Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος κατὰ πασῶν τῶν αἱρέσεων

Μέγας Αθανάσιος

Ανασκευή του γνωστικισμού, του δυαλισμού και των ηθικών παρεκκλίσεων

Απόρριψη του μανιχαϊκού δυαλισμού και των δοκητικών αντιλήψεων των Μαρκίωνα, Ουαλεντίνου και Βασιλίδη, καθώς και υπεράσπιση της αξίας του γάμου έναντι των θέσεων του Ιερακά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 5

Εἴπωμεν καὶ πρὸς τοὺς ἀσεβεστάτους Μανιχαίους, τοὺς τρυγιοὺς τῶν κακῶν. Ὦ ἀσεβέστατοι Μανιχαῖοι, λέγετε δύο ὑποστάσεις εἶναι, ἀγαθοῦ τε καὶ πονηροῦ; Καὶ λέγεις τὸν πονηρὸν θέλοντα μάχεσθαι τῷ ἀγαθῷ, ἵνα λάβῃ μέρος τι· καὶ ὁ ἀγαθὸς, φησὶν, ἀγαθὸς ὢν καὶ μὴ θέλων μάχεσθαι, δέδωκε παραχωρήσας μέρος τι τῷ πονηρῷ, καὶ γέγονε τῷ πονηρῷ ἓν ἥμισυ μέρος, καὶ τῷ ἀγαθῷ ἥμισυ μέρος. Καὶ μεταμεληθὲν, φησὶν, ἦλθε τὸ ἀγαθὸν παρασκευάσασθαι εἰς πόλεμον, καὶ ἐσχημάτισεν ἑαυτὸν ἐν τῷ τοῦ πονηροῦ σχήματι. Ἀλλ᾽, ὦ ἀσεβέστατε Μανιχαῖε, ὅτε ὁλόκληρον ἦν τὸ ἀγαθὸν, λέγεις, Οὐκ ἠθέλησε μάχεσθαι, καὶ ὅτε ἥμισυ γέγονεν, ὡς λέγεις, εἰς πόλεμον ἦλθε. Διὰ τοῦτο λέγει ὁ ἀσεβέστατος Μανιχαῖος, ὅτι «Ἦλθον ζητῆσαι τὸ ἀπολωλός.» Ὢ πολλῆς ἀφροσύνης! Ποῦ οὖν ἔτι ἀγαθοῦ γνώρισμα; Μάλιστα ὅτι καὶ τοῦ πονηροῦ σχῆμα ἀνέλαβε κατὰ σέ. Ὥσπερ οἰκοδεσπότου γυναῖκα ἐὰν ζωγράφος γράψῃ ἐν εἰκόνι παραχρῆμα ἀσέμνως, καὶ παρερχόμενος ὁ οἰκοδεσπότης ἴδῃ τὴν ἰδίαν γαμετὴν παρὰ σχῆμα οὖσαν, οὐκ, ὀργισθεὶς καὶ πλήρης θυμοῦ γινόμενος ἀναιρήσει τὸν τοῦτο τολμήσαντα ποιῆσαι; Πόσῳ μᾶλλον τὸν λέγοντα, ὅτι τοῦ πονηροῦ σχῆμα ἀνέλαβεν; Ἰσχυρότερόν ἐστι τοίνυν, οὗ ἀπεχρήσατο τὸ σχῆμα. Ταῦτα τῶν ἀφρόνων καὶ ἀσεβῶν τὰ τολμήματα.

Ὦ ἀσεβέστατε τρυγιὲ τῶν κακῶν Μανιχαῖε, οὐκ ἤκουσας τοῦ Ματθαίου λέγοντος περὶ τῆς ἐνανθρωπήσεως· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ;» Ἀλλ᾽ ἐρεῖ, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν.

Καὶ ἐγὼ ἐρῶ πρὸς αὐτόν· Διὰ τί οὐ δέχῃ τὴν Παλαιάν; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Κυρίου λέγοντος τοῖς ἀσεβεστάτοις καὶ ἀχαρίστοις Ἰουδαίοις· «Εἰ ἐπιστεύετε Μωσῇ, ἐπιστεύετε ἂν ἐμοὶ, ὅτι Μωσῆς περὶ ἐμοῦ ἐλάλησε.» Τί ἐλάλησεν, ὦ Κύριε; «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Τοῦτον τὸν προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις λέγουσα· «Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ.» Εἰ καὶ ἄνθρωπον καὶ Κύριον καὶ προφήτην ὡμολόγει ἡ μακαρία Σαμαρεῖτις· ἰδοὺ πάντη καὶ ὁ νόμος καὶ οἱ προφῆται, οἱ μεγάλοι καὶ οἱ ἅγιοι ὁμολογοῦσι. Πῶς δύναται βότρυς εἶναι ἄνευ ἀμπέλου;

Πῶς δύναται βεβαιωθῆναι πᾶσα πραγματεία, καὶ ἡ εἰς τὸν κόσμον μέλλουσα ἔσεσθαι σωτηρία; Ὁμολογήσουσιν οἱ σημάντορες οἱ μεγάλοι προφῆται καὶ ὁ νόμος· μάλιστα αὐτοῦ τοῦ Κυρίου λέγοντος, ὅτι «Ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου·» καὶ πάλιν· «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι.» Ὦ τρυγιοὶ πασῶν αἱρέσεων! Αὔταρκες αὐτοῖς ἐστι τὸ ὄνομα πρὸς τὴν πίστιν αὐτῶν. Περὶ τούτων εἶπεν ὁ μέγας ψαλμῳδὸς Δαβίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι,» καὶ αὐτοὶ μὴ ὁμολογήσαντες τὴν ἔνσαρκον παρουσίαν, ἀλλὰ φαντασίαν, λέγοντος τοῦ Κυρίου πρὸς τοὺς Ἰουδαίους· «Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Καὶ πάλιν λέγοντος αὐτοῦ πρὸς τὸν ὑπηρέτην τὸν ῥαπίσαντα αὐτόν· «Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με τύπτεις;» Μὴ δύναται φαντασία τύπτεσθαι ἢ προσηλωθῆναι ἐν τῷ σταυρῷ; Οὐκ ἆρα σῶμα ἦν;

Καὶ πῶς λέγει, ὅτι φαντασία ἐστί; Καὶ οὗτοι συνεξαφανιζέσθωσαν νομίζοντες ἄκρατον εἶναι τὸν θεῖον οἶνον, καὶ εἰς ἔκστασιν γενόμενοι ἀπώλοντο. Εἴπωμεν καὶ πρὸς Μαρκίωνα καὶ Οὐαλεντῖνον καὶ Βασιλίδην τὸν λέγοντα ὡς διὰ σωλῆνος ὕδωρ παρελθόντα τὸν Κύριον διὰ τῆς ἀχράντου καὶ ἀπειρογάμου Μαρίας. Ὦ ἀσεβέστατοι! οὐκ ἠκούσατε τοῦ μεγάλου ἀρχαγγέλου Γαβριὴλ λέγοντος πρὸς τὴν ἄχραντον Παρθένον Μαρίαν· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Τὸ γὰρ ἐκ σοῦ Ἅγιον κληθήσεται.» Εἰ οὖν εἶπε, Διὰ σοῦ, πιθανὴν εἶχον τὴν ἀναισχυντίαν· ἐν δὲ τῷ λέγειν, «ἐκ σοῦ,» δείκνυσιν, ὅτι ἐξ αὐτῆς ἔλαβεν ὁ Θεὸς Λόγος τὸν ναὸν, ἄνθρωπον. Καὶ οὗτοι συνεκβαλέσθωσαν μετὰ τῶν νῦν Ἰουδαίων χριστομάχων Ἀρειομανιτῶν.

Ὁμοίως καὶ πρὸς τὸν ἀνόητον καὶ ἀτυχέστατον Ἱερακᾶν εἴπωμεν, τὸν νομίζοντα ὑψοῦν τὴν παρθενίαν, καὶ ἀθετεῖν τὸν γάμον. Ὦ Ἱερακᾶ, εἴπωμέν τι νομικόν· Ὁ Θεὸς Λόγος τοῦ Πατρὸς ἐν τῷ παραδείσῳ ἤγαγε τὴν Εὔαν πρὸς τὸν Ἀδάμ. Ἀλλὰ τί λέγεις, ὅτι Οὐ δέχομαι τὴν Παλαιάν; ἔστω· ἐν τῷ Εὐαγγελίῳ οὐκ ἤκουσας· Τῇ τρίτῃ ἡμέρᾳ συνανεκλίθη Κύριος ἐν Κανᾶ τῆς Γαλιλαίας εἰς τὸν γάμον, καὶ οἴνου λείψαντος, πεποίηκε τὸ ὕδωρ οἶνον; Καὶ πάλιν τῶν Ἰουδαίων λεγόντων πρὸς αὐτόν· «Μωσῆς δέδωκεν ἡμῖν βιβλίον ἀποστασίου,» τί εἶπε πρὸς αὐτοὺς ὁ Κύριος· «Μωσῆς δέδωκεν ὑμῖν βιβλίον ἀποστασίου πρὸς τὴν σκληροκαρδίαν ὑμῶν·» γέγραπται γάρ· «Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Ἔπειτα πῶς δύναται κλάδος ὑποστῆναι, ῥίζης μὴ ὑποκειμένης; Πῶς δύναται παρθένος εἶναι, πατρὸς καὶ μητρὸς μὴ ὄντων; Καὶ οὗτοι σὺν τοῖς ἑταίροις αὐτῶν ἀπόλοιντο.