Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Κατὰ Σαβελλιανῶν

Μέγας Αθανάσιος

Το ασώματο, απερίγραπτο και αδιαίρετο της Αγίας Τριάδος

Η αΐδια γέννηση του Λόγου, η απόρριψη του τοπικού χωρισμού και των υλικών συνθέσεων, καθώς και η κοινή ενέργεια των προσώπων της Τριάδος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Γεγέννηται γὰρ ἀϊδίως, καὶ ὑπάρχει μετὰ τοῦ ἰδίου Πατρός. Μηδεὶς ἀρνούμενος τὰ τρία τὴν μονάδα εὑρίσκειν νομιζέτω· ἀλλ᾽ ἐν τῇ Τριάδι νοείτω τὸ ἓν, ἔχων τὸ κεφάλαιον τῆς πίστεως ἐν τῷ βαπτίσματι, καὶ ἐν ταῖς τρισὶν ἁγίαις σφραγῖσι, δι᾽ ὧν εἰς σωτηρίαν ἀναγεγέννηται, μεμνημένος τοῦ Ἀποστόλου λέγοντος· «Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι᾽ οὗ τὰ πάντα·» μεμνημένος τοῦ λέγοντος Πατρός· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε,» τοῦ τε Υἱοῦ μαρτυροῦντος, ὅτι ἦν πρὸ τοῦ κόσμου παρὰ τῷ Πατρὶ, τὴν δόξαν ἔχων τὴν τῆς θεότητος· «Δόξασόν με γὰρ,» φησὶ, «Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί·» τὴν μὲν κατὰ ἄνθρωπον δόξαν αἰτῶν, τὴν δὲ κατὰ Θεὸν ἔχων πρὸ τοῦ κόσμου μαρτυρῶν. Εἶχε δὲ τὴν δόξαν ὢν καὶ ὑπάρχων· οὐδὲ γὰρ ὁ μὴ ὢν δεδόξασται. Εἰ δὲ ἦν, καὶ γεγέννητο· οὐ γάρ ἐστιν υἱὸς μὴ γεγεννημένος· ἀλλ᾽ εἰ γεγέννηται, φησὶν, ἐκτός ἐστι τοῦ γεννήσαντος, καὶ διῄρηται· ἀδιαίρετον δὲ χρὴ εἶναι Λόγον ὄντα ἐν Θεῷ, καὶ μὴ φαινόμενον ἔξω τοῦ Θεοῦ. Ποῦ γὰρ ἂν καὶ φανείη ἐκτὸς, πάντα τοῦ Θεοῦ πεπληρωκότος, κατὰ τὸ γεγραμμένον· «Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;»

Τοιαύταις φαντασίαις ἀναιρεῖν ἐπιχειροῦσι τὴν γέννησιν τοῦ Υἱοῦ, καὶ τὴν ἀπὸ τοῦ Πατρὸς ἀΐδιον πρόοδον, καὶ τὴν μετὰ τοῦ Πατρὸς ὕπαρξιν, καὶ τὸ τελείως μὲν ὑφεστάναι Πατέρα καθ᾽ ἑαυτὸν, τελείως καὶ τὸν Υἱὸν καθ᾽ ἑαυτὸν ὑφεστάναι. Μαθέτωσαν οὖν, ὅτι μὴ νοοῦσι, «μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται,» τόπῳ Θεὸν περιγράφοντες, καὶ τὸν Υἱὸν αὖ πάλιν ἐν ἑτέρῳ φανταζόμενοι τόπῳ, καὶ μεμερίσθαι, τὸν μὲν ἐκεῖ, τὸν δὲ ἐνθάδε νομίζοντες, ἐὰν γεγεννημένος καὶ πεφηνὼς καθ᾽ ἑαυτὸν ἀπὸ τοῦ Πατρὸς ὁ Υἱὸς ὁμολογῆται. «Τίς τόπος τῆς καταπαύσεώς μου;» φησὶν ὁ Θεὸς διὰ τοῦ προφήτου. «Ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι,» Σολομὼν λέγει πρὸς τὸν Θεόν· τεκμηρίῳ μεγίστῳ πείθων τοὺς ἀνθρώπους ὁ Θεὸς, ὅτι μηδεὶς αὐτοῦ τόπος δεκτικός. «Ἡ γὰρ χείρ μου,» φησὶν, «ἐποίησε ταῦτα πάντα.» Οὐ τοίνυν περιέχει τὰ ποιήματα τὸν πεποιηκότα, ὃς καὶ πρὸ τούτων ἦν, καὶ τούτοις παρέχει τὸ εἶναι, καὶ αὐτῇ τῇ δυνάμει τοῦ πεποιηκότος ἐπιστηρίζεται. Διό φησι Παῦλος· «Ἐξ οὗ τὰ πάντα, καὶ δι᾽ οὗ τὰ πάντα, καὶ εἰς ὃν τὰ πάντα·» καὶ πάλιν· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.» Ἄνελε δή μοι τὸν ἐν τόπῳ ἐστηριγμένον, ὅτε διανοῇ περὶ Θεοῦ, καὶ τοῦ Λόγου, καὶ τοῦ Πνεύματος· ἄνελε τοπικοὺς χωρισμοὺς, καὶ μὴ ἀλλαχοῦ τὸν Πατέρα ὄντα, ἀλλαχοῦ δὲ τὸν Υἱὸν ἐκπέμπειν ἐκ τοῦ γεννᾷν ὑποπτεύσῃς.

Οὗτοι γὰρ οἱ ψευδεῖς, μᾶλλον δὲ καὶ ἄθεοι λογισμοὶ, περὶ τὴν ὕπαρξιν τοῦ Υἱοῦ σε σκανδαλίζουσι. Συνεξήρνηται δέ σοι μετὰ τοῦ Υἱοῦ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τοῦ ὑφ᾽ ἑνὸς προκατέχεσθαι πάντα τοῦ Πατρός. Μὴ ζητεῖτε μέγεθος τόπου τοσοῦτον, ὃς δυνήσεται χωρῆσαι μέγεθος Θεοῦ· οὐ γάρ ἐστι τὸ ἀμέτρητον ἐπὶ τῷ μεμετρημένῳ, ἀλλὰ σπιθαμῇ μὲν αὐτοῦ μετρεῖ τὸν οὐρανὸν, ὡς ὁ προφήτης παραβολικῶς ἑρμηνεύει· μεμέτρηκε δὲ καὶ τὸ ὕδωρ τῇ χειρὶ, καὶ τὴν γῆν πᾶσαν δρακί. ᾯ δ᾽ οὕτως ἐλάχιστα πάντα, ὡς ἡ προφητικὴ παραβολὴ μετρίως ὑποδείκνυσι, πῶς ἂν τῇ μικρᾷ καὶ ἐλαχίστῃ κτίσει συμπαρεκτείνεσθαι δόξειεν; Οὐ συμπαρεκτεινόμενος τοῖς πᾶσι πεπλήρωκε τὰ πάντα ὁ Θεός· σωματικὸν γὰρ τοῦτο, ὥσπερ εἰ τὸν ἀέρα φαίη πεπληρωκέναι τις τὸν μεταξὺ γῆς καὶ οὐρανοῦ· ἀλλ᾽ ὡς δύναμις συνέχει τὰ πάντα· δύναμις γὰρ ἀσώματος, ἀόρατος, οὐ κυκλοῦσα, οὐ κυκλουμένη. Τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ Υἱοῦ, καὶ περὶ τοῦ ἁγίου Πνεύματος· διὰ γὰρ Υἱοῦ καὶ ἐν Πνεύματι τὰ πάντα ὁ Θεὸς καὶ συνεστήσατο, καὶ συνέχων διαφυλάττει.

Ἀσεβὲς τοίνυν καὶ ζητεῖν καὶ ἐννοεῖν τὸ ποῦ ποτέ ἐστιν ὁ Θεὸς, ἢ ὁ Λόγος τίνα τόπον εἴληχεν, ἢ τὸ Πνεῦμα τίνα οἴκησιν ἐκληρώσατο. Εἰ δὲ διὰ τοῦτο τὸν Υἱὸν οὐκ εἶναί τις οὐδὲ γεγεννῆσθαι λέγοι, ὅτι τόπος αὐτοῦ τῆς οὐσίας ἀνεπινόητος καὶ ἀνεύρητος, ὁ τοιοῦτος οὐδὲ τὸν Πατέρα φαίη εἶναι καθάπαξ, οὐδ᾽ ὑπάρχειν Θεόν· ἐπεὶ μηδὲ τόπος τις εὑρίσκεται Θεοῦ. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός.» Ἄφρονες ὡς ἀληθῶς οἱ τοιοῦτοι, κεναῖς φαντασίαις ἑαυτοὺς παραλογιζόμενοι· νηπίων καὶ παντάπασιν ἀνοήτων τὰ ῥήματα, ὀφθαλμῷ λαμβάνεσθαι τὸ ἀσώματον καὶ τόπῳ περιλαμβάνεσθαι βουλομένων.

Δῶμεν δὲ αὐτοῖς βραχείας τινὰς εἰκόνας ἐκ τῶν ἐνδεχομένων ἀσωμάτων, τινῶν ἐπιμνησθέντες πραγμάτων, ἃ δὴ καθ᾽ ἡμᾶς ὄντα, καὶ ἐπὶ τῆς κτίσεως φαίνεται, εἴ πως δυνηθεῖεν διὰ τούτων ἀναβαίνοντες ἐννοῆσαί πως τὸ ἀσώματον τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ μηκέτι φαντάζεσθαι τόπους αὐτῶν, μηδὲ τοπικὰς διαιρέσεις τῆς Τριάδος ἐπινοεῖν. Ἀσώματος καὶ πνευματικὸς ὢν ὁ νόμος, ἔστιν ἐν τῇ τοῦ νομομαθοῦς διανοίᾳ· ἐν τῇ αὐτῇ δὲ καὶ οἱ προφῆται, Εὐαγγέλια καὶ ἀπόστολοι· καὶ εἴρηται περὶ τῶν νομικῶν καὶ προφητικῶν λόγων «Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας·» καὶ ὁ Σωτὴρ τὸν ἔχοντα παλαιὰ καὶ καινὰ ῥήματα ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἐοικέναι φησὶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Ἐδέχετο δὲ ὁ Μωϋσέως νοῦς σοφίαν τε πᾶσαν Αἰγυπτιακὴν, καὶ τὴν ἐκ τοῦ Θεοῦ δοθεῖσαν αὐτῷ. Καὶ Δανιὴλ, σύνεσιν πᾶσαν τὴν Χαλδαίων ὑποδεξάμενος, ἐχώρει καὶ τὰ ποικίλα τῆς θείας σοφίας νοήματα, ὅπερ σημαίνει δι᾽ Ἰεζεχιὴλ ὁ Θεός· «Μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιήλ; πᾶν κρύφιον οὐχ ὑπεδείχθη σοι.» Ἀναρίθμητος δὲ ἡ τοῦ Σολομῶνος φρόνησις, καὶ τὸ χύμα τῆς καρδίας αὐτοῦ, ὡς ἄμμος, ἡ παρὰ τὴν θάλασσαν. Τὸ δὲ τοσοῦτον πλῆθος τῶν σοφιῶν περὶ μίαν ὁρῶντες διάνοιαν, ἐνθυμείσθωσαν αὐτὰς οὐκ οὔσας ἐν τόπῳ.

Πόσος γὰρ ἂν τῷ μεγέθει γενόμενος ἄνθρωπος, ἐξήρκεσεν εἰς τὴν τοσούτων ὑποδοχὴν, εἰ τόποις μεμερισμένοις τῶν θεωρημάτων ἕκαστα εἶχεν; Ὅταν οὖν τὰ ἐνταῦθα πνευματικὰ μὴ δέηται πλειόνων τόπων πλείονα ὄντα, ἀλλὰ περὶ τὸν ἕνα καὶ τὸν αὐτὸν στρέφηται νοῦν, ἐννοήσωμεν καὶ τὰ ὑπὲρ ἡμᾶς, καὶ καθ᾽ ἑαυτὰ ὄντα ἀσώματα, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα μὴ τόπων δεόμενα, μηδὲ τόποις διαιρούμενα· καὶ μὴ διὰ τοῦτο ἀνύπαρκτον ἢ τὸν Πατέρα τις, ἢ τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ὑποτίθεσθαι τολμάτω· ὅτι μηδὲ ἔστι τόπον ἀφορίζειν καὶ κατανέμειν ἑκάστῳ.

Ἀλλ᾽ ἔστι μὲν ὁ Πατὴρ τέλειον ἔχων τὸ εἶναι καὶ ἀνελλιπὲς, ῥίζα καὶ πηγὴ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ἔστι δὲ ὁ Υἱὸς ἐν πλήρει τῇ θεότητι, ζῶν Λόγος, καὶ γέννημα τοῦ Πατρὸς ἀνενδεές· πλῆρες δὲ καὶ τὸ Πνεῦμα τοῦ Υἱοῦ, οὐ μέρος ἑτέρου, ἀλλ᾽ ὁλόκληρον ἐφ᾽ ἑαυτοῦ. Καὶ οὕτως ἡ Τριὰς, ἀληθινῶς οὖσα, συνῆπται μὲν ἀδιαστάτως. Τὸ γὰρ διορίζον οὐδὲν, σύνεστι δὲ ἀϊδίως· αἰὼν γὰρ οὐδεὶς μεταξὺ παρεμπίπτει.

Μορφὴν δὲ προφαίνει μίαν καὶ τὴν αὐτὴν, Πατρὸς μὲν ἐν Υἱῷ θεωρουμένου, Υἱοῦ δὲ ἐν Πνεύματι καὶ νοουμένου καὶ μετεχομένου ὑπὸ ἀνθρώπου. «Ἡμεῖς γὰρ,» φησὶ, «πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου πνεύματος.» Μὴ τοίνυν ὡς ἐνσώματα ἀδιαίρετα μέρη φανταζώμεθα τρία. Δυσσεβὴς γὰρ ὁ λογισμὸς, ἀλλότριος ἀσωμάτων τελείων. Ἀδιαίρετον δεχώμεθα συνουσίαν συνόντων ἀλλήλοις ἀδιαστάτως, καὶ τριῶν γε κατὰ ἀλήθειαν ὑφεστώτων, ἓν τὸ εἶδος ἐννοῶμεν, ἀρχόμενον μὲν ἐκ Πατρὸς, λάμψαν δὲ ἐν Υἱῷ, καὶ φανερούμενον διὰ Πνεύματος. Διὰ τοῦτο καὶ οἱ τὸ Πνεῦμα φοροῦντες φοροῦσι Χριστόν· «Εἰ γάρ τις,» φησὶ, «Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν,» καὶ τὰ ἑξῆς. Καὶ ὁ Ἰωάννης· «Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἔστιν, ἐκ τοῦ Πνεύματος, οὗ ἔδωκεν ἡμῖν.» Καὶ ναὸν μὲν ἁγίου Πνεύματος τὰ σώματα ἡμῶν ὁ Παῦλος ὀνομάζει, Χριστὸν δὲ ἐν ἡμῖν εἶναι λέγει. Χριστοῦ δὲ οἰκοῦντος εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον, κατὰ τὸ γεγραμμένον, Θεός ἐστιν ἐν ἡμῖν κατοικῶν· «Οὐκ οἴδατε, γὰρ, φησὶν, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν.»

Οὕτως μοι τὸ τῆς θεότητος ἀδιαίρετον εὐσεβῶς ἐκ τῶν θείων λόγων καταμάνθανε, ἐν τρισὶν ἓν εἶδος κατανοῶν, οὐχ ἓν ἐκ τριῶν πρᾶγμα συντιθείς. Ἀχώριστα δὲ καὶ εἰς τὰ τῆς ἐνεργείας θεωρούμενα, ἀκούοντες τοῦ Ἀποστόλου μυσταγωγοῦντος καὶ φάσκοντος· «Διαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὴ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσὶ, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι.» Καὶ καταλέξας τὰ χαρίσματα ἐπιφέρει· «Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.» Ὅταν δὲ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶ ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.

Ἀλλ᾽ οὐ διὰ τοῦτο συμπλέξας τὸ ἐξ οὗ, καὶ δι᾽ οὗ, καὶ ἐν ᾧ, βιάζομαι τὴν Τριάδα μονάδα ποιεῖν· οὐδὲ ἄνθρωπον ἐκ τριῶν ὑπονοῶν σύνθετον, πνεύματος, ψυχῆς, σώματος, οὕτω καὶ Θεὸν, καθάπερ κἀκεῖνοι τολμῶσιν, οὐδὲ ἐπὶ τῆς τοιαύτης ἀσεβοῦς ὑπονοίας προΐεμαι τὸ ἀχώριστον. Οὐδὲ εἰ λέγοι τις ὡς τὸν ἐνδιάθετον λόγον, ἢ τὸν ἐν φωνῇ τοῦ νοοῦντος καὶ λαλοῦντος ἀχώριστον, οὕτω τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα. Τὰ γὰρ τοῦ συνθέτου μέρη, καὶ τὰ τοῦ κινουμένου κινήματα, πρὸς τὴν ἀσύνθετον καὶ ἀναλλοίωτον φύσιν οὐδεμίαν ἔχει κοινωνίαν.