνα τὸν σύμπαντα κόσμον πεποίηκεν, ἵνα μὴ τῇ τῶν πολλῶν συστάσει πολλοὶ καὶ οἱ δημιουργοὶ νομίζοιντο, ἀλλ᾽ ἑνὸς ὄντος τοῦ ποιήματος, εἷς καὶ ὁ τούτου ποιητὴς πιστεύηται. καὶ οὐχ ὅτι εἷς ἐστιν ὁ δημιουργός, διὰ τοῦτο καὶ εἷς ἐστιν ὁ κόσμος· ἠδύνατο γὰρ καὶ ἄλλους κόσμους ποιῆσαι ὁ Θεός. ἀλλ᾽ ὅτι εἷς ἐστιν ὁ κόσμος ὁ γενόμενος, ἀνάγκη καὶ τὸν τούτου δημιουργὸν ἕνα πιστεύειν εἶναι.