Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος εἰς τὴν περιγραφὴν τῆς θεοτόκου

Μέγας Αθανάσιος

Η θεολογική και ιστορική σημασία της ρωμαϊκής απογραφής

Η εγκαθίδρυση της ρωμαϊκής εξουσίας ως θεμέλιο της οικουμενικής ευταξίας και η θεία πρόνοια για την υποταγή των Ιουδαίων, η οποία οδήγησε στο σταυρικό πάθος και την ταφή του Κυρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

Καὶ ὅτι ἀληθῆ τὰ λεγόμενα, διὰ βραχέων ἄκουε. Πρὸ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως πολλὴ τυραννὶς τὸ τῶν ἀνθρώπων κατεῖχε γένος· ἀλόγως τὸ τῆς γῆς ἐκυβερνᾶτο χωρίον· ἐνέπαιζον εἰς τὸ βασιλικὸν ἀξίωμα· πολλῶν τῶν ἀνθρώπων πλῆθος βασιλέων ἐφυτουργεῖτο· ἑκατόν πού τις ἄνδρας ἔχων ὑφ᾽ ἑαυτὸν, εὐθέως τὸ τῆς βασιλείας ἐσφετερίζετο σχῆμα. Τοιαύτη τῶν ἐθνῶν ἡ ἅμιλλα· τοπαρχίας ἀγαπῶντες, καὶ τόπον ἐκ τόπου μὴ διαβαίνοντες, εἰ μὴ τρόπον τινὰ κατ᾽ ἀλλήλων ὡπλίσαντο.

Ταύτης τῆς συγχύσεως χρονοτριβουμένης, μόνον ὁ Κύριος κατεδέξατο ἐπὶ γῆς τὸ παρθενικὸν οἰκῆσαι παλάτιον, εὐθέως τὴν μὲν πολυαρχίαν παύει, τὴν δὲ μοναρχίαν φυτουργεῖ, τὴν Ῥωμαίων ἀρχὴν πάντων ἡγεμονεύειν κληρώσας, κατὰ μίμησιν τῆς ἐπουρανίου διατριβῆς. Ὥσπερ γὰρ ἐν οὐρανῷ μία ἡ τοῦ Θεοῦ βασιλεία κρατεῖ, καὶ πάντες οἱ ἄγγελοι τῷ θελήματι αὐτοῦ ὑποτάσσονται, τῶν δαιμόνων δίκην βαρβάρων ἀφηνιασάντων· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς γῆς, εἰ καὶ πολλὰ τὰ ἀνυπότακτα ἔθνη, ἀλλ᾽ ὅμως μία ἡ τῶν Ῥωμαίων βασιλεία κρατεῖ. Διὰ ταύτην οὖν τὴν εὐταξίαν τὴν πρώτην ἀπογραφὴν ὁ κυοφορούμενος βασιλεὺς προσέταξεν ἐπὶ Αὐγούστου συγκροτηθῆναι· ὅθεν καὶ αὐτὸς ἑαυτὸν ἐναπόγραφον γενέσθαι τῇ Ῥωμαίων ἀρχῇ παρεχώρησε πρὸς βεβαίωσιν τῶν θεσπιζομένων νόμων. Τότε γὰρ βασιλέως νόμος κρατεῖ, ὅτε ὁ νομοθετῶν βασιλεὺς πρῶτος πληρώσῃ τὸν νόμον. Ὁ γὰρ νομοθετῶν καὶ μὴ πληρῶν καθαιρέτης ἐστὶν, ἢ νομοδότης. Διὰ τὴν προλεχθεῖσαν οὖν εὐταξίαν, ἡ ἐπὶ Αὐγούστου ἀπογραφὴ πρώτη γέγονεν, ὅπως καὶ ἡ τοῦ νόμου λατρεία μετενεχθῇ, καὶ τὸ τῶν Ἰουδαίων φῦλον καταργηθῇ πρὸς τὸ μὴ ἐξεῖναι λοιπὸν τοῖς ἀτάκτοις Ἰουδαίοις αὐτονομίᾳ χρωμένοις φονεύειν τοὺς ἀνευθύνους, ἕπεσθαι δὲ τοῖς νόμοις τῷ τῆς ἀνάγκης ζυγῷ.

Ἀναγκαία τοίνυν ἡ προλεχθεῖσα ἐπὶ Αὐγούστου ἀπογραφή· αὕτη ἡ ἀπογραφὴ τὸ μὲν τῶν Ἰουδαίων ἐταπείνωσε φῦλον, τὸ δὲ τῶν Χριστιανῶν ὑπερύψωσε γένος· μηκέτι τολμώντων Ἰουδαίων δέει τῆς Ῥωμαίων ἀρχῆς τῇ προτέρᾳ κεχρῆσθαι μανίᾳ. Διὸ καὶ μετὰ τὴν ἀπογραφὴν ταύτην, τὸν Κύριον κρατήσαντες, καὶ θανάτῳ παραδοῦναι σπεύδοντες, οὐκ ἐτόλμησαν κατὰ τὸ δοκοῦν αὐτοῖς διαπράξασθαι, καθ᾽ ὁμοιότητα τῶν προφητῶν, οὓς ἀδιακρισίᾳ διεσπάραξαν· ἀλλὰ τῷ Πιλάτῳ προσήνεγκαν, ἄρχοντι Ῥωμαίων, ἐντυχίαν εἰσπραξαμένῳ, δίκας ἀπαιτούμενοι τῶν λεγομένων, συγκατάθεσιν μεθοδευόμενοι.

Διὸ καὶ ὁ Πιλᾶτος, ὁ Ῥωμαίων ἄρχων, ὡς εἶδε τοὺς Ἰουδαίους κυνογλωσσοῦντας κατὰ τῆς τοῦ Κυρίου ἀναιρέσεως, καὶ εἰδὼς, ὅτι διὰ φθόνον παρέδωκαν αὐτὸν, ἐπηρώτα τοὺς Ἰουδαίους, φάσκων· Καθὼς ἴστε πάντες σαφῶς, οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ, ὦ Ἰουδαῖοι. Τί τὴν τῶν Ῥωμαίων ἀρχὴν μολύνειν σπεύδετε, ἀκρασίᾳ κρατοῦντες τὸν δίκαιον, καὶ τὸν ἀνεύθυνον ὑπεύθυνον εἶναι θέλοντες; Οὐδὲν ἄξιον θανάτου εὑρίσκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. Μᾶλλον οὖν ὁ Βαραββᾶς φονευθῇ, ὁ δὲ Χριστὸς ἀπολυθῇ· ὅτι ἐκεῖνος μὲν φονευτὴς καὶ στασιώδης, οὗτος δὲ εὐεργέτης καὶ ζωοδότης· ἐπειδὴ καὶ ταύτην κατ᾽ αὐτοῦ τὴν κατηγορίαν ἠσπάσασθε. Καὶ οὕτως δὲ Ἰουδαίων μὴ συντιθεμένων, ἀλλ᾽ ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημιζόντων, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλάτῳ, συνηγοροῦντι τῷ Χριστῷ· «Οὐκ εἶ φίλος τοῦ Καίσαρος,» ἐπειδὴ τὸν λέγοντα ἑαυτὸν βασιλέα ζωοποιεῖσθαι θέλεις. Καὶ οὕτως ὁ Πιλᾶτος οὐ συνεχώρησε τοῖς Ἰουδαίοις τῇ οἰκείᾳ γνώμῃ πᾶν ὁτιοῦν διαπράξασθαι.

Εἰ γὰρ ἂν συνεχώρησε τοῖς Ἰουδαίοις, οἱ Ἰουδαῖοι λίθοις τὸν Κύριον ἐθανάτωσαν, ἢ ξυλίνῳ πρίονι κατέπρισαν. Τούτου δὲ πραττομένου, ἡμεῖς τὸν σταυρὸν ἐζημιούμεθα· ἐπειδὴ Ῥωμαίων κριτήριον τὸ τοῦ σταυροῦ ξύλον. Διὸ καὶ ὁ Πιλᾶτος ἐπηρώτα τοὺς Ἰουδαίους· «Τί θέλετε ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν;» Οἱ δὲ, τῇ Ῥωμαίων παιδείᾳ θαῤῥοῦντες, ἐβόησαν· «Ἆρον, ἆρον, σταύρωσον αὐτόν·» καὶ εὐθέως ὁ Πιλᾶτος συνένευσεν· ἄνωθεν γὰρ ἐκέκτητο τὸ νεῦμα.

Διὰ ταύτην οὖν τὴν εὐταξίαν ἡ ἐπὶ Αὐγούστου Καίσαρος πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο· εἰ μὴ γὰρ προενομοθετήθη ἡ ἀπογραφὴ αὕτη, οὐκ ἂν τὸ τοῦ Κυρίου σῶμα τελείᾳ ταφῇ παρεδόθη· ἔμελλον γὰρ παῖδες Ἰουδαίων τῇ ὑπερβαλλούσῃ μανίᾳ ἢ πυρὶ παραδοῦναι τὸ τοῦ Κυρίου σῶμα, ἢ θαλάσσῃ καταποντίζειν.