Ἔργον
Μέγας Αθανάσιος – Λόγος κατὰ Λατίνων
Η διδασκαλία του Αθανασίου στην επιστολή προς Σεραπίωνα
Ανάλυση της θεολογίας σχετικά με την έκλαμψη, την προέλευση και τη δωρεά του Αγίου Πνεύματος προς τους πιστούς.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η διδασκαλία του Αθανασίου στην επιστολή προς Σεραπίωνα
Ανάλυση της θεολογίας σχετικά με την έκλαμψη, την προέλευση και τη δωρεά του Αγίου Πνεύματος προς τους πιστούς.
Ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἀποστέλλεται ἐξ ἀμφοῖν, ὡς ὁμοούσιον ἀποστέλλεται Πατρὸς καὶ Υἱοῦ. Ὅτε δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς, ὡς ὁμοούσιος καὶ τοῦ Πνεύματος. Ὅτε δὲ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὡς ὁμοούσιος. Εἰπὼν τοίνυν ὁ μέγας Ἀθανάσιος, τὸ ἐκπορευόμενον τοῦ Πατρὸς Πνεῦμα, ἐδήλωσεν ὅθεν ἔχει τὸ Πνεῦμα τὴν ὕπαρξιν, ἐκ μόνου δηλονότι τοῦ Πατρός. Εἰπὼν δὲ πάλιν οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς, τὴν ἰσοτιμίαν ἐδήλωσε Πατρὸς καὶ Υἱοῦ, καταισχύναι ἐν τούτῳ τὸν ἀθεώτατον Ἄρειον, ὃς κτίσμα ἔλεγε, καὶ οὐ Θεὸν τὸν Υἱόν· οἱονεὶ ταῦτα λέγων πρὸς αὐτόν· Ὦ ἀθεώτατε Ἄρειε, οὕτω τὸ ἐκπορευόμενον Πνεῦμα τοῦ Πατρὸς, παρὰ τοῦ ὑπὸ σοῦ βλασφημουμένου Υἱοῦ ἐκλάμπει καὶ δίδοται τοῖς πιστοῖς κατὰ τὴν αὐτοῦ ἐνέργειαν καὶ δωρεὰν, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρός. Ὅτι δὲ τοῦτο τοιοῦτον ἔχει τὸν τρόπον, ὅρα τί γράφει πρὸς τὸν ἐπίσκοπον τὸν Σεραπίωνα, ὁ τῆς ἀθανασίας ἀξιώνυμος οὗτος Πατήρ. Τὰ αὐτὰ γὰρ λέγων, καὶ φιλοσοφῶν περὶ τῶν αὐτῶν, οὕτω κἀκεῖσέ φησιν· Ὥσπερ γέννημα μονογενές ἐστιν ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλὰ, οὐδ᾽ ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα.
Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν καὶ δωρεὰν αὐτοῦ, ἥτις γε ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Ὥσπερ γέννημα μονογενὲς, φησὶν, ὁ Υἱὸς τοῦ Πατρὸς, οὕτω καὶ πρόβλημα τοῦ αὐτοῦ Πατρὸς ἓν τὸ Πνεῦμα καὶ οὐ πολλὰ, οὐδ᾽ ἐκ πολλῶν δηλονότι τὴν ὕπαρξιν ἐσχηκός. Ἀλλ᾽ ὡς μόνον αὐτὸ Πνεῦμα καὶ πρόβλημα, οὕτως καὶ ἐκ μόνου τοῦτο καὶ ἐξ ἑνὸς τοῦ Πατρός. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ τοῦ ζῶντος Λόγου, ὡς ἐξ ἑνὸς τοῦ Πατρὸς, καὶ μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, ἥτις ἦν τὸ Πνεῦμα τὸ ἅγιον, τὸ τὴν ἰδίαν ἑαυτοῦ δωρεὰν ἐνεργοῦν, καὶ διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Ἥτις γε δωρεὰ διὰ τοῦτο ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, τουτέστιν ἐκχεῖσθαι καὶ ἀποστέλλεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται. Φιλοσοφήσας πρῶτον ὁ ἅγιος περὶ τῆς προαιωνίου τοῦ Πνεύματος ἐκπορεύσεως ἀμυδρῶς, μόνον αὐτὸ ἀποδείξας πρόβλημα, ὡς ἐξ ἑνὸς τοῦ προβολέως τε καὶ Πατρὸς, διὰ τῶν ἑξῆς ἡμῖν ἀποδείκνυσι μάλα σαφῶς καὶ τὴν ὑπὸ χρόνον πρόχυσιν, ὡς ἐξ ἀμφοῖν ὑπάρχουσαν Πατρὸς καὶ Υἱοῦ.
Ὅπερ δὲ δύναται ἐκεῖ τὸ, Οὕτω τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς, οὕτως ἐνταῦθα καὶ τό· Ἥτις γε ἐκ τοῦ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.