Ἔργον
Μέγας Αθανάσιος – Κατὰ Σαβελλιανῶν
Αναίρεση των δοξασιών του Παύλου του Σαμοσατέως
Ο έλεγχος των αιρετικών αντιλήψεων που θεωρούν τον Χριστό απλό άνθρωπο και η ανάδειξη της θεότητός του μέσα από την ερμηνεία των ευαγγελικών ρήσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αναίρεση των δοξασιών του Παύλου του Σαμοσατέως
Ο έλεγχος των αιρετικών αντιλήψεων που θεωρούν τον Χριστό απλό άνθρωπο και η ανάδειξη της θεότητός του μέσα από την ερμηνεία των ευαγγελικών ρήσεων.
Καὶ τί τοῦτο διαφέρει τῆς Σαμοσατέως ἀπολογίας; εἰπάτωσαν δὲ πῶς ἄνθρωπος περὶ ἑαυτοῦ ταῦτα φθέγγεσθαι τολμᾷ. «Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα;» Πῶς δὲ ὁ εὐαγγελιστὴς περὶ αὐτοῦ ταῦτα φθεγγομένου μαρτυρεῖ, ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ; Οὐκ ἄνθρωπος ἴσος τῷ Θεῷ, ἀλλ᾽ ὁ ἐκ τοῦ Θεοῦ Θεὸς ἴσα ἕξει τῷ γεγεννηκότι κατὰ τὴν φύσιν, ὡς καὶ Παῦλος μαρτυρεῖ, οὐ περὶ τῆς ἐνανθρωπήσεως, ἀλλὰ τὰ πρὸ τῆς ἐνανθρωπήσεως ἐξηγούμενος· «Ὃς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ.» Ἴσμεν καὶ ἀνθρωπίνως πολλάκις τὸν Σωτῆρα φθεγγόμενον· ἀλλ᾽ οὐχ ὅτε φησίν· «Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ.» Οὐ γὰρ ἄνθρωπος ὁ πεμφθεὶς εἰς τὸν κόσμον, ὁ λέγων· «Ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·» ὁ λέγων· «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ᾽ ἔχῃ ζωὴν αἰώνιον·» ὁ λέγων· «Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.»
Ἀλλ᾽ εἰ θέλεις αὐτῷ ἀνθρωπίνως ἀκοῦσαι, ἁρμοζόντως τῇ ὁρωμένῃ κατὰ σάρκα μορφῇ, καὶ τῇ νομιζομένῃ ψιλῇ παρὰ τοῖς ἀκούσασιν ἀνθρωπότητι, ἄκουε λέγοντος αὐτοῦ· «Εἰ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθὴς οὐκ ἔστι·» κατὰ τὸ μὴ ἀξιόπιστον εἶναι, μηδὲ νομίζεσθαι ἄνθρωπον ἑαυτῷ μαρτυροῦντα· ὅτε δέ φησι· «Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ὅτι οἶδα πόθεν ἔρχομαι, καὶ ποῦ ὑπάγω.» Ὅτε, ἀριθμῶν τὸν Πατέρα καὶ αὑτὸν, δύο φησὶν εἶναι τοὺς περὶ τῆς δόξης αὐτοῦ μάρτυρας, οὐκ ἀνθρώπινα φθέγγεται, ἀλλ᾽ ὑπὲρ πᾶσαν ἀνθρωπίνην ἀξίαν· καὶ τί λέγω ἀνθρωπίνην; ὑπὲρ ἀγγελικὴν, ὑπὲρ ἀρχὰς, ὑπὲρ δυνάμεις, ὑπὲρ κυριότητας. Ποία γὰρ ἀνθρώπου καὶ Θεοῦ συναρίθμησις; τίς ἐγγύτης, ἢ τίς κοινωνία; ἀλλὰ λέγων· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, »ἄνθρωπος εἶναί σοι δοκεῖ, καλῶς· καὶ γὰρ ἔχει τὸ ἀνθρώπινον ἀναμεμιγμένον ἡ παραγενομένη θεότης εἰς τὸν κόσμον.
Ἀλλὰ μὴ διὰ τὸ κάλυμμα τῆς σαρκὸς ἀγνόει τὸν Θεὸν, τὸν εὐθὺς ἐπάγοντα περὶ ἑαυτοῦ, καὶ φάσκοντα· «Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατὴρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.» Ἀπέκλεισέ σοι τὴν συκοφαντίαν ὁ Κύριος· Θεὸν παραστήσας ἑαυτὸν καὶ ἐπὶ τῆς ἀνθρωπίνης μορφῆς ὑπὸ τοῦ Πατρὸς γινωσκόμενον μόνον, καὶ γινώσκοντα τὸν Πατέρα, καὶ τοῖς καταξιουμένοις ἀποκαλύπτοντα τὴν ἑαυτοῦ γνῶσιν καὶ τὴν τοῦ Πατρὸς, προσκαλεῖται ἡμᾶς πρὸς ἑαυτὸν, ἀνάπαυσιν ἐπαγγελλόμενος παρὰ ἑαυτῷ, καὶ ζυγὸν ἑαυτοῦ βαστάσαι παρακελευόμενος.
Ταῦτα λέγων ἀπαμφιέννυσι τὴν θεότητα, ἑρμηνεύει τὸ κεκαλυμμένον διὰ τῆς μικρᾶς μορφῆς ὑπερβάλλον μέγεθος, τὴν ὑπερουράνιον ἐξουσίαν ἐπιδείκνυσι γηΐνῳ παραπεπετασμένην σώματι. Καὶ τί με δεῖ καταλέγειν μυρίας οὔσας θεϊκὰς φωνὰς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; δι᾽ ὧν ἐκβάλλεται μὲν εἰκότως ἡ τοῦ Σαμοσατέως καινοτομία περὶ τοῦ Σωτῆρος, ὡς ὄντος ἀνθρώπου ψιλοῦ, συνεκβάλλεται δὲ καὶ ἡ τῶν μιμουμένων ἐκεῖνον ἀλόγιστος φλυαρία.
Φέρε γὰρ, ἵν᾽ ὀλίγων ἐπιμνησθῶμεν μαρτυριῶν, τίς ὁ τὰ τοιαῦτα λέγων· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν;» Οὐκ ἀνθρώπου τὸ ῥῆμα, ἀλλὰ Θεοῦ δεικνύντος τὴν γνησίαν ἀπὸ Πατρὸς γέννησιν, καὶ διὰ τοῦτο τὴν κυριολογίαν οὐκ ἀρνουμένου τὴν περὶ ἑαυτοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.