Εἴπωμεν καὶ πρὸς τοὺς ἀσεβεστάτους Μανιχαίους, τοὺς τρυγιοὺς τῶν κακῶν. Ὦ ἀσεβέστατοι Μανιχαῖοι, λέγετε δύο ὑποστάσεις εἶναι, ἀγαθοῦ τε καὶ πονηροῦ; Καὶ λέγεις τὸν πονηρὸν θέλοντα μάχεσθαι τῷ ἀγαθῷ, ἵνα λάβῃ μέρος τι· καὶ ὁ ἀγαθὸς, φησὶν, ἀγαθὸς ὢν καὶ μὴ θέλων μάχεσθαι, δέδωκε παραχωρήσας μέρος τι τῷ πονηρῷ, καὶ γέγονε τῷ πονηρῷ ἓν ἥμισυ μέρος, καὶ τῷ ἀγαθῷ ἥμισυ μέρος. Καὶ μεταμεληθὲν, φησὶν, ἦλθε τὸ ἀγαθὸν παρασκευάσασθαι εἰς πόλεμον, καὶ ἐσχημάτισεν ἑαυτὸν ἐν τῷ τοῦ πονηροῦ σχήματι. Ἀλλ᾽, ὦ ἀσεβέστατε Μανιχαῖε, ὅτε ὁλόκληρον ἦν τὸ ἀγαθὸν, λέγεις, Οὐκ ἠθέλησε μάχεσθαι, καὶ ὅτε ἥμισυ γέγονεν, ὡς λέγεις, εἰς πόλεμον ἦλθε. Διὰ τοῦτο λέγει ὁ ἀσεβέστατος Μανιχαῖος, ὅτι «Ἦλθον ζητῆσαι τὸ ἀπολωλός.» Ὢ πολλῆς ἀφροσύνης! Ποῦ οὖν ἔτι ἀγαθοῦ γνώρισμα; Μάλιστα ὅτι καὶ τοῦ πονηροῦ σχῆμα ἀνέλαβε κατὰ σέ. Ὥσπερ οἰκοδεσπότου γυναῖκα ἐὰν ζωγράφος γράψῃ ἐν εἰκόνι παραχρῆμα ἀσέμνως, καὶ παρερχόμενος ὁ οἰκοδεσπότης ἴδῃ τὴν ἰδίαν γαμετὴν παρὰ σχῆμα οὖσαν, οὐκ, ὀργισθεὶς καὶ πλήρης θυμοῦ γινόμενος ἀναιρήσει τὸν τοῦτο τολμήσαντα ποιῆσαι; Πόσῳ μᾶλλον τὸν λέγοντα, ὅτι τοῦ πονηροῦ σχῆμα ἀνέλαβεν; Ἰσχυρότερόν ἐστι τοίνυν, οὗ ἀπεχρήσατο τὸ σχῆμα. Ταῦτα τῶν ἀφρόνων καὶ ἀσεβῶν τὰ τολμήματα.