Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος κατὰ πασῶν τῶν αἱρέσεων

Μέγας Αθανάσιος

Αναίρεση των Νοβατιανών και η σημασία της μετάνοιας

Η καταδίκη των αυστηρών αποκλεισμών του Νοβάτου και η κατάδειξη της διαρκούς θείας ευσπλαγχνίας, με πρότυπο την πτώση και τη μετάνοια του Αποστόλου Πέτρου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Εἴπωμεν καὶ πρὸς τὸν Νοβᾶτον, τὸν λέγοντα ἑαυτὸν καθαρὸν, καὶ νομίζοντα ἀναιρεῖν τὴν μετάνοιαν. Πλήρης βορβόρου καὶ δυσωδίας ὢν, οὐκ ἤκουσας τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου τοῦ τῶν ὅλων Θεοῦ διὰ τοῦ μεγάλου προφήτου λέγοντος· «Οὐ θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν μετάνοιαν;» Καὶ πάλιν ὁ μέγας Ἰώβ· «Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ὁ βίος αὐτοῦ ᾖ ἐπὶ τῆς γῆς.» Καὶ πάλιν τῶν μαθητῶν λεγόντων τῷ Κυρίῳ· «Ποσάκις συγχωρήσομεν τῷ ἁμαρτάνοντι; ἕως ἑπτάκις;» Ὁ δὲ Κύριος εἶπε πρὸς αὐτούς· «Οὐχὶ, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.» Ἀνακυλιομένης τῆς ἐπαγγελίας διαιωνίζεται ἡ μετάνοια· οὐχ ἵν᾽ ἀκούοντες ἐπιμένωμεν ἁμαρτάνειν· μὴ γένοιτο! ἀλλ᾽ ἵνα δείξωμεν τὴν ἀγαθότητα τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου τῶν ὅλων Θεοῦ· καὶ πάλιν διὰ τοῦ μεγάλου Ἡσαΐου ἐπικηρύσσοντος τὴν Ἱερουσαλὴμ, καὶ λέγοντος αὐτοῦ· «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν,» καὶ τὰ ἑξῆς. Οἴδατε, ἀδελφοί. Καὶ μετὰ τὸ αὐτοῦ τὴν τοσαύτην γενέσθαι ἀπειλὴν, λέγει· «Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν.» Ὢ μεγάλης ἀγαθότητος! Καὶ πάλιν τοῦ Πέτρου τοῦ μεγάλου εἰπόντος πρὸς αὐτὸν, ὅτε ἐπερώτησε τοὺς μαθητὰς λέγων· «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;»—«Οἱ μὲν ἔλεγον, ὅτι Ἡλίας εἶ· ἄλλοι ἔλεγον προφήτης.»

Καὶ αὐτοῦ εἰπόντος πρὸς αὐτούς· «Ὑμεῖς δὲ τίνα μὲ λέγετε;» Καὶ ἀποκριθεὶς ὁ Πέτρος εἶπε· «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος,» ὁ ἐρχόμενος εἰς τὸν κόσμον. Εὐθέως δὲ εἶπε πρὸς αὐτὸν ὁ Κύριος· «Μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ· ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾽ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν. Σοὶ δώσω τὰς κλεῖς τῆς βασιλείας οὐρανῶν· καὶ πάντα ὅσα ἂν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς.» Καὶ τοσαύτας ἐπαγγελίας λαβὼν, εἶπε τῷ Κυρίῳ· «Ἀκολουθήσω σοι, ὅπου ἐὰν ἀπέρχῃ, καὶ θήσω τὴν ψυχήν μου ὑπὲρ σοῦ.» Εὐθέως εἶπε πρὸς αὐτὸν ὁ Κύριος· «Ἀμὴν λέγω σοι· σήμερον πρὸ τοῦ ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἀρθέντος τοῦ Κυρίου εἰς τὸν οἶκον τοῦ Καϊάφα, καὶ παντὸς τοῦ συνεδρίου μετὰ τοῦ Καϊάφα, καὶ τοῦ Πέτρου ἑστῶτος ἐν τῷ πυλῶνι, ὃν καὶ ἰδὼν ὁ παῖς εἶπε πρὸς αὐτόν· Οὐκ εἶ σὺ μετ᾽ αὐτοῦ; Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτόν· Οὐκ εἰμί.

Καὶ πάλιν τῆς θυρωροῦ εἰπούσης πρὸς αὐτόν· Μὴ καὶ σὺ ἐκ τῶν Γαλιλαίων εἶ; Ἀπεκρίθη καὶ εἶπεν· Οὐκ εἰμί. Καὶ τοῦ ὑπηρέτου ἐπερωτήσαντος αὐτὸν, ἠρνήσατο, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε. Καὶ στραφεὶς ὁ τῶν ὅλων Κύριος προσέσχε τῷ Πέτρῳ· καὶ ἐδάκρυσεν ὁ Πέτρος, καὶ διὰ τῶν δακρύων ἀπενίψατο τὴν ἄρνησιν ἐν αὐτῇ τῇ μετανοίᾳ. Καὶ πάλιν ὁ ἅγιος προφήτης εἶπεν· «Ἄστρα δὲ οὐ καθαρὰ ἐνώπιον αὐτοῦ.» Εἰ ἄστρα οὐ καθαρὰ, πῶς σὺ τὸν καθαρὸν καὶ εὔσπλαγχνον, καὶ φιλάνθρωπον Θεὸν σκληρὸν καὶ ἀφιλάνθρωπον λέγεις; Καὶ οὗτος συνεκβαλλέσθω μετὰ τῶν ἄλλων αἱρεσιαρχῶν.