Καὶ πειθέτω σε ἡ τοῦ ἀρχαγγέλου φωνὴ πρὸς Ἰωσὴφ λέγουσα τὸν ἄνδρα Μαρίας τὸ, «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Εἰ δὲ βούλει μαθεῖν, ὅτι καί τινες ἐκ τῶν ἡμετέρων μεγάλων ἁγίων ἀπεφήναντο τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἤδη τὸν μέγαν τῆς ἡμετέρας Ἐκκλησίας ἥλιον Κύριλλον, ἢ μᾶλλον εἰπεῖν, τοῦ κόσμου παντὸς, πρὸς τοῦτο λάμβανε μάρτυρα· ἐν γὰρ τῷ Περὶ Τριάδος λόγῳ αὐτοῦ ὧδέ πως σαφῶς παριστᾷ. Ἡ παναγία, φησὶ, καὶ σεπτὴ Τριὰς, πρὸ πάντων αἰώνων καὶ εἰς ἀεὶ ὑπάρχουσα, ἄχραντός ἐστι καὶ ἀΐδιος, ἀσώματος, ἀκατάληπτος, ἀπερίληπτος, περιληπτικὴ δὲ τῶν ἁπάντων, καὶ συγκρατοῦσα τὸ πᾶν, ἀγαθὴ, προνοητικὴ, δημιουργὸς τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀπαθὴς, ἀναλλοίωτος, ἄτρεπτος, νῷ ἀνθρώπων καὶ ἀγγέλων καὶ τῇ κτιστῇ φύσει ἀκατάληπτος· ὁμοούσιος ἐν ἑαυτῇ, ἀκοινώνητος δὲ κατ᾽ οὐσίαν πάσῃ τῇ κτίσει· γινωσκομένη μόνον ὑφ᾽ ἑαυτῆς, ὑπ᾽ οὐδεμιᾶς φύσεως τῆς ἐν τῷ κόσμῳ τούτῳ καὶ τῆς ὑπὲρ κόσμον τοῦτον· μονὰς ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ Τριὰς ἐν μονάδι θεότητος, ἤτοι μιᾶς οὐσίας γινωσκομένη.