Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ ἐθνῶν

Μέγας Αθανάσιος

Η αναίρεση των φιλοσοφικών απολογιών και η ηθική διαφθορά των εθνών

Απόρριψη των ισχυρισμών ότι τα είδωλα αποτελούν μέσα θεοφάνειας, και καταδίκη της πολυθεΐας, των ανθρωποθυσιών και των ασελγών πρακτικών στους ειδωλολατρικούς ναούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 9

Περὶ ὧν οἱ παρ᾽ Ἕλλησι λεγόμενοι φιλόσοφοι καὶ ἐπιστήμονες, ἐλεγχόμενοι μὲν οὐκ ἀρνοῦνται ἀνθρώπων εἶναι καὶ ἀλόγων μορφὰς καὶ τύπους τοὺς φαινομένους αὐτῶν θεούς· ἀπολογούμενοι δὲ λέγουσι διὰ τοῦτο αὐτοὺς ἔχειν, ἵνα διὰ τούτων τὸ Θεῖον αὐτοῖς ἀποκρίνηται καὶ φαίνηται· οὐκ ἄλλως γὰρ αὐτὸν τὸν ἀόρατον δύνασθαι γνῶναι ἢ διὰ τῶν τοιούτων ἀγαλμάτων καὶ τελετῶν. οἱ δὲ ἔτι τούτων φιλοσοφώτεροι καὶ βαθύτερα λέγειν νομίζοντές φασι διὰ τοῦτο ταῦτα κατεσκευάσθαι καὶ τετυπῶσθαι πρὸς ἐπίκλησιν καὶ ἐπιφάνειαν θείων ἀγγέλων καὶ δυνάμεων, ἵνα διὰ τούτων ἐπιφαινόμενοι γνωρίζωσιν αὐτοῖς περὶ τῆς τοῦ Θεοῦ γνώσεως· καὶ εἶναι τούτους ὥσπερ γράμματα τοῖς ἀνθρώποις, οἷς ἐντυγχάνοντες δύνανται γινώσκειν περὶ τῆς τοῦ Θεοῦ καταλήψεως, ἀπὸ τῆς δι᾽ αὐτῶν γινομένης τῶν θείων ἀγγέλων ἐπιφανείας. ταῦτα μὲν οὕτως ἐκεῖνοι μυθολογοῦσιν· οὐ γὰρ θεολογοῦσι· μὴ γένοιτο. ἐὰν δέ τις ἐξετάσῃ τὸν λόγον μετ᾽ ἐπιμελείας, εὑρήσει τούτων οὐκ ἔλαττον τῶν πρότερον δειχθέντων τὴν δόξαν εἶναι ψευδῆ.

Εἴποι γὰρ ἄν τις πρὸς αὐτοὺς παρελθὼν ἐπ᾽ ἀληθείᾳ κρινούσῃ· πῶς ἀποκρίνεται ἢ γνωρίζεται Θεὸς διὰ τούτων; πότερον διὰ τὴν περικειμένην αὐτοῖς ὕλην, ἢ διὰ τὴν ἐν αὐτοῖς μορφήν; εἰ μὲν γὰρ διὰ τὴν ὕλην, τίς ἡ χρεία τῆς μορφῆς, καὶ μή, πρὶν πλασθῆναι ταῦτα, διὰ πάσης ἁπλῶς ὕλης ἐπιφαίνεσθαι τὸν Θεόν; μάτην δὲ καὶ τοὺς ναοὺς οὗτοι περιετείχισαν, συγκλείοντες ἕνα λίθον ἢ ξύλον ἢ χρυσοῦ μέρος, πάσης τῆς γῆς πεπληρωμένης τῆς τούτων οὐσίας. εἰ δὲ ἡ ἐπικειμένη μορφὴ αἰτία γίνεται τῆς θείας ἐπιφανείας, τίς ἡ χρεία τῆς ὕλης τοῦ χρυσοῦ καὶ τῶν ἄλλων, καὶ μὴ μᾶλλον δι᾽ αὐτῶν τῶν φύσει ζώων, ὧν εἰσι μορφαὶ τὰ γλύμματα, τὸν Θεὸν ἐπιφαίνεσθαι; καλλίων γὰρ ἂν ἡ περὶ τοῦ Θεοῦ δόξα κατὰ τὸν αὐτὸν λόγον ἐγεγόνει, εἰ διὰ ζώων ἐμψύχων λογικῶν τε καὶ ἀλόγων ἐπεφαίνετο, καὶ μὴ ἐν ἀψύχοις καὶ ἀκινήτοις προσεδοκᾶτο· ἐφ᾽ οἷς μάλιστα καθ᾽ ἑαυτῶν ἀσέβειαν ἐργάζονται. τὰ γὰρ φύσει ζῶα τετράποδά τε καὶ πετεινὰ καὶ ἑρπετὰ βδελυττόμενοι καὶ ἀποστρεφόμενοι ἢ διὰ τὴν ἀγριότητα ἢ διὰ τὴν ῥυπαρίαν, ὅμως τοὺς τούτων τύπους ἐν λίθοις καὶ ξύλοις καὶ χρυσῷ γλύψαντες θεοποιοῦσιν. ἔδει δὲ αὐτὰ μᾶλλον τὰ ζῶντα θρησκεύειν αὐτοὺς ἢ τοὺς τούτων τύπους ἐν τούτοις προσκυνεῖσθαι.

ἢ τάχα τούτων μὲν οὐδέν, οὔτε ἡ μορφὴ οὔτε ἡ ὕλη αἰτία τῆς Θεοῦ παρουσίας ἐστί· μόνη δὲ ἡ μετ᾽ ἐπιστήμης τέχνη τὸ Θεῖον ἐκκαλεῖται, ἅτε δὴ μίμημα τῆς φύσεως αὐτὴ τυγχάνουσα. ἀλλ᾽ εἰ διὰ τὴν ἐπιστήμην ἐπιφοιτᾷ τὸ Θεῖον τοῖς γλύμμασι, τίς πάλιν ἡ χρεία τῆς ὕλης, οὔσης τῆς ἐπιστήμης ἐν τοῖς ἀνθρώποις; εἰ γὰρ ὅλως διὰ τὴν τέχνην ἐπιφαίνεται ὁ Θεός, καὶ διὰ τοῦτο θρησκεύονται ὡς θεοὶ τὰ γλύμματα, ἔδει τοὺς ἀνθρώπους τῆς τέχνης ὄντας ἀρχηγοὺς προσκυνεῖσθαι καὶ θρησκεύεσθαι, ὅσῳ καὶ λογικοὶ καὶ τὴν ἐπιστήμην ἔχουσιν ἐν ἑαυτοῖς.

Περὶ δὲ τῆς δευτέρας αὐτῶν καὶ βαθυτέρας δῆθεν ἀπολογίας, καὶ ταῦτα ἄν τις ἀκολούθως εἴποι· εἰ οὐ διὰ τὴν αὐτοῦ τοῦ Θεοῦ ἐπιφάνειαν ταῦτα ὑμῖν πεποίηται, ὦ Ἕλληνες, ἀλλὰ διὰ τὴν ἀγγέλων ἐκεῖ παρουσίαν, διὰ τί τὰ ἀγάλματα, δι᾽ ὧν ἐπικαλεῖσθε τὰς δυνάμεις, κρείττονα καὶ ὑπὲρ αὐτὰς τὰς ἐπικληθείσας δυνάμεις ποιεῖτε; χάριν γὰρ τῆς περὶ Θεοῦ καταλήψεως γλύφοντες τὰς μορφάς, ὥς φατε, αὐτοῦ τοῦ Θεοῦ τὴν τιμὴν καὶ προσηγορίαν αὐτοῖς τοῖς γλύμμασι περιτίθετε, πρᾶγμα πάσχοντες οὐκ εὐαγές. ὁμολογοῦντες γὰρ ὑπεραίρειν τὴν τοῦ Θεοῦ δύναμιν τῆς τῶν ἀγαλμάτων σμικρότητος, καὶ διὰ τοῦτο μὴ τολμῶντες τὸν Θεὸν δι᾽ αὐτῶν, τὰς δὲ ἐλάττω δυνάμεις ἐπικαλεῖσθαι, αὐτοὶ ταύτας ὑπερβάντες, οὗ τὴν παρουσίαν ἐφοβήθητε, τούτου τὴν προσηγορίαν τοῖς λίθοις καὶ ξύλοις ἀνεθήκατε, καὶ θεοὺς ἀντὶ λίθων καὶ τέχνης ἀνθρώπων ὀνομάζετε καὶ προσκυνεῖτε. εἰ γὰρ καὶ ὡς γράμματά εἰσιν ὑμῖν ταῦτα, ὡς ψεύδεσθε, τῆς ἐπὶ Θεὸν θεωρίας, οὐ δίκαιον τὰ σημαίνοντα τοῦ σημαινομένου προτιμᾷν. οὐδὲ γὰρ εἰ γράφοι τις τὸ βασιλέως ὄνομα, ἀκινδύνως ἔχοι τὸ γράμμα προτιμῶν τοῦ βασιλέως· ἀλλ᾽ ὁ τοιοῦτος θάνατον μὲν ἔχει τὴν ζημίαν, τὸ δὲ γράμμα τῇ τοῦ γράψαντος ἐπιστήμῃ τετύπωται.

οὕτω καὶ ὑμεῖς, εἴπερ ἐρρωμένον εἴχετε τὸν λογισμόν, οὐκ ἂν τὸ τηλικοῦτον τῆς θεότητος γνώρισμα εἰς ὕλην κατεφέρετε· ἀλλὰ καὶ τὸ γλύμμα οὐκ ἂν προετιμήσατε τοῦ γλύψαντος ἀνθρώπου. εἰ γὰρ καὶ ὅλως ὡς γράμματα σημαίνουσι τὴν τοῦ Θεοῦ ἐπιφάνειαν, καὶ διὰ τοῦτο ὡς Θεὸν σημαίνοντα, θεοποιίας εἰσὶν ἄξια· ἀλλὰ γοῦν τὸν ταῦτα γλύψαντα καὶ χαράξαντα, φημὶ δὴ πάλιν τὸν τεχνίτην, πολλῷ πλέον ἔδει θεοποιηθῆναι, ὡς μᾶλλον ἐκείνων δυνατώτερον καὶ θειότερον ὑπάρχοντα, ὅσῳ κἀκεῖνα κατὰ τὴν αὐτοῦ βούλησιν ἐξέσθη καὶ τετύπωται. εἰ τοίνυν τὰ γράμματα θαύματός εἰσιν ἄξια, πολλῷ πλέον ὁ γράψας ὑπεραίρει τῷ θαύματι διὰ τὴν τέχνην καὶ τὴν τῆς ψυχῆς ἐπιστήμην. οὐκοῦν εἰ μὴ διὰ τοῦτο θεοὺς αὐτοὺς ἄξιον νομίζειν, πάλιν αὐτοὺς ἄν τις ἔροιτο περὶ τῆς τῶν εἰδώλων μανίας, τὴν αἰτίαν τῆς τοιαύτης αὐτῶν μορφῆς παρ᾽ αὐτῶν ἀξιῶν μαθεῖν.

Εἰ μὲν γὰρ ὅτι ἀνθρωπόμορφόν ἐστι τὸ Θεῖον, διὰ τοῦτο οὕτω τετύπωται, διὰ τί καὶ ἀλόγων αὐτῷ τύπους περιτιθέασιν; εἰ δὲ ζώων ἀλόγων ἐστὶν ὁ τούτου τύπος, διὰ τί καὶ λογικῶν αὐτῷ περιτιθέασι γλυφάς; εἰ δὲ τὸ συναμφότερόν ἐστι, καὶ ἐξ ἀμφοτέρων κατειλήφασι τὸν Θεόν, ὅτι τε ἀλόγων καὶ λογικῶν ἔχει τοὺς τύπους, τί διαιροῦσι τὰ συνημμένα, καὶ χωρίζουσι τὴν ἀλόγων καὶ ἀνθρώπων γλυφήν, καὶ οὐ πάντοτε ἐξ ἀμφοτέρων αὐτὸν γλύφουσιν, ὁποῖα τὰ παρὰ τοῖς μύθοις ἐστὶ πλάσματα, ἡ Σκύλλα καὶ ἡ Χάρυβδις καὶ ὁ Ἱπποκένταυρος καὶ ὁ παρ᾽ Αἰγυπτίοις κυνοκέφαλος Ἄνουβις; ἔδει γὰρ ἢ μόνους αὐτοὺς οὕτω γράφεσθαι διφυεῖς, ἢ μίαν αὐτῶν ἐχόντων μορφήν, μὴ καὶ τὴν ἄλλην ἀναπλάττεσθαι κατ᾽ αὐτῶν. καὶ πάλιν εἰ ἀρρενικαὶ τούτων εἰσὶν αἱ μορφαί, διὰ τί καὶ θηλειῶν αὐτοῖς περιτιθέασι τύπους; εἰ δὲ θηλυκῶν εἰσι, διὰ τί καὶ ἀρρενικῶν κατ᾽ αὐτῶν ψεύδονται τὰς μορφάς;

εἰ δὲ πάλιν τὸ συναμφότερόν εἰσιν, ἔδει μὴ διαιρεῖσθαι, ἀλλὰ ἀμφότερα συνάπτεσθαι, καὶ γίνεσθαι κατὰ τοὺς λεγομένους ἑρμαφροδίτους, ἵνα μὴ μόνον ἀσέβειαν καὶ συκοφαντίαν, ἀλλὰ καὶ γέλωτας αὐτῶν ἡ δεισιδαιμονία τοῖς ὁρῶσι παράσχῃ· καὶ ὅλως εἰ σωματοειδὲς τὸ Θεῖον ὑπολαμβάνουσιν, ὥστε καὶ γαστέρα καὶ χεῖρας καὶ πόδας, καὶ πάλιν αὐχένα καὶ στήθη καὶ τὰ ἄλλα τὰ πρὸς γένεσιν ἀνθρώπων μέλη ἐπινοεῖν αὐτῷ καὶ ἀναπλάττειν, ὅρα εἰς ὅσην ἀσέβειαν καὶ ἀθεότητα καταπέπτωκε τούτων ὁ νοῦς, ὥστε τοιαῦτα ὑπονοεῖν περὶ τοῦ Θείου. ἀκολουθεῖ γὰρ αὐτῷ καὶ τὰ ἄλλα τοῦ σώματος πάντως πάσχειν, ὥστε καὶ τέμνεσθαι, καὶ διαιρεῖσθαι, καὶ πάλιν ἐξ ὅλου φθείρεσθαι· ταῦτα δὲ καὶ τὰ τοιαῦτα οὐκ ἴδια Θεοῦ, ἀλλὰ μᾶλλον τῶν ἐπὶ γῆς σωμάτων ἐστίν. ὁ μὲν γὰρ Θεὸς ἀσώματός ἐστι καὶ ἄφθαρτος καὶ ἀθάνατος, οὐδενὸς εἰς ὁτιοῦν δεόμενος· ταῦτα δὲ καὶ φθαρτὰ καὶ σωμάτων εἰσὶ τύποι, καὶ τῆς παρ᾽ αὐτῶν ἐπιδεόμενα χρείας, ὥσπερ καὶ πρότερον εἴρηται· πολλάκις γοῦν ὁρῶμεν ἀνακαινουμένους τοὺς παλαιωθέντας, καὶ οὓς ὁ χρόνος ἢ ὑετὸς ἢ ἄλλο τι τῶν ἐπὶ γῆς ζώων ἠφάνισε, τούτους ἀναπλαττομένους.

ἐφ᾽ ᾧ ἄν τις αὐτῶν καταγνώσεται τῆς παραφροσύνης· ὅτι ὧν αὐτοὶ ποιηταὶ τυγχάνουσι, τούτους θεοὺς ἀναγορεύουσι· καὶ οὓς αὐτοὶ ταῖς τέχναις περικοσμοῦσιν ἕνεκα τοῦ μὴ φθαρῆναι παρὰ τούτων, αὐτοὶ σωτηρίαν αἰτοῦσι· καὶ οὓς οὐκ ἀγνοοῦσι δεομένους τῆς αὐτῶν ἐπιμελείας, παρὰ τούτων αὐτοὶ τὰς ἑαυτῶν χρείας ἀξιοῦσιν ἀναπληροῦσθαι· καὶ οὓς ἐν μικροῖς οἰκίσκοις κατακλείουσι, τούτους οὐρανοῦ καὶ γῆς ἁπάσης δεσπότας οὐκ αἰσχύνονται καλοῦντες.

Οὐ μόνον δὲ ἐκ τούτων ἄν τις αὐτῶν τὴν ἀθεότητα καταμάθοι, ἀλλὰ καὶ ἀφ᾽ ὧν ἐν αὐτοῖς τοῖς εἰδώλοις αὐτῶν ἐστιν ἀσύμφωνος ἡ δόξα. εἰ γὰρ αὐτοὶ θεοί εἰσιν, ὡς λέγουσι καὶ περὶ αὐτῶν φιλοσοφοῦσι, τίνι τις πρόσθηται τούτων, καὶ ποίους ἂν αὐτῶν κρίνῃ κυριωτέρους, ἵνα ἢ τὸν Θεὸν θαρρήσῃ προσκυνῶν, ἤ, ὥς φασιν, ἐν αὐτοῖς μὴ διστάζῃ γινώσκων τὸ Θεῖον; οὐ γὰρ οἱ αὐτοὶ παρὰ πᾶσιν ὀνομάζονται θεοί· ἀλλ᾽ ὅσα κατὰ τὸ πλεῖστόν ἐστιν ἔθνη, τοσοῦτοι καὶ θεοὶ ἀναπλάττονται. ἔστι δὲ ὅπου καὶ μία χώρα, καὶ μία πόλις πρὸς ἑαυτὰς στασιάζουσι περὶ τῆς τῶν εἰδώλων δεισιδαιμονίας.

Φοίνικες γοῦν οὐκ ἴσασι τοὺς παρ᾽ Αἰγυπτίοις λεγομένους θεούς, οὐδὲ Αἰγύπτιοι τὰ αὐτὰ τοῖς παρὰ Φοίνιξι προσκυνοῦσιν εἴδωλα. καὶ Σκύθαι μὲν τοὺς Περσῶν, Πέρσαι δὲ τοὺς Σύρων οὐ παραδέχονται θεούς. ἀλλὰ καὶ Πελασγοὶ μὲν τοὺς ἐν Θρᾴκῃ θεοὺς διαβάλλουσι· Θρᾷκες δὲ τοὺς παρὰ Θηβαίοις οὐ γινώσκουσιν. Ἰνδοὶ δὲ κατὰ Ἀράβων, καὶ Ἄραβες κατ᾽ Αἰθιόπων, καὶ Αἰθίοπες κατ᾽ αὐτῶν ἐν τοῖς εἰδώλοις διαφέρονται. καὶ Σύροι μὲν τὰ Κιλίκων οὐ σέβουσι· Καππαδοκῶν δὲ τὸ γένος ἄλλους παρὰ τούτους ὀνομάζουσι θεούς. καὶ Βιθυνοὶ μὲν ἑτέρους, Ἀρμένιοι δὲ ἄλλους ἑαυτοῖς ἀνεπλάσαντο. καὶ τί μοι πολλῶν; ἠπειρῶται παρὰ τοὺς ἐν ταῖς νήσοις ἄλλους θεοὺς προσκυνοῦσι· καὶ νησιῶται παρὰ τοὺς ἐν ταῖς ἠπείροις θρησκεύουσι. καὶ ὅλως ἑκάστη πόλις καὶ κώμη, τοὺς ἐκ γειτόνων οὐκ εἰδυῖα θεούς, τοὺς ἑαυτῆς προκρίνει, καὶ μόνους εἶναι τούτους νομίζει θεούς. περὶ γὰρ τῶν ἐν Αἰγύπτῳ μυσαρῶν οὐδὲ λέγειν ἐστί, πᾶσιν ἐπ᾽ ὀφθαλμῶν ὄντων ὅτι ἐναντίας καὶ μαχομένας ἀλλήλαις ἔχουσι τὰς θρησκείας αἱ πόλεις, καὶ οἱ ἐκ γειτόνων ἀεὶ σπουδάζουσι κατὰ τῶν πλησίων τὰ ἐναντία σέβειν.

ὁ γοῦν παρ᾽ ἑτέροις προσκυνούμενος ὡς θεὸς κροκόδειλος, οὗτος παρὰ τοῖς πλησίον βδέλυγμα νομίζεται· καὶ ὁ παρ᾽ ἑτέροις λέων ὡς θεὸς θρησκευόμενος, τοῦτον οἱ ἀστυγείτονες οὐ μόνον οὐ θρησκεύουσιν, ἀλλὰ καὶ εὑρόντες ἀποκτείνουσιν ὡς θηρίον· καὶ ὁ παρ᾽ ἄλλοις ἀνατεθεὶς ἰχθύς, οὗτος ἄλλων ἀλήθεται τροφή. ὅθεν δὴ πόλεμοι καὶ στάσεις καὶ πᾶσα φόνων πρόφασις καὶ πᾶσα τῶν παθῶν ἡδονὴ παρ᾽ αὐτοῖς ἐστι. καὶ τό γε θαυμαστόν, ὅτι ὡς οἱ ἱστορήσαντες ἐξηγοῦνται, παρ᾽ Αἰγυπτίων οἱ Πελασγοὶ μαθόντες τὰ ὀνόματα τῶν θεῶν, οὐκ ἴσασιν οὗτοι τοὺς παρ᾽ Αἰγυπτίοις θεούς, ἀλλὰ ἄλλους παρ᾽ ἐκείνους θρησκεύουσι. καὶ ὅλως πάντων τῶν ἐν εἰδώλοις μανέντων ἐθνῶν διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑρίσκεται. καὶ εἰκότως γε τοῦτο πάσχουσιν. ἐκπεσόντες γὰρ ἀπὸ τῆς πρὸς τὸν ἕνα Θεὸν κατανοήσεως, εἰς πολλὰ καὶ διάφορα καταπεπτώκασι· καὶ ἀποστραφέντες τὸν ἀληθῶς τοῦ Πατρὸς Λόγον, τὸν πάντων Σωτῆρα Χριστόν, εἰκότως εἰς πολλὰ τὴν διάνοιαν ἔχουσι ῥεμβομένην.

καὶ ὥσπερ οἱ τὸν ἥλιον ἀποστραφέντες καὶ ἐν σκοτεινοῖς γενόμενοι τόποις, πολλὰς ἀνόδους κυκλεύουσιν ὁδούς, καὶ τοὺς μὲν παρόντας οὐχ ὁρῶσι, τοὺς δὲ μὴ ὄντας φαντάζονται ὡς παρόντας, καὶ 〈βλέποντες οὐ βλέπουσι〉· τὸν αὐτὸν τρόπον οἱ τὸν Θεὸν ἀποστραφέντες καὶ σκοτισθέντες τὴν ψυχὴν ῥεμβόμενον ἔχουσι τὸν νοῦν, καὶ τὰ οὐκ ὄντα ὡς μεθύοντες καὶ μὴ ὁρῶντες φαντάζονται.

Ταῦτα δὲ οὐ μικρὸς ἔλεγχός ἐστι τῆς ἀληθῶς ἀθεότητος αὐτῶν. διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ πόλιν καὶ χώραν θεῶν, καὶ τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου ἀναιροῦντος θεόν, οἱ πάντες παρὰ πάντων ἀναιροῦνται. καὶ γὰρ οἱ παρ᾽ ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρ᾽ ἄλλοις λεγομένων θεῶν γίγνονται θυσίαι καὶ σπονδαί· καὶ ἄλλων αἱ θυσίαι, ἄλλων ἔμπαλίν εἰσι θεοί. Αἰγύπτιοι δὲ τὸν βοῦν καὶ τὸν Ἄπιν μόσχον ὄντα σέβουσι· καὶ τούτους ἄλλοι τῷ Διὶ θύουσι. κἂν γὰρ μὴ αὐτοὺς ἐκείνους οὓς ἀνατεθείκασι θύσωσιν, ἀλλὰ τὰ ὅμοια θύοντες, τὰ αὐτὰ προσάγειν δοκοῦσι. Λίβυες πρόβατον, ὃ καλοῦσιν Ἄμμωνα, θεὸν ἔχουσι· καὶ τοῦτο πολλοῖς παρ᾽ ἑτέρων εἰς θυσίαν σφάζεται. Ἰνδοὶ τὸν Διόνυσον θρησκεύουσι, συμβολικῶς οἶνον αὐτὸν ὀνομάζοντες· καὶ τοῦτον τοῖς ἄλλοις σπένδουσιν ἕτεροι. ἄλλοι ποταμοὺς καὶ κρήνας, καὶ πάντων μάλιστα Αἰγύπτιοι τὸ ὕδωρ προτετιμήκασι, καὶ θεοὺς ἀναγορεύουσι· καὶ ὅμως ἄλλοι, καὶ αὐτοὶ δὲ οἱ ταῦτα θρησκεύοντες Αἰγύπτιοι, τοὺς τῶν ἄλλων ῥύπους, καὶ τοὺς ἑαυτῶν ἀπονίπτονται τοῖς ὕδασι, καὶ τὸ λείψανον μετὰ ἀτιμίας ἐκρίπτουσι. σχεδὸν δὲ πᾶσα ἡ τῶν Αἰγυπτίων εἰδωλοποιία τῶν παρ᾽ ἄλλοις θεῶν ἐστι θυσία· ὥστ᾽ ἂν αὐτοὺς καὶ παρ᾽ αὐτῶν ἐκείνων χλευάζεσθαι, ὅτι μὴ θεούς, ἀλλὰ τὰ τῶν ἄλλων ἔτι τε καὶ παρ᾽ αὐτοῖς ἀποτροπιάσματα καὶ θυσίας ὄντα θεοποιοῦσιν.

Ἤδη δέ τινες εἰς τοσαύτην ἀσέβειαν καὶ παραφροσύνην ἐξηνέχθησαν, ὡς καὶ αὐτοὺς τοὺς ἀνθρώπους, ὧν εἰσι τύποι καὶ μορφαί, τοῖς παρ᾽ αὐτοῖς ψευδοθέοις κατασφάττειν καὶ θυσίας προσάγειν. καὶ οὐχ ὁρῶσιν οἱ κακοδαίμονες ὅτι τὰ σφαγιαζόμενα θύματα ἀρχέτυπά εἰσι τῶν ὑπ᾽ αὐτῶν πλασθέντων καὶ προσκυνουμένων θεῶν, καὶ οἷς προσάγουσι τοὺς ἀνθρώπους. σχεδὸν γὰρ τὰ ὅμοια τοῖς ὁμοίοις ἢ μᾶλλον τὰ κρείττονα τοῖς ἐλάττοσι προσάγουσιν. ἔμψυχα γὰρ ἀψύχοις θύουσι, καὶ λογικὰ τοῖς ἀκινήτοις προσάγουσι.

Σκύθαι γὰρ οἱ καλούμενοι Ταύρειοι τῇ παρ᾽ αὐτοῖς Παρθένῳ καλουμένῃ τοὺς ἀπὸ ναυαγίων καὶ ὅσους ἂν λάβωσι τῶν Ἑλλήνων εἰς θυσίας ἀναφέρουσι, τοσοῦτον ἀσεβοῦντες κατὰ τῶν ὁμογενῶν ἀνθρώπων, καὶ οὕτως ἐλέγχοντες τῶν θεῶν αὑτῶν τὴν ὠμότητα· ὅτι οὓς ἡ Πρόνοια ἀπὸ θαλάσσης ἐκ κινδύνων διέσωσε, τούτους αὐτοὶ κατασφάττουσι, μονονουχὶ κατὰ τῆς Προνοίας γινόμενοι· ὅτι τὴν ἐκείνης εὐεργεσίαν τῇ ἑαυτῶν θηριώδει ψυχῇ κατακρύπτουσιν. ἄλλοι δὲ τῷ Ἄρει, ἐπειδὰν ἐκ πολέμων ἐπανέλθωσι καὶ νίκας φέρωσι, τὸ τηνικαῦτα εἰς ἑκατοντάδας διελόντες τοὺς ληφθέντας, καὶ ἀφ᾽ ἑκάστης ἕνα λαμβάνοντες, τοσούτους κατασφάζουσιν, ὅσους ἂν κατὰ μίαν ἑκατοντάδα ἐκλέξωνται. οὐ μόνοι δὲ Σκύθαι διὰ τὴν ἐν βαρβάροις ἔμφυτον αὐτοῖς ἀγριότητα τὰ τοιαῦτα μυσαρὰ δρῶσιν, ἀλλ᾽ ἴδιόν ἐστι τῆς τῶν εἰδώλων καὶ δαιμόνων κακίας τοῦτο τὸ δρᾶμα. καὶ γὰρ καὶ Αἰγύπτιοι ἔθυον μὲν πάλαι τῇ Ἥρᾳ τοιαῦτα σφάγια· Φοίνικες δὲ καὶ Κρῆτες τὸν Κρόνον ἐν ταῖς τεκνοθυσίαις ἑαυτῶν ἱλάσκοντο. καὶ οἱ πάλαι δὲ Ῥωμαῖοι τὸν καλούμενον Λατιάριον Δία ἀνθρωποθυσίαις ἐθρήσκευον· καὶ ἄλλοι ἄλλως, καὶ πάντες ἁπλῶς ἐμίαινον καὶ ἐμιαίνοντο. ἐμιαίνοντο μὲν αὐτοὶ δρῶντες τὰ φονικά· ἐμίαινον δὲ τοὺς ἑαυτῶν ναοὺς τοιαύταις καπνίζοντες θυσίαις.

ἀπὸ δὴ τούτων τὰ κακὰ τοῖς ἀνθρώποις εἰς πλῆθος ἔφθασεν· ὁρῶντες γὰρ ἐν τούτοις τοὺς παρ᾽ αὐτοῖς ἡδομένους δαίμονας, εὐθέως καὶ αὐτοὶ τοῖς τοιούτοις πλημμελήμασι τοὺς ἑαυτῶν θεοὺς ἐμιμήσαντο, ἴδιον ἡγούμενοι κατόρθωμα τὴν πρὸς τὰ κρείττονα, ὡς αὐτοὶ νομίζουσι, μίμησιν. ἔνθεν ἀνδροφονίαις καὶ τεκνοκτονίαις καὶ πάσαις ἀσελγείαις ἡττήθησαν οἱ ἄνθρωποι. καὶ γὰρ σχεδὸν πᾶσα πόλις πάσης ἀσελγείας ἐστὶ μεστὴ δι᾽ ὁμοιότητα τρόπων τῶν παρ᾽ αὐτοῖς θεῶν γινομένη· καὶ οὐκ ἔστι σώφρων ἐν τοῖς εἰδώλοις, εἰ μὴ μόνος ὁ παρ᾽ αὐτοῖς ἐπ᾽ ἀσελγείᾳ μαρτυρούμενος.

Γυναῖκες γοῦν ἐν εἰδώλοις τῆς Φοινίκης πάλαι προεκαθέζοντο, ἀπαρχόμεναι τοῖς ἐκεῖ θεοῖς ἑαυτῶν τὴν τοῦ σώματος ἑαυτῶν μισθαρνίαν, νομίζουσαι τῇ πορνείᾳ τὴν θεὸν ἑαυτῶν ἱλάσκεσθαι, καὶ εἰς εὐμένειαν ἄγειν αὐτὴν διὰ τούτων. ἄνδρες δέ, τὴν φύσιν ἀρνούμενοι καὶ μηκέτι εἶναι θέλοντες ἄρρενες, τὴν γυναικῶν πλάττονται φύσιν, ὡς ἐκ τούτων καταθύμια καὶ τιμὴν τῇ μητρὶ τῶν παρ᾽ αὐτοῖς λεγομένων θεῶν ποιοῦντες. πάντες δὲ ὁμοῦ τοῖς αἰσχίστοις βιοῦσι, καὶ τοῖς χείροσιν ἑαυτοῖς ἁμιλλῶνται· καὶ ὡς εἶπεν ὁ ἅγιος τοῦ Χριστοῦ διάκονος Παῦλος· 〈Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρενες ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι〉. ταῦτα δὲ καὶ τὰ τοιαῦτα πράσσοντες, ὁμολογοῦσι καὶ ἐλέγχουσι καὶ τοὺς λεγομένους αὐτῶν θεοὺς τοιοῦτον ἐσχηκέναι τὸν βίον. ἐκ μὲν γὰρ Διὸς τὴν παιδοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν, καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν, ἐκ δὲ Ἄρεος τοὺς φόνους, καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτα μεμαθήκασιν, ἃ οἱ νόμοι μὲν κολάζουσι, πᾶς δὲ σώφρων ἀνὴρ ἀποστρέφεται. ἆρ᾽ οὖν ἄξιον ἔτι τούτους νομίζειν εἶναι θεούς, τοὺς τὰ τοιαῦτα ποιοῦντας, καὶ μὴ μᾶλλον τῶν ἀλόγων ἀλογωτέρους ἡγεῖσθαι τούτους διὰ τὴν ἀσέλγειαν τῶν τρόπων;

ἆρα ἄξιον τοὺς θρησκεύοντας αὐτοὺς νομίζειν ἀνθρώπους, καὶ μὴ μᾶλλον ὡς ἀλόγων ἀλογωτέρους, καὶ τῶν ἀψύχων ἀψυχοτέρους, οἰκτείρειν; εἰ γὰρ ἐλογίζοντο τῆς ἑαυτῶν ψυχῆς τὸν νοῦν, οὐκ ἂν ἐν τούτοις κατεπεπτώκεισαν ὅλοι πρηνεῖς, καὶ τὸν ἀληθινὸν ἠρνοῦντο τοῦ Χριστοῦ Πατέρα Θεόν.