Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος κατὰ Λατίνων

Μέγας Αθανάσιος

Η θεολογική διάκριση προαιώνιας εκπορεύσεως και χρονικής αποστολής του Αγίου Πνεύματος

Ανάπτυξη της ορθόδοξης διδασκαλίας για την εκπόρευση του Αγίου Πνεύματος εκ μόνου του Πατρός και την έγχρονη έκχυση και χορηγία του διά του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 4

ΑΘΑΝΑΣΙΟΥ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΚ ΤΟΥ ΚΑΤΑ ΛΑΤΙΝΩΝ ΛΟΓΟΥ. Ἀλλ᾽ οὐχ οὕτως οἱ τοῦ Χριστοῦ, ἀλλ᾽ ὥσπερ ἐκεῖνος τό· «Ὅταν ἔλθῃ, λέγων, ὁ Παράκλητος ὃ ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» μόνον ἐντεῦθεν προβολέα τὸν Πατέρα τοῦ Πνεύματος ἀποδείκνυσιν· οὕτω καὶ οὗτοι τῷ διδασκάλῳ πειθόμενοι ἐκ τοῦ Πατρὸς μόνου τοῦτό φασιν ἐκπορεύεσθαι. Εἰ δέ τις ἐρεῖ, ὅτι οὐδαμοῦ τὸ Πνεῦμα ἐκ μόνου λέγεται τοῦ Πατρός· ἀκουέτω ὁ τοιοῦτος, ὅτιπερ ὁ περὶ τούτου γράφων οὐκ ἄλλως ἐπιμαρτύρεται ἢ κατὰ τὴν τῶν θειοτάτων Πατέρων ἡμῶν διδασκαλίαν. Ὥσπερ γὰρ ἐκεῖνοι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρός φασιν ἐκπορεύεσθαι, τὴν αἰτίαν ἀπ᾽ αὐτοῦ τοῦ κυριακοῦ λαμβάνοντες στόματος· οὕτω καὶ οἱ καθεξῆς λογογράφοι καὶ συγγραφεῖς ἀκολούθως διαγορεύουσιν.

Οὐ μέντοιγέ τις αὐτῶν καὶ ἐκ τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ τοῦτό φησιν ἐκπορεύεσθαι· εἰ μή πως ἐρεῖ τις τὴν ἄλλην πρόχυσιν, εἴτουν φανέρωσιν καὶ ἀποστολὴν τῶν χαρισμάτων τοῦ Πνεύματος. Πρὸς ταύτην γὰρ, καίπερ ἐκ τοῦ Πατρὸς φανεροῦται τὸ Πνεῦμα τὸ ἅγιον πρὸς ἐπινέμησιν, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ, καθὼς ὁ τῆς ἀληθείας διδάσκει κανών. Κἀπειδήπερ ἅπαντας τὸ αὐτὸ λέγοντες συμφώνως καὶ ἓν κατὰ τὴν τοῦ Κυρίου παράδοσιν, καὶ οὐδαμοῦ φαίνεταί τις διαφωνῶν· εὔδηλον, ὅτι ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα ἔχει τὴν ὕπαρξιν· εἴπερ ἡ τοιαύτη ἐκπόρευσις καθέστηκεν ὕπαρξις. Ὥσπερ γὰρ πάντων λεγόντων, γέννημα Πατρὸς ὁ Υἱὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς κατὰ τὴν προαιώνιον γέννησιν· οὕτω καὶ πάντων λεγόντων τὸ Πνεῦμα πρόβλημα Πατρὸς, συνεπινοεῖται καὶ τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα, κατὰ τὴν προαιώνιον πρόβλησιν· εἰ μόνος ἐκ μόνου τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ μόνον ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον.

Κατὰ δὲ τὴν ὑστέραν πρόχυσιν, εἴτουν ἐπινέμησιν καὶ χορηγίαν τὴν πρὸς τοὺς ἀξίους, ὥσπερ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα, οὕτω καὶ διὰ τοῦ Υἱοῦ καὶ ἐκ τοῦ Υἱοῦ. Καθάπερ δὲ καὶ τὴν ὑστέραν γέννησιν τοῦ Υἱοῦ, εἴτουν ἐπιδημίαν τὴν πρὸς ἡμᾶς, οὐκ ἐκ τοῦ Πατρὸς μόνον δοξάζομεν, ἀλλὰ καὶ ἐκ τοῦ Πνεύματος.