Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ ἐθνῶν

Μέγας Αθανάσιος

Η θεοποίηση της κτίσεως και η έλλειψη αυταρκείας του υλικού κόσμου

Αναίρεση της λατρείας του σύμπαντος και των μερών του, με επίκεντρο τη συνθετότητα, τον αλληλοπεριορισμό και τη μη αυτάρκεια των φυσικών στοιχείων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 6 από 9

Ἀλλ᾽ ἴσως οἱ ἐπαναβεβηκότες τούτων καὶ περὶ τὴν κτίσιν ἐπτοημένοι, δυσωπούμενοι τοῖς περὶ τῶν βδελυγμάτων ἐλέγχοις, εὐκατάγνωστα μὲν καὶ εὐέλεγκτα παρὰ πᾶσιν ὄντα ταῦτα οὐκ ἀρνήσονται καὶ αὐτοί· ἐκείνην δὲ αὐτοῖς ἀσφαλῆ τὴν δόξαν καὶ ἀναντίρρητον εἶναι οἰήσονται τὴν πρὸς τὸν κόσμον καὶ τὰ τοῦ κόσμου μέρη θρησκείαν· καυχήσονται γὰρ οὐχ ὡς λίθους καὶ ξύλα καὶ μορφὰς ἀνθρώπων καὶ ἀλόγων πτηνῶν τε καὶ ἑρπετῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλ᾽ ἥλιον καὶ σελήνην καὶ πάντα τὸν κατ᾽ οὐρανὸν κόσμον, καὶ γῆν αὖ πάλιν καὶ σύμπασαν τοῦ ὑγροῦ τὴν φύσιν σέβοντες καὶ θρησκεύοντες· καὶ φήσουσι μὴ δύνασθαί τινας ἀποδεῖξαι καὶ τούτους μὴ εἶναι φύσει θεούς, πᾶσιν ὄντος φανεροῦ ὅτι οὔτε ἄψυχα οὔτε ἄλογα τυγχάνει, ἀλλὰ καὶ τὴν ἀνθρώπων ὑπεραίρει φύσιν, τῷ τὰ μὲν ἐν οὐρανοῖς, τὰ δὲ ἐπὶ τῆς γῆς κατοικεῖν. ἄξιον οὖν καὶ περὶ τούτων ἰδεῖν καὶ διερευνῆσαι. πάντως γὰρ καὶ ἐν τούτοις εὑρήσει ὁ λόγος τὸν ἔλεγχον ἀληθῆ κατ᾽ αὐτῶν.

Πρὶν δὲ ἡμᾶς ἰδεῖν καὶ τῆς ἀποδείξεως ἄρξασθαι, ἀρκεῖ τὴν κτίσιν αὐτὴν κατ᾽ αὐτῶν μονονουχὶ βοῆσαι, καὶ δεῖξαι τὸν αὐτῆς ποιητὴν καὶ δημιουργὸν θεόν, τὸν καὶ ταύτης καὶ τοῦ παντὸς βασιλεύοντα τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃν ἀποστρέφονται μὲν οἱ δοκησίσοφοι, τὴν δὲ παρ᾽ αὐτοῦ γενομένην κτίσιν προσκυνοῦσι καὶ θεοποιοῦσι, καίτοι προσκυνοῦσαν καὶ αὐτὴν καὶ ὁμολογοῦσαν ὃν ἐκεῖνοι δι᾽ αὐτὴν ἀρνοῦνται Κύριον. οὕτω γὰρ τοὺς ἀνθρώπους εἰς τὰ ταύτης μέρη κεχηνότας καὶ θεοὺς νομίζοντας ταῦτα, δυσωπήσῃ ἂν καλῶς αὐτοὺς ἡ τῶν μερῶν πρὸς ἄλληλα χρεία· γνωρίζει δὲ καὶ σημαίνει τὸν καὶ αὐτῶν ὄντα Κύριον καὶ ποιητὴν τὸν τοῦ Λόγου Πατέρα, τῇ ἀναντιρρήτῳ προστάξει τῆς εἰς αὐτὸν ὑπακοῆς, ᾗ φησι καὶ ἡ θεία νομοθεσία· 〈Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα〉. πίστις δὲ τούτων οὐκ ἀφανής, ἀλλὰ καὶ λίαν ἐναργής ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας μὴ πάντη πεπηρωμένον ἔχουσιν.

εἰ γάρ τις καθ᾽ ἑαυτὰ τὰ μέρη τῆς κτίσεως λάβοι καὶ ἕκαστον ἰδίᾳ νοήσει, οἷον ἥλιον καθ᾽ ἑαυτὸν μόνον, καὶ σελήνην χωρίς, καὶ γῆν αὖ καὶ ἀέρα, καὶ τὴν θερμὴν καὶ ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν διελὼν ἀπὸ τῆς πρὸς ἄλληλα συναφῆς, ἕκαστον ἐκλάβοι καθ᾽ ἑαυτὸ καὶ ἰδίᾳ θεωρήσειεν· εὑρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ πάντα τῆς ἀλλήλων χρείας δεόμενα, καὶ ταῖς παρ᾽ ἀλλήλων ἐπικουρίαις συνιστάμενα. ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ συμπεριφέρεται καὶ ἐμπεριέχεται, καὶ ἐκτὸς τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ τὰ ἄλλα ἄστρα μαρτυροῦσι τὴν παρὰ ἡλίου γιγνομένην αὐτοῖς ἐπικουρίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν καταβαῖεν ἐπὶ γῆς· ἀλλ᾽ οὐδὲ νέφη χωρὶς τοῦ ἀέρος καθ᾽ ἑαυτὰ ἂν φανείη καὶ συσταίη ποτέ. ὅ τε ἀὴρ οὐχ ὑφ᾽ ἑαυτοῦ, ἀλλ᾽ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ τοῦ ἡλίου καταλαμπόμενος λαμπρύνεται. καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐκ ἀφ᾽ ἑαυτῆς ἐρήρεισται, ἀλλ᾽ ἐπὶ μὲν τὴν τῶν ὑδάτων οὐσίαν συνέστηκεν, ἐμπεριέχεται δὲ καὶ αὕτη κατὰ τὸ μέσον συνδεθεῖσα τοῦ παντός. ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιρρέων τὴν σύμπασαν γῆν μέγας ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅποι δ᾽ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήσσῃ βία.

καὶ αὐτοὶ δὲ οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλά, κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος ἐν αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ δι᾽ αὐτοῦ πανταχοῦ πνέουσι. περὶ γὰρ τῶν τεσσάρων στοιχείων, ἐξ ὧν καὶ συνέστηκεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυχράν, ξηράν τε καὶ ὑγρὰν οὐσίαν, τίς τοσοῦτον ἀπέστραπται τὴν διάνοιαν, ὥστε μὴ εἰδέναι ὅτι ὁμοῦ μὲν συνημμένα ταῦτα συνίσταται, διαιρούμενα δὲ καὶ καθ᾽ ἑαυτὰ γινόμενα, λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικὰ ταῦτα κατὰ τὴν τοῦ πλεονάζοντος ἐν αὐτοῖς ἐπικρατείαν; θερμόν τε γὰρ ὑπὸ ψυχροῦ πλεονάσαντος ἀναιρεῖται· καὶ ψυχρὸν πάλιν ὑπὸ τῆς θερμῆς ἀφανίζεται δυνάμεως· ξηρόν τε αὖ ὑπὸ τοῦ ὑγροῦ διυγραίνεται, καὶ τοῦτο ὑπὸ τοῦ ἑτέρου ξηραίνεται.

Πῶς οὖν ταῦτα ἂν εἶεν θεοὶ δεόμενα τῆς παρ᾽ ἑτέρων ἐπικουρίας; ἢ πῶς παρὰ τούτων αἰτεῖσθαί τι προσῆκεν, καὶ αὐτῶν ἀπαιτούντων παρ᾽ ἀλλήλων τὴν εἰς ἑαυτὰ χρείαν; εἰ γὰρ περὶ Θεοῦ λόγος ἐστὶ μηδενὸς αὐτὸν ἐπιδεᾶ εἶναι, ἀλλ᾽ αὐτάρκη καὶ πλήρη ἑαυτοῦ, καὶ ἐν αὐτῷ τὰ πάντα συστήκειν, καὶ μᾶλλον αὐτὸν τοῖς πᾶσιν ἐπιδιδόναι· πῶς ἥλιον καὶ σελήνην, καὶ τὰ ἄλλα μέρη τῆς κτίσεως οὐκ ὄντα τοιαῦτα, ἀλλὰ καὶ λειπόμενα τῆς ἀλλήλων χρείας, ἀναγορεύειν ἄξιον θεούς; ἀλλ᾽ ἴσως διαιρούμενα μὲν καὶ καθ᾽ ἑαυτὰ λαμβανόμενα, ἐπιδεῆ εἶναι αὐτὰ καὶ αὐτοὶ συνομολογοῦσι, τῆς ἀποδείξεως ἐπ᾽ ὀφθαλμῶν οὔσης· ὁμοῦ δὲ πάντα συνάπτοντες, καὶ ὡς ἓν ἀποτελοῦντες μέγα σῶμα, τὸ ὅλον Θεὸν εἶναι φήσουσι. συστάντος γὰρ τοῦ ὅλου, οὐκ ἔτι μὲν ἔξωθεν αὐτοῖς χρεία γενήσεται· ἑαυτῷ δὲ τὸ ὅλον ἱκανὸν καὶ αὔταρκες γενήσεται πρὸς πάντα, λέξουσιν οἱ δοκησίσοφοι, ἵνα καὶ ἐντεῦθεν ἐλεγχθῶσιν· οὗτος δὲ ὁ λόγος καὶ μᾶλλον αὐτῶν τὴν ἀσέβειαν μετὰ μεγάλης ἀπαιδευσίας οὐκ ἔλαττον τῶν πρόσθεν ἀποδείξει. εἰ γὰρ τὸ καθ᾽ ἕκαστον συναφθὲν τὸ ὅλον ἀναπληροῖ, καὶ τὸ ὅλον ἐκ τῶν καθ᾽ ἓν συνίσταται· τὸ ὅλον ἄρα ἐκ μερῶν συνέστη, καὶ ἕκαστον τοῦ ὅλου μέρος τυγχάνει. τοῦτο δὲ τῶν περὶ Θεοῦ ἐννοιῶν πολὺ πόρρωθεν καθέστηκεν. ὁ γὰρ Θεὸς ὅλον ἐστὶ καὶ οὐ μέρη, καὶ οὐκ ἐκ διαφόρων συνέστηκεν, ἀλλ᾽ αὐτὸς τῆς πάντων συστάσεώς ἐστι ποιητής.

θέα γὰρ ὅσην ἀσέβειαν κατὰ τοῦ Θείου ταῦτα λέγοντες ἐξηγοῦνται. εἰ γὰρ ἐκ μερῶν συνέστηκε, πάντως αὐτὸς ἑαυτοῦ ἀνόμοιος φανήσεται, καὶ ἐξ ἀνομοίων ἔχων τὴν συμπλήρωσιν. εἰ γὰρ ἥλιός ἐστιν, οὐκ ἔστι σελήνη· καὶ εἰ σελήνη ἐστίν, οὐκ ἔστι γῆ· καὶ εἰ γῆ τυγχάνει, οὐκ ἂν εἴη θάλασσα· καὶ οὕτως ἐφ᾽ ἑκάστου λαμβάνων ἄν τις εὑρήσει τὴν ἀτοπίαν τοῦ τοιούτου αὐτῶν λόγου.

Τοῦτο δ᾽ ἄν τις καὶ ἐκ τοῦ καθ᾽ ἡμᾶς ἀνθρωπείου σώματος ἰδὼν καταγνοίη τούτων. ὡς γὰρ ὁ ὀφθαλμὸς οὐκ ἔστιν ἀκοή, οὐδὲ ἡ ἀκοὴ χείρ, οὐδὲ ἡ γαστήρ ἐστι στέρνα, οὐδ᾽ αὖ πάλιν ὁ αὐχήν ἐστι ποῦς· ἀλλ᾽ ἕκαστον τούτων ἰδίαν ἔχει τὴν ἐνέργειαν, καὶ ἐκ τούτων διαφόρων ὄντων ἓν συνίσταται σῶμα, συνημμένα μὲν ἔχον τὰ μέρη κατὰ τὴν χρείαν, διαιρούμενα δὲ κατὰ τὴν τοῦ χρόνου παρουσίαν, ὅταν ἡ φύσις ἡ συνάξασα ταῦτα διέλῃ, ὡς ὁ προστάξας Θεὸς βούλεται· οὕτω (συγγνώμην δὲ ὁ λόγος ἐχέτω παρ᾽ αὐτοῦ τοῦ κρείττονος), εἰ τὰ μέρη τῆς κτίσεως συνάπτοντες εἰς ἓν σῶμα θεὸν ἀναγορεύουσιν, ἀνάγκη αὐτὸν μὲν καθ᾽ ἑαυτὸν ἀνόμοιον ἑαυτῷ εἶναι, ὥσπερ ἐδείχθη, διαιρεῖσθαι δὲ πάλιν κατὰ τὴν τῶν μερῶν εἰς τὸ μερίζεσθαι γενομένην φύσιν.

Καὶ ἄλλως δ᾽ ἄν τις αὐτῶν ἐλέγξειε τὴν ἀθεότητα κατὰ τὴν τῆς ἀληθείας θεωρίαν. εἰ γὰρ ὁ Θεὸς ἀσώματός ἐστι, καὶ ἀόρατος, καὶ ἄψαυστος τῇ φύσει, πῶς σῶμα τὸν Θεὸν ἐπινοοῦσι, καὶ τὰ φαινόμενα τοῖς ὀφθαλμοῖς καὶ ὧν ψαύομεν τῇ χειρὶ θρησκεύουσι τῇ Θεοῦ τιμῇ; καὶ πάλιν, εἰ ὁ περὶ Θεοῦ κρατεῖ λόγος, δυνατὸν αὐτὸν εἶναι κατὰ πάντα, καὶ μηδὲν μὲν αὐτοῦ κρατεῖν, αὐτὸν δὲ τῶν πάντων κρατεῖν καὶ δεσπόζειν· πῶς οἱ τὴν κτίσιν θεοποιοῦντες οὐχ ὁρῶσιν αὐτὴν ἐκτὸς οὖσαν τοῦ τοιούτου περὶ Θεοῦ ὅρου; ἡλίου μὲν γὰρ ὑπὸ γῆν γενομένου, τὸ φῶς ἡ γῆ σκιάζει μὴ ὁρᾶσθαι· σελήνην δὲ μεθ᾽ ἡμέραν ὁ ἥλιος ἐπικρύπτει τῇ τοῦ φωτὸς λαμπηδόνι. καὶ γῆς μὲν τοὺς καρποὺς πολλάκις χάλαζα βλάπτει· τὸ πῦρ δέ, εἰ γένοιτό τις ὑδάτων πλημμύρα, σβέννυται. καὶ χειμῶνα μὲν ἔαρ παραγκωνίζεται, θέρος δὲ τὸ ἔαρ ὑπερβῆναι τοὺς ὅρους οὐκ ἐπιτρέπει, καὶ αὐτὸ πάλιν ὑπὸ τοῦ μετοπώρου κωλυόμενον τὰς ἰδίας ὥρας ἐξέρχεσθαι.

εἴπερ οὖν ἦσαν θεοί, ἔδει τούτους μὴ ὑπ᾽ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι, ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι, καὶ κοινὰς ἅμα τὰς ἐνεργείας ἐπιτελεῖν· ἔδει μεθ᾽ ἡμέραν καὶ μετὰ νύκτα ἥλιον ὁμοῦ καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορὸν ἴσον ἔχειν τὸ φῶς, καὶ τοῦτο πᾶσι λάμπειν, καὶ πάντα παρ᾽ αὐτῶν καταυγάζεσθαι· ἔδει θέρος ὁμοῦ καὶ χειμῶνα καὶ ἔαρ καὶ μετόπωρον ἀπαραλλάκτως καὶ κατὰ τὸ αὐτὸ συνίστασθαι· ἔδει τὴν θάλασσαν ταῖς πηγαῖς ἐπιμίγνυσθαι καὶ κοινὸν ἀνθρώποις τὸ πόμα παρέχειν· ἔδει νηνεμίας καὶ τῶν ἀνέμων τὰς πνοὰς ἐν ταὐτῷ γίνεσθαι· ἔδει τὸ πῦρ ὁμοῦ καὶ τὸ ὕδωρ κοινὴν καὶ μίαν ἀνθρώποις τὴν χρείαν παρέχειν. οὐδὲ γὰρ οὐδὲ βλάβην ἄν τις ἐξ αὐτῶν ὑπέμεινε, θεῶν ὄντων κατ᾽ αὐτούς, καὶ μηδὲν ἐπὶ βλάβῃ, ἐπ᾽ ὠφελείᾳ δὲ μᾶλλον πάντα ποιούντων. εἰ δὲ ταῦτα γίνεσθαι ἀδύνατον διὰ τὴν πρὸς ἄλληλα ἐναντιότητα, πῶς οἷόν τε ταῦτα ἀλλήλοις ἐναντία καὶ μαχόμενα, καὶ μὴ δυνάμενα ἀλλήλοις συστῆναι, ἔτι θεοὺς ὀνομάζειν ἢ Θεοῦ θρησκεύεσθαι τιμαῖς; τὰ δὲ πρὸς ἑαυτὰ ἀσύμφωνον τὴν φύσιν ἔχοντα πῶς ἂν ἄλλοις εὐχομένοις εἰρήνην παρέχοιεν, καὶ ὁμονοίας αὐτοῖς γένοιντο πρυτάνεις;

οὔτε οὖν ἥλιος εἰκότως, οὔτε σελήνην, οὔτε ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὐδὲ τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλλαις ὕλαις ἀγάλματα, οὐδὲ οἱ παρὰ ποιηταῖς μυθολογούμενοι Ζεὺς καὶ Ἀπόλλων καὶ οἱ ἄλλοι εἶεν ἀληθῶς θεοί, ὡς ὁ λόγος ἀπέδειξεν· ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς ἐστι, τὰ δὲ αὐτῶν ἄψυχα τυγχάνει, τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγόνασι. διὸ καὶ ἡ περὶ ταῦτα θρησκεία καὶ θεοποιία οὐκ εὐσεβείας, ἀλλὰ ἀθεότητος καὶ πάσης ἀσεβείας ἐστὶν εἰσήγησις, καὶ μεγάλης πλάνης ἔλεγχος ἀπὸ τῆς πρὸς τὸν ἕνα καὶ μόνον ἀληθινὸν Θεὸν γνώσεως, λέγω δὴ τὸν τοῦ Χριστοῦ Πατέρα.