Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ ἐθνῶν

Μέγας Αθανάσιος

Η λογική και αθάνατη ψυχή ως οδός θεογνωσίας

Επιχειρηματολογία για την ύπαρξη, την αθανασία και την αυτοκινησία της ψυχής, η οποία, ως κυβερνήτης του σώματος, αποτελεί τον δρόμο για τη γνώση του Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 9

Ὅτε τοίνυν ταῦθ᾽ οὕτως ἐλέγχεται καὶ δέδεικται ἡ παρὰ τοῖς Ἕλλησιν εἰδωλολατρεία πάσης ἀθεότητος οὖσα μεστή, καὶ οὐκ ἐπ᾽ ὠφελείᾳ, ἀλλ᾽ ἐπ᾽ ἀπωλείᾳ τῷ βίῳ τῶν ἀνθρώπων εἰσαχθεῖσα· φέρε λοιπόν, ὡς ἐξ ἀρχῆς ὁ λόγος ἐπηγγείλατο, τῆς πλάνης διελεγχθείσης, τὴν τῆς ἀληθείας ὁδὸν ὁδεύσωμεν, καὶ θεωρήσωμεν τὸν ἡγεμόνα καὶ δημιουργὸν τοῦ παντὸς τὸν τοῦ Πατρὸς Λόγον, ἵνα δι᾽ αὐτοῦ καὶ τὸν τούτου Πατέρα Θεὸν κατανοήσωμεν, καὶ γνῶσιν Ἕλληνες ὅσον τῆς ἀληθείας ἑαυτοὺς ἀπεσχοίνισαν.

Τὰ μὲν προειρημένα οὐδὲν ἕτερον ἢ πλάνη τῷ βίῳ διηλέγχθη· ἡ δὲ τῆς ἀληθείας ὁδὸς πρὸς τὸν ὄντως ὄντα Θεὸν ἕξει τὸν σκοπόν. πρὸς δὲ τὴν ταύτης γνῶσιν καὶ ἀπλανῆ κατάληψιν οὐκ ἄλλων ἐστὶν ἡμῖν χρεία, ἀλλ᾽ ἡμῶν αὐτῶν· οὐδ᾽, ὥσπερ ἐστὶν αὐτὸς ὁ Θεὸς ὑπεράνω πάντων, οὕτω καὶ ἡ πρὸς τοῦτον ὁδὸς πόρρωθεν ἢ ἔξωθεν ἡμῶν ἐστιν· ἀλλ᾽ ἐν ἡμῖν ἐστι, καὶ ἀφ᾽ ἡμῶν εὑρεῖν τὴν ἀρχὴν δυνατόν, καθὼς καὶ Μωϋσῆς ἐδίδασκε λέγων· 〈Τὸ ῥῆμα τῆς πίστεως ἐντὸς τῆς καρδίας σοῦ ἐστιν〉. ὅπερ καὶ ὁ Σωτὴρ σημαίνων καὶ βεβαιῶν ἔλεγεν· Ἡ 〈βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν〉. ἔνδον γὰρ ἐν ἑαυτοῖς ἔχοντες τὴν πίστιν καὶ τὴν βασιλείαν τοῦ Θεοῦ, δυνάμεθα ταχέως θεωρῆσαι καὶ νοῆσαι τὸν τοῦ παντὸς βασιλέα, τοῦ Πατρὸς σωτήριον Λόγον. καὶ μὴ προφασιζέσθωσαν Ἕλληνες οἱ τοῖς εἰδώλοις θρησκεύοντες· μηδὲ ἄλλος τις ἁπλῶς ἑαυτὸν ἀπατάτω, ὡς τὴν τοιαύτην ὁδὸν οὐκ ἔχων, καὶ διὰ τοῦτο τῆς ἀθεότητος ἑαυτοῦ πρόφασιν εὑρίσκων. πάντες γὰρ εἰς αὐτὴν ἐπιβεβήκαμεν καὶ ἔχομεν, εἰ καὶ μὴ πάντες αὐτὴν ὁδεύειν, ἀλλὰ παροδεύειν ἐκβαίνοντες θέλουσι διὰ τὰς ἔξωθεν αὐτοὺς ἑλκούσας ἡδονὰς τοῦ βίου. καὶ εἴ τις ἂν ἔροιτο, τίς ἂν εἴη αὕτη· φημὶ δὴ τὴν ἑκάστου ψυχὴν εἶναι, καὶ τὸν ἐν αὐτῇ νοῦν.

δι᾽ αὐτοῦ γὰρ μόνου δύναται Θεὸς θεωρεῖσθαι καὶ νοεῖσθαι· ἐκτὸς εἰ μή, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο, οὕτω καὶ ψυχὴν ἔχειν παραιτήσονται οἱ ἀσεβεῖς, εἰκότως τοῦτο πρὸ τῶν ἄλλων λέγοντες. οὐ γὰρ ἐχόντων ἔστι νοῦν ἀρνεῖσθαι τὸν τούτου ποιητὴν καὶ δημιουργὸν Θεόν. ὅτι μὲν οὖν ψυχὴν ἕκαστος ἀνθρώπων ἔχει καὶ ταύτην λογικήν, καὶ τοῦτο ἀναγκαῖόν ἐστι δεῖξαι δι᾽ ὀλίγων διὰ τοὺς ἀκεραίους, ἐπεὶ μάλιστά τινες ἀπὸ τῶν αἱρέσεων ἀρνοῦνται καὶ τοῦτο, οἰόμενοι μηδὲν πλέον εἶναι τὸν ἄνθρωπον, ἢ τὸ φαινόμενον εἶδος τοῦ σώματος· ἵνα ταύτης δειχθείσης, φανερώτερον δι᾽ ἑαυτῶν τὸν κατὰ τῶν εἰδώλων ἔλεγχον ἔχειν δυνηθῶσι.

Πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν· διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων τὸ γένος ἐστὶ λογικόν· ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη, ἐκ τοῦ μόνον τὸν ἄνθρωπον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι, καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα, καὶ πάλιν ἐπιλογίζεσθαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι· τὰ μὲν γὰρ ἄλογα μόνα τὰ παρόντα βλέπει, καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾷ, κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχῃ. ὁ δὲ ἄνθρωπος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ, ἀλλὰ τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει· πολλάκις γοῦν ὁρμήσας κεκράτηται τῷ λογισμῷ· καὶ λογισάμενος, πάλιν ἐπελογίσατο, καὶ αἰσθάνεται ἕκαστος, εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων νοῦς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὤν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής· καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει, καὶ ἀναμιμνήσκει, καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον. ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾷν, καὶ ὤτων τὸ ἀκούειν, καὶ στόματος γεύεσθαι, καὶ ῥινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι, καὶ χειρῶν τὸ ἅπτεσθαι· ἀλλ᾽ ἃ δεῖ ὁρᾷν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν, ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι.

ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χείρ, καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα· ἀλλ᾽ οὐκ οἶδεν, ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνῃ.

Καὶ ἔοικέ γε τὸ τοιοῦτον, ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν, λύρᾳ καλῶς κατεσκευασμένῃ, καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ᾽ ἐπιστήμης. ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον, ἡ μὲν βαρύν, ἡ δὲ ὀξύν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον· ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος· τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθή, ὅταν ὁ κατέχων τὴν λύραν πλήξῃ τὰς νευράς, καὶ ἁρμοδίως ἑκάστης ἅψηται· τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων, ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ· τότε καὶ διακρίνει ἡ ψυχή, καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει. τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἐστί, καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων, ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων, καὶ δείκνυσιν ὅτι ἀληθῶς ἄλλη παρὰ τὰ φαινόμενα ἐν σώματί ἐστιν. πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς, τὰ ἐν οὐρανοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος· καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος, κινεῖται ἔνδον ὁ ἄνθρωπος, καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ, χώρας ἀποδημῶν καὶ περιπατῶν, καὶ ἀπαντῶν τοῖς γνωρίμοις, καὶ πολλάκις διὰ τούτων τὰς μεθ᾽ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων. τοῦτο δὲ τί ἂν εἴη ἕτερον ἢ ψυχὴ λογική, ἐν ᾗ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος;

Καὶ τοῦτο δ᾽ ἂν εἴη πρὸς ἀπόδειξιν ἀκριβῆ τοῖς ἔτι πρὸς ἀναίδειαν τῆς ἀλογίας τετραμμένοις· πῶς, τοῦ σώματος θνητοῦ κατὰ φύσιν ὄντος, λογίζεται ἄνθρωπος τὰ περὶ ἀθανασίας, καὶ πολλάκις ἑαυτῷ τὸν θάνατον ὑπὲρ ἀρετῆς προκαλεῖται; ἢ πῶς, προσκαίρου τοῦ σώματος ὄντος, τὰ αἰώνια φαντάζεται ἄνθρωπος, ὥστε τῶν μὲν ἐμποδὼν καταφρονεῖν, εἰς ἐκεῖνα δὲ τὸν πόθον ἔχειν; τὸ μὲν οὖν σῶμα οὐκ ἂν ἑαυτὸ περὶ ἑαυτοῦ τοιαῦτα λογίσηται, καὶ οὐκ ἂν τὰ ἔξωθεν ἑαυτοῦ λογίζοιτο· θνητὸν γὰρ καὶ πρόσκαιρόν ἐστιν· ἀνάγκη δὲ ἕτερον εἶναι τὸ τὰ ἐναντία καὶ παρὰ τὴν φύσιν τοῦ σώματος λογιζόμενον. τί οὖν ἂν εἴη τοῦτο πάλιν, ἢ ψυχὴ λογικὴ καὶ ἀθάνατος; καὶ γὰρ οὐκ ἔξωθεν, ἀλλ᾽ ἔνδοθεν αὕτη τῷ σώματι, ὡς ὁ μουσικὸς τῇ λύρᾳ, ἐνηχεῖ τὰ κρείττονα. πῶς δὲ πάλιν κατὰ φύσιν ὢν ὁ ὀφθαλμὸς εἰς τὸ ὁρᾷν, καὶ ἡ ἀκοὴ εἰς τὸ ἀκούειν, τὰ μὲν ἀποστρέφονται, τὰ δὲ αἱροῦνται; τίς γὰρ ὁ τὸν ὀφθαλμὸν τοῦ ὁρᾷν ἀποστρέφων; ἢ τίς τὴν ἀκοὴν κατὰ φύσιν οὖσαν ἀκουστικὴν ἀποκλείει τοῦ ἀκούειν; ἢ τίς τὴν γεῦσιν, κατὰ φύσιν οὖσαν γευστικήν, κωλύει πολλάκις τῆς φυσικῆς ὁρμῆς; τίς δὲ τὴν χεῖρα, κατὰ φύσιν οὖσαν εἰς τὸ ἐνεργεῖν, ἐπέχει τοῦ ψαύειν τινός; τίς δὲ τὴν ὄσφρησιν, καὶ αὐτὴν εἰς τὸ ὀδμᾶσθαι γενομένην, ἀποστρέφει τοῦ μὴ ἀντιλαμβάνεσθαι; τίς ὁ ταῦτα κατὰ τῶν φυσικῶν τοῦ σώματος ἐνεργῶν;

ἢ πῶς τὸ σῶμα, τὴν φύσιν ἀποστραφέν, ἐπιστρέφεται πρὸς τὰς ἑτέρου συμβουλίας, καὶ πρὸς τὸ ἐκείνου νεῦμα ἡνιοχεῖται; ταῦτα γὰρ οὐδὲν ἕτερον ἢ ψυχὴν λογικὴν ἀποδείκνυσιν ἡγεμονεύουσαν τοῦ σώματος. οὐδὲ γὰρ ἑαυτὸ τὸ σῶμα πέφυκεν ἐλαύνειν, ἀλλ᾽ ὑφ᾽ ἑτέρου ἄγεται καὶ φέρεται, ὥσπερ οὐδὲ ἵππος ἑαυτὸν ὑποζεύγνυσιν, ἀλλ᾽ ὑπὸ τοῦ κρατοῦντος ἐλαύνεται. διὰ τοῦτο γοῦν καὶ νόμοι μὲν ἀνθρώποις τὰ καλὰ μὲν πράττειν, τὴν δὲ κακίαν ἀποστρέφεσθαι· τοῖς δὲ ἀλόγοις ἀλόγιστα τὰ κακὰ καὶ ἄκριτα μένει, ἅτε δὴ τῆς λογικότητος καὶ τῆς κατὰ λόγον διανοίας ἐκτὸς τυγχάνουσιν. εἶναι μὲν οὖν ψυχὴν λογικὴν ἐν ἀνθρώποις ἐκ τῶν προειρημένων, νομίζω δεδεῖχθαι.

Ὅτι δὲ καὶ ἀθάνατος γέγονεν ἡ ψυχή, καὶ τοῦτο ἀναγκαῖον εἰδέναι ἐν τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ πρὸς ἔλεγχον τῆς τῶν εἰδώλων ἀναιρέσεως. γένοιτο δ᾽ ἂν οὖν ἡ περὶ τούτων γνῶσις ἐγγυτέρω μᾶλλον ἐκ τῆς περὶ τοῦ σώματος γνώσεως, καὶ ἐκ τοῦ πρὸς τὸ σῶμα διαλλάττειν αὐτήν. εἰ γὰρ ἄλλην αὐτὴν ὁ λόγος ἀπέδειξε παρὰ τὸ σῶμα, ἔστι δὲ τὸ σῶμα φύσει θνητόν· ἀνάγκη τὴν ψυχὴν ἀθάνατον εἶναι, τῷ μὴ εἶναι κατὰ τὸ σῶμα. καὶ πάλιν εἰ ἡ ψυχὴ τὸ σῶμα κινεῖ, ὡς δέδεικται, καὶ οὐχὶ ὑπὸ ἄλλων αὐτὴ κινεῖται, ἀκόλουθόν ἐστιν ὑφ᾽ ἑαυτῆς κινουμένην τὴν ψυχήν, καὶ μετὰ τὴν εἰς γῆν ἀπόθεσιν τοῦ σώματος κινεῖσθαι πάλιν αὐτὴν ἀφ᾽ ἑαυτῆς. οὐ γὰρ ἡ ψυχή ἐστιν ἡ ἀποθνήσκουσα· ἀλλὰ διὰ τὴν ταύτης ἀναχώρησιν ἀποθνήσκει τὸ σῶμα. εἰ μὲν οὖν καὶ αὕτη ὑπὸ τοῦ σώματος ἐκινεῖτο, ἀκόλουθον ἦν, ἀναχωροῦντος τοῦ κινοῦντος, ἀποθνήσκειν αὐτήν· εἰ δὲ ἡ ψυχὴ κινεῖ καὶ τὸ σῶμα, ἀνάγκη μᾶλλον αὐτὴν ἑαυτὴν κινεῖν. ἑαυτῇ δὲ κινουμένη, ἐξ ἀνάγκης καὶ μετὰ τὸν τοῦ σώματος θάνατον ζῇ. ἡ γὰρ κίνησις τῆς ψυχῆς οὐδὲν ἕτερόν ἐστιν ἢ ἡ ζωὴ αὐτῆς· ὥσπερ ἀμέλει καὶ τὸ σῶμα τότε ζῇν λέγομεν ὅτε κινεῖται, καὶ τότε θάνατον αὐτοῦ εἶναι ὅτε τῆς κινήσεως παύεται. τοῦτο δὲ καὶ ἀπὸ τῆς ἐν σώματι καθάπαξ ἐνεργείας αὐτῆς φανερώτερον ἄν τις ἴδοι.

εἰ γὰρ καὶ ὅτε τῷ σώματι ἐπιβέβηκε καὶ συνδέδεται τούτῳ, οὐ κατὰ τὴν τοῦ σώματος σμικρότητα συστέλλεται καὶ συμμετρεῖται, ἀλλὰ πολλάκις, ἐπὶ κλίνης τούτου κειμένου καὶ μὴ κινουμένου, ἀλλ᾽ ὡς ἐν θανάτῳ κοιμωμένου, αὕτη κατὰ τὴν ἑαυτῆς δύναμιν γρηγορεῖ, καὶ ὑπερεκβαίνει τὴν τοῦ σώματος φύσιν· καὶ ὥσπερ ἀποδημοῦσα τούτου, μένουσα ἐν τῷ σώματι, τὰ ὑπὲρ γῆν φαντάζεται καὶ θεωρεῖ, πολλάκις δὲ καὶ τοῖς ἔξω τῶν γηΐνων σωμάτων ἁγίοις καὶ ἀγγέλοις συναντᾷ, καὶ πρὸς αὐτοὺς ἀφικνεῖται τῇ τοῦ νοῦ θαρροῦσα καθαρότητι· πῶς οὐχὶ μᾶλλον καὶ πολλῷ πλέον, ἀπολυθεῖσα τοῦ σώματος ὅτε ὁ συνδήσας αὐτὴν βούλεται Θεός, φανερωτέραν ἕξει τὴν τῆς ἀθανασίας γνῶσιν; εἰ γὰρ καὶ συνδεθεῖσα σώματι τὴν ἐκτὸς τοῦ σώματος ζωὴν ἔζη, πολλῷ πλέον καὶ μετὰ θάνατον τοῦ σώματος ζήσεται, καὶ οὐ παύσεται τοῦ ζῇν διὰ τὸν οὕτως αὐτὴν ποιήσαντα Θεὸν διὰ τοῦ ἑαυτοῦ Λόγου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. διὰ τοῦτο γὰρ καὶ ἀθάνατα καὶ αἰώνια λογίζεται καὶ φρονεῖ, ἐπεὶ καὶ ἀθάνατός ἐστι. καὶ ὥσπερ, τοῦ σώματος θνητοῦ τυγχάνοντος, θνητὰ καὶ αἱ τούτου θεωροῦσιν αἰσθήσεις, οὕτως ἀθάνατα θεωροῦσαν καὶ λογιζομένην τὴν ψυχήν, ἀνάγκη καὶ αὐτὴν ἀθάνατον εἶναι καὶ ἀεὶ ζῇν. αἱ γὰρ περὶ τῆς ἀθανασίας ἔννοιαι καὶ θεωρίαι οὐδέποτε αὐτὴν ἀφιᾶσι μένουσαι ἐν αὐτῇ, καὶ ὥσπερ ἔκκαυμα ἐν αὐτῇ γινόμεναι πρὸς ἀσφάλειαν τῆς ἀθανασίας.

διὰ τοῦτο γοῦν καὶ τῆς περὶ Θεοῦ θεωρίας ἔχει τὴν ἔννοιαν, καὶ αὐτὴ ἑαυτῆς γίνεται ὁδός, οὐκ ἔξωθεν, ἀλλ᾽ ἐξ ἑαυτῆς λαμβάνουσα τὴν τοῦ Θεοῦ Λόγου γνῶσιν καὶ κατάληψιν.

Λέγομεν οὖν, καθάπερ εἴρηται πρότερον, ὥσπερ τὸν Θεὸν ἠρνήσαντο καὶ ἄψυχα θρησκεύουσιν, οὕτω καὶ ψυχὴν οὐκ ἔχειν λογικὴν νομίζοντες, αὐτόθεν ἔχουσι τῆς παραφροσύνης τὴν ἐπιτιμίαν ἐν ἀλόγοις καταριθμούμενοι· καὶ διὰ τοῦτο ὡς ἄψυχοι ἐν ἀψύχοις ἔχοντες τὴν δεισιδαιμονίαν, ἐλέους καὶ χειραγωγίας εἰσὶν ἄξιοι. εἰ δὲ ψυχὴν ἀξιοῦσιν ἔχειν, καὶ ἐπὶ τῷ λογικῷ μέγα φρονοῦσιν, εἰκότως τοῦτο ποιοῦντες· διὰ τί ὡς μὴ ἔχοντες ψυχὴν παρὰ λόγον τολμῶσι, καὶ οὐχ ἃ δεῖ φρονεῖν φρονοῦσιν, ἀλλὰ κρείττονας ἑαυτοὺς καὶ τοῦ Θείου ποιοῦσι; ψυχὴν γὰρ ἀθάνατον ἔχοντες καὶ μὴ βλεπομένην αὐτοῖς, τὸν Θεὸν ἐν τοῖς βλεπομένοις καὶ θνητοῖς ἀπεικάζουσιν. ἢ διὰ τί, ὥσπερ ἀπέστησαν ἀπὸ τοῦ Θεοῦ, οὕτως οὐ καταφεύγουσι πάλιν πρὸς αὐτόν; δύνανται γάρ, ὥσπερ ἀπεστράφησαν τῇ διανοίᾳ τὸν Θεὸν καὶ τὰ οὐκ ὄντα ἀνεπλάσαντο εἰς θεούς, οὕτως ἀναβῆναι τῷ νῷ τῆς ψυχῆς, καὶ πάλιν ἐπιστρέψαι πρὸς τὸν Θεόν. ἐπιστρέψαι δὲ δύνανται, ἐὰν ὃν ἐνεδύσαντο ῥύπον πάσης ἐπιθυμίας ἀπόθωνται, καὶ τοσοῦτον ἀπονίψωνται, ἕως ἂν ἀπόθωνται πᾶν τὸ συμβεβηκὸς ἀλλότριον τῇ ψυχῇ, καὶ μόνην αὐτὴν ὥσπερ γέγονεν ἀποδείξωσιν, ἵν᾽ οὕτως ἐν αὐτῇ θεωρῆσαι τὸν τοῦ Πατρὸς Λόγον, καθ᾽ ὃν καὶ γεγόνασιν ἐξ ἀρχῆς, δυνηθῶσι.

κατ᾽ εἰκόνα γὰρ Θεοῦ πεποίηται καὶ καθ᾽ ὁμοίωσιν γέγονεν, ὡς καὶ ἡ θεία σημαίνει γραφὴ ἐκ προσώπου τοῦ Θεοῦ λέγουσα· 〈Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν ἡμετέραν〉. ὅθεν καὶ ὅτε πάντα τὸν ἐπιχυθέντα ῥύπον τῆς ἁμαρτίας ἀφ᾽ ἑαυτῆς ἀποτίθεται, καὶ μόνον τὸ κατ᾽ εἰκόνα καθαρὸν φυλάττει, εἰκότως, διαλαμπρυνθέντος τούτου, ὡς ἐν κατόπτρῳ θεωρεῖ τὴν εἰκόνα τοῦ Πατρὸς τὸν Λόγον, καὶ ἐν αὐτῷ τὸν Πατέρα, οὗ καὶ ἔστιν εἰκὼν ὁ Σωτήρ, λογίζεται.