Ἔργον
Μέγας Αθανάσιος – Λόγος κατὰ Λατίνων
Ερμηνεία των πατερικών μαρτυριών και η μοναρχία του Πατρός
Επεξήγηση δυσνόητων φράσεων του Γρηγορίου Νύσσης και του Κυρίλλου Αλεξανδρείας, με έμφαση στον Πατέρα ως το μοναδικό αίτιο της θεότητας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία των πατερικών μαρτυριών και η μοναρχία του Πατρός
Επεξήγηση δυσνόητων φράσεων του Γρηγορίου Νύσσης και του Κυρίλλου Αλεξανδρείας, με έμφαση στον Πατέρα ως το μοναδικό αίτιο της θεότητας.
Κατ᾽ αὐτὸν δὲ τὸν τρόπον καὶ ὁ Νύσσης Γρηγόριος τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου φησί· μετὰ τοῦ Υἱοῦ δηλονότι συνημμένως καὶ ἅμα, καὶ οὐ μετὰ τὸν Υἱὸν ὑστερίζων κατὰ τὴν ὕπαρξιν. Εἰπὼν δὲ τὸν Υἱὸν προσεχῶς ἐκ τοῦ πρώτου, μὴ νόμιζε μὴ καὶ αὐτὸς εἶναι τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου. Ὥσπερ γὰρ ὁ Υἱὸς προσεχῶς καὶ ἔγγιστα ἐκ τοῦ πρώτου, τουτέστι τοῦ Πατρὸς, οὕτω καὶ τὸ Πνεῦμα προσεχῶς ἐκ τοῦ πρώτου, κατὰ τὴν προαιώνιον ὕπαρξιν.
Πρῶτος δὲ ὁ Πατὴρ οὐ κατὰ χρόνον, οὐδὲ κατὰ τάξιν, μὴ γένοιτο! ἀλλὰ καθὸ αἴτιος τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, ὥσπερ καὶ μείζων καὶ ἄναρχος, ὡς ἀναίτιος, ὡς ῥίζα τῶν ἐξ αὐτοῦ καὶ πηγή. Ὥσπερ γὰρ οὗτος μόνος ἄναρχος πρὸς τὸ Πνεῦμα καὶ τὸν Υἱὸν, οὕτω καὶ τούτων ὁ αὐτὸς μόνος αἴτιος· τὸ δὲ Πνεῦμα πρὸς τὸν Πατέρα, οὐκ ἄναρχον, οὐδ᾽ ἀναίτιον, ὥσπερ δὴ καὶ αὐτὸς ὁ Υἱὸς κατὰ τὴν ἐν χρόνῳ ἀρχήν. Οὐ μόνον τὸ Πνεῦμα, ἀλλὰ καὶ ὁ Υἱὸς ἄναρχος ὥσπερ καὶ ὁ Πατήρ. Πρῶτος αἴτιος καὶ μόνος ὁ Πατὴρ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Ἀλλὰ μὴ ζήτει καὶ δεύτερον ὁ ὀρθόδοξος, μηδέ γε τρίτον· ἵνα μὴ, τὴν αὐτὴν καὶ μίαν οὐσίαν κατατέμνων κακοσχόλως, καὶ διαιρῶν, καταδικασθῇς ὡς κακόδοξος. Πρῶτος τοιγαροῦν ὁ Πατὴρ καθὸ μείζων, μείζων δὲ καθὸ ἄναρχος· ἄναρχος δὲ καθὸ ἀρχὴ τῶν ὁμοφυῶν ὑποστάσεων. Τὸ Πνεῦμα, καὶ ὁ Υἱὸς προσεχῶς ἐκ τοῦ μείζονος, τουτέστι τοῦ Πατρός.
Ἅμα γὰρ ὁ Υἱὸς κυρίως καὶ ἀληθῶς, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρός. Οὐχ ὁ μὲν πρότερον, τὸ δὲ μετ᾽ αὐτόν· ἀλλ᾽ ἅμα ἡ γέννησις τοῦ Υἱοῦ, ἅμα καὶ τοῦ Πνεύματος ἡ ἐκπόρευσις ἐκλάμπεται, καὶ ἀποστέλλεται τὸ Πνεῦμα καὶ δίδοται διὰ τοῦ Υἱοῦ, ὡς μακάριός φησιν Ἀθανάσιος, καθάπερ καὶ ὁ Υἱὸς διὰ τοῦ Πνεύματος, ὥσπερ εἴρηται.
Ὡσαύτως καὶ τὸ τοῦ μακαρίου Κυρίλλου, λέγω δὴ τὸ, ἐξ ἀμφοῖν, κατ᾽ αὐτὴν ἐκληπτέον τὴν ἔννοιαν· τὸ Πνεῦμα τὸ ἐκπορευόμενον ἐκ τοῦ Πατρὸς ἐξ ἀμφοῖν ἐκλάμπεται, ἀποστέλλεται καὶ δίδοται, Πατρὸς καὶ Υἱοῦ. Καὶ μετ᾽ ὀλίγα· Δύο γεννήσεις ὡς ἄνωθεν ἔφθην εἰπὼν ἐπὶ τοῦ Λόγου μεμάθηκα· μίαν μὲν τὴν ἐκ Πατρὸς καὶ ὑπὲρ χρόνον, μίαν δὲ τὴν ἐκ τῆς Παρθένου καὶ ὑπὸ χρόνον. Ὡσαύτως καὶ δύο προχύσεις ἐμυήθην ἐπὶ τοῦ Πνεύματος· μίαν μὲν τὴν ἐκπορευτικὴν καὶ ὑπὲρ χρόνον, καὶ μίαν τὴν μεταδοτικὴν ἀγαθότητος. Ἀλλὰ τῆς πρώτης γεννήσεως τοῦ Υἱοῦ, καὶ τῆς πρώτης τοῦ Πνεύματος ἐκπορεύσεως, ὁ Πατὴρ μόνος αἴτιος. Τῆς δὲ ἄλλης γεννήσεως τῆς ὑπὸ χρόνον, καὶ τῆς ἄλλης προχύσεως τῆς μεταδοτικῆς, οὐ μόνος αἴτιος ὁ Πατὴρ, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ἐξ ἀμφοῖν τοιγαροῦν τὸ Πνεῦμα, Πατρὸς καὶ Υἱοῦ, πρὸς ἐπινέμησιν προχεῖται· οὐ κατὰ τὴν ὕπαρξιν, μὴ γένοιτο! ἐπεὶ δύο τὰ αἴτια παρεισάγονται, τοῦ ἑνὸς συμφυοῦς καὶ ὁμοτίμου κατὰ πολὺ διαφέροντα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.