Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος περὶ ὑπομονῆς

Μέγας Αθανάσιος

Βιβλικά πρότυπα υπομονής και καρτερίας

Παρουσίαση δικαίων, πατριαρχών, προφητών και μαρτύρων της Παλαιάς και της Καινής Διαθήκης ως υποδειγμάτων σταθερότητας στους διωγμούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Νῦν γὰρ καὶ ὑμεῖς, ἀδελφοὶ ἀγαπητοὶ, μὴ ὀλιγωρήσητε, μηδὲ ὁμοιωθῆτε τῷ λαῷ τῷ κατὰ τὸν καιρὸν Μωϋσέως παραβεβηκότι ἐν ἡμέραις τεσσαράκοντα μόναις, ἐν τῷ αὐτὸν ἀναβαίνειν λαβεῖν τὸν θεῖον νόμον· καὶ ἐκ τούτου ἔνοχοι γεγόνασι, καὶ ἔπεσον ἐν τῇ ἐρήμῳ· ἀλλ᾽ ὁμοιωθῶμεν Μωϋσεῖ ποιήσαντι τεσσαράκοντα ἡμέρας καὶ νύκτας, νηστεύοντι χωρὶς βρώσεως καὶ πόσεως. Οὐ μόνον ταύτας, ἀλλὰ καὶ ἄλλας τεσσαράκοντα, ἔχων τήν τε καρδίαν καὶ τοὺς ὀφθαλμοὺς καὶ τὴν σάρκα κρεμαμένην πρὸς τὸν Θεόν. Μὴ ἐπιθυμήσωμεν ὡς τότε ἐπιθυμηταὶ κρεῶν γενόμενοι, πεσόντες ἐν τῇ ἐρήμῳ, Ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν, ὡς ὁ ψαλμός φησι, καὶ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ᾽ αὐτούς· ἀλλὰ διατηρήσωμεν τῷ δόντι τὰς ἐντολὰς, ὡς οἱ υἱοὶ Ἰωναδὰβ, οἷς ὁ Θεὸς ἐπηγγείλατο λέγων· Οὐκ ἐκλείψει ἀνὴρ υἱῶν Ἰωναδὰβ παρεστηκὼς ἐνώπιόν μου πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ· οἵτινες οἶκον οὐκ ᾠκοδόμησαν ἑαυτοῖς, οὔτε μὴν ἀμπελῶνας ἐφύτευσαν, καὶ γεγόνασιν εἰς ἔλεγχον τῷ λαῷ. Καὶ ὁ μὲν λαὸς πλῆθος ὢν ᾐχμαλωτεύθη· οὗτοι δὲ, ὀλίγοι ὄντες, ὑπὸ τοῦ Θεοῦ ἐφυλάχθησαν. Καὶ ὑμεῖς τοίνυν, οἵτινες τηρεῖτε τῶν πατέρων τὴν ὁδὸν, λογίζεσθε υἱοὶ υἱῶν Ἰωναδάβ.

Τήν τε κληρονομίαν τῶν πατέρων, ὡς ὁ γενναῖος Ναβουθὲ, τηρήσωμεν, ὃς ἠπειλήθη ὑπὸ Ἀχαὰβ λαβεῖν τὸν αὐτοῦ ἀμπελῶνα εἰς κῆπον λαχάνων· μὴ ὑποδεξάμενος δὲ, ἀνῃρέθη ἀγωνιζόμενος· ἀλλ᾽ ὁ Θεὸς αὐτὸν ἐξεδίκησε.

Κῆπον γὰρ τὸν ἑαυτοῦ ἀμπελῶνα οὐκ ἤθελεν, ἔνθα φύονται πράσσα [πράσα] καὶ κρόμμυα καὶ σκόροδα, ἅτε ἐξέκλινεν· ἀλλ᾽ ἤθελεν ἀμπελῶνα εὐφροσύνης· μᾶλλον δὲ τὸν ἑαυτοῦ νοῦν εὐφραντικὸν, καὶ οὐκ ἔκλυτον ὡς μολόχην κήπου ἐν καύματι, ἢ ὡς σευτλίον ἡμίεφθον, ὥσπερ οἱ νῦν προδεδωκότες. Εἰ γὰρ ἀφῃρημένος ἦν, τάχα ἀφῄρητο ἂν ὁ νοῦς τῆς πατρικῆς θεοσεβείας· καὶ γὰρ ἐχρηματίσθη Ἰσραηλίτης, ὅτι νοῦς ἦν ὁρῶν τὸν Θεόν. Οἱ δὲ νῦν μηδὲν παθόντες τὸν ἑαυτῶν ἀμπελῶνα τῆς ἀληθινῆς ἀμπέλου ἀπέδοντο τῷ Ἀχαὰβ, καὶ ἐφυτεύθησαν τοσαῦτα ψεκτὰ λαχανοειδῆ.

Μὴ γενώμεθα φιλάργυροι ὡς Ἑλισσαίου ὁ παῖς, ὁ διὰ τοῦτο τὴν λέπραν τοῦ Ναιμὰν ἐπισπασάμενος ἑαυτῷ· ἀλλ᾽ ὑπομείνωμεν ἐν ταῖς θλίψεσιν, ἵνα τῆς ἀναπαύσεως μέτοχοι γενώμεθα· οὐδεὶς γὰρ χωρὶς θλίψεως εἰς τὴν βασιλείαν εἰσελεύσεται. Μιμησώμεθα τοὺς προγενεστέρους ἡμῶν ἁγίους. Ὁ πρῶτος δίκαιος ἦν Ἄβελ, ὃς ἀπαρχὴν τῷ Θεῷ ἀνήνεγκεν ἐκ πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, ὃν ἐζήλωσεν ὁ ἴδιος ἀδελφός. Τί γὰρ ἄδικον πεποίηκε τῷ Κάϊν ὁ Ἄβελ; Ὁ δὲ ζῆλος διὰ τοῦτο ἐγένετο ἐν αὐτῷ, ἐπειδὴ οὐ προσεδέχθη αὐτὸς ὑπὸ τοῦ Θεοῦ ἐν τῷ μὴ προσενέγκαι ὀρθῶς. Καὶ τὸ μὲν σῶμα ἀπέκτεινε, νομίζων σβέσαι τὴν μεταξὺ αὐτοῦ θείαν ἀγάπην, ἀγνοῶν, ὅτι ἡ ψυχὴ αὐτοῦ βοᾷ πρὸς τὸν Θεόν.

Καὶ ὁ μὲν Σωτὴρ ἡμῶν μνείαν αὐτοῦ ποιεῖται ἐν τῷ Εὐαγγελίῳ· ἡ δὲ τοῦ Κάϊν μνεία ἀπείληπται. Σήμερον πάλιν τὸν ἀναίτιον Ἄβελ ἀποκτείνουσιν· ἀλλὰ τὸ αἷμα πρὸς τὸν Κύριον βοᾷ· καὶ ἐλπίζομεν, ὅτι οὐ παρασιωπηθήσεται διὰ τὸ αἷμα τῶν τηλικούτων μαρτύρων.

Ὥσπερ ὁ τότε καιρὸς, οὕτω καὶ νῦν. Μνησθῶμεν δὲ καὶ τῆς ὑπομονῆς τοῦ Ἐνὼχ, ὅτι πεποίηκεν ἔτη τριακόσια ἑξήκοντα πέντε ἀνατεταμένην τὴν διάνοιαν ἔχων πρὸς τὸν Θεὸν, ἕως ἂν μετατεθῇ. Μὴ οὖν ὀλιγωρήσητε· οὐ γὰρ κεχρονίκαμεν.

Καὶ Νῶε δὲ πεντακόσια ἔτη πεποίηκε δίκαιος ὢν τέλειος ἐν τῷ καιρῷ τῆς παραβάσεως, πρὸ τοῦ λαλεῖν πρὸς αὐτὸν Θεὸν κατασκευάσαι τὴν κιβωτὸν, καὶ ἄλλα ἑκατὸν ἔτη αὐτὴν ἐργαζόμενος, χλευαζόμενος ὑπὸ τῶν ἐναντιουμένων· καὶ οἱ μὲν χλευάζοντες ἀπώλοντο ὑπὸ τοῦ κατακλυσμοῦ· ὁ δὲ, ἐπὶ τὸν Θεὸν ἠλπικὼς, ἐσώθη σὺν τοῖς οἰκιακοῖς, καὶ σωτήριον ἐγένετο τῷ κόσμῳ.

Ἀβραὰμ δὲ πάλιν ὑπήκοος Κυρίου γενόμενος κατέλιπε τὰ ἴδια οἰκητήρια, ἕως οὗ ἀπολάβῃ τὰς μεγάλας ἐπαγγελίας· πειραζόμενος γὰρ ἄχρι τοῦ ἀνενέγκαι θυσίαν τὸν ἴδιον ἀγαπητὸν υἱὸν τῷ Θεῷ, καὶ εἴληφε τηλικοῦτον χρηματισμὸν ὁ Ἀβραὰμ καλεῖσθαι φίλος Θεοῦ. Τὸν δὲ Ἰσαὰκ οἱ Φιλιστιεὶμ ἐπλεονέκτουν, καὶ τούτου τὰ φρέατα ἐνέφραττον, καὶ ἐμάχοντο αὐτῷ περὶ τοῦ ὕδατος· ὅτε δὲ ἔσχατον ἐμακρύνθη ἀπ᾽ αὐτῶν, ἐπλάτυνεν αὐτῷ ὁ Θεὸς, καὶ τὸ στόμα αὐτοῦ ἐνέπλησεν εὐλογίας. Καὶ σήμερον πάλιν τοῦ Ἰσαὰκ τὰ φρέατα θέλουσιν ἐμφράξαι· ἀλλὰ μὴ ἐάσητε· λάβετε σὺν ὑμῖν τοὺς παῖδας τοῦ Ἰσαὰκ, καὶ ὀρύξατε, αἵτινές εἰσιν ἀποστόλων βοήθειαι τῆς διδασκαλίας, τῶν ὄντων ὑπερμάχων τῆς ἀληθείας. Τὸν Ἰακὼβ πάλιν ἐδίωκεν ὁ ἴδιος ἀδελφὸς Ἡσαῦ, καὶ ἀνεχώρησεν εἰς τὴν Μεσοποταμίαν, καὶ ἐποίμαινε τὰ πρόβατα Λαβὰν, ἀγρυπνῶν ἡμέρας καὶ νυκτὸς, ὡς μίσθιος κακοπαθῶν, ἐμακροθύμησεν ἐν μόχθῳ. Ἐν δὲ τῇ ἑαυτοῦ συνέσει ἔθηκε τὰς ῥάβδους ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων, καὶ πάντα τὰ ποικιλοειδῆ πρόβατα ὑπήρχθη ἴδια. Καὶ τούτῳ ὁ Θεὸς ἐπ᾽ ἐσχάτων ἐπλάτυνεν· αὐτὸς γὰρ μόνος ἀπῴχετο, σὺν πολλῷ δὲ πλήθει ἐλήλυθεν, υἱοὺς ἐκτήσατο καὶ κτήνη, οὐ μόνον δὲ, ἀλλὰ καὶ πλήθη ἀγγέλων συνευφραίνοντο αὐτῷ. Ἐλεύσεται οὖν ὁ ἀληθινὸς Ἰακὼβ μετὰ τῆς οὐρανίου ἀγγελικῆς παρατάξεως, ὁ ποιμὴν τῶν προβάτων, καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.

Τὸν Ἰωσὴφ δὲ οἱ ἴδιοι ἀδελφοὶ ἐζήλωσαν· οἱ υἱοὶ τοῦ πατρὸς αὐτοῦ τοῦτον ἀντὶ ἀργυρίου ἀπέδοντο, καὶ τὴν τούτου τιμὴν διεμερίσαντο.

Ὁρᾶτε τὴν τοσαύτην ἀδικίαν τῶν ἀνδρῶν τούτων. Αὐτὸς δὲ ἐμακροθύμησεν ὁ δίκαιος ἐν πᾶσι τούτοις· οὐ γὰρ μόνον οἱ ἀδελφοὶ, ἀλλὰ καὶ ἡ γυνὴ ἐφθόνησεν αὐτῷ. Καὶ τοῦτον μακροθυμήσαντα ὁ Θεὸς κατέστησε τῆς γῆς Αἰγύπτου βασιλέα. Οὐ μόνον τῆς αἰσθητῆς βασιλείας κληρονόμος, ἀλλὰ καὶ τῆς ἐπουρανίου ἐγένετο. Καὶ σήμερόν εἰσιν οἱ τοὺς ἑαυτῶν ἀδελφοὺς πιπράσκοντες καὶ διαμεριζόμενοι τὸ ἀργύριον.

Μνησθῶμεν καὶ τῆς ὑπομονῆς τοῦ Ἰὼβ, τοῦ μήτε εὐθηνοῦντος ἐκκλίναντος, μήτε μὴν πειραζόμενος τοσαῦτα ἐν ἑκάστῳ πράγματι, ἀλλὰ μακροθυμήσαντος καρτερῶς, ἕως ἂν ἀπολάβῃ διπλᾶ παρὰ Θεοῦ. Καὶ ἐμαρτυρήθη μέχρι νῦν, ὅτι πέπονθεν οὗτος, ἵνα φανῇ τοῖς πᾶσι δίκαιος. Ὁ δὲ Μωϋσῆς οὐκ ἐπεθύμησε τοῦ τόπου τὸν πλοῦτον περιποιήσασθαι· ἀλλ᾽ ἔφυγε πάροικος γενόμενος ἐν ἀλλοτρίᾳ γῇ, ἢ τὰ ἐνεστῶτα κατέλειπεν, ἵνα μεταλάβῃ τῶν αἰωνίων. Οἱ δὲ τοίνυν ἐπελάθοντο [ἐπελάχοντο] ἴσως τῆς βασιλείας.

Ἐκλείψει ὁ καιρὸς διηγουμένων ἡμῶν περὶ ἑκάστου τῶν ἁγίων. Ἀλλ᾽ ἵνα συντόμως εἴπωμεν τὸν λόγον, δηλοῦμεν, ὅτι καὶ τὸν Ἡλίαν ἐδίωκεν Ἰεζάβελ, ὑπομείνας δὲ ἐν τῷ κόπῳ ἀνελήφθη. Καὶ ὁ Ἑλισσαῖος δὲ σὺν τοῖς μετ᾽ αὐτοῦ βοτάνας ἤσθιεν, ἀλλ᾽ εἶχε τὸν ἐν αὐτῷ ζῶντα Λόγον· καὶ τούτου τὰ ὀστᾶ τελευτήσαντα ἀνέστησε νεκρὸν, γνωρίσματος διδομένου, ὅτι τοῦ δικαίου ἐλπὶς οὐκ ἀπόλλυται. Ἱερεμίαν εἰς λάκκον βορβόρου ἐνέβαλον ζῶντα, ζηλούμενον ὑπὸ τῶν ψευδοπροφητῶν. Ὁ δὲ Ἰεζεκιὴλ κοιμώμενος ἦν ἐπὶ τὰ πλευρὰ ἡμέρας ὅλας ἑκατὸν ἐνενήκοντα, ἐσθίων ἄρτον καὶ πίνων οἶνον ἐν μέτρῳ, οὐ μετεστράφη ἀπὸ πλευροῦ ἐπὶ τὸ πλευρὸν, ἕως οὗ ὁ Θεὸς αὐτῷ εἶπεν. Οἱ δὲ καταλείποντες τὸν Κύριον μεταστρέφονται εἰς τὸ πλευρὸν τῆς ἰδίας ἀναπαύσεως, οἵτινες ἔκδηλοί εἰσι λαβόντες ἀπεντεῦθεν τὴν ἑαυτῶν μερίδα. Ἐπιμείνατε οὖν ἐπὶ τὸ πλευρὸν ἕως ἂν ἡ θειότης προστάξῃ. Οἱ γὰρ τοῦ Ἰεζεκιὴλ μεγάλοι δεσμοί εἰσιν οἱ βεβαιότατοι λόγοι τοῦ Θεοῦ. Τοῦ δὲ Δανιὴλ κατηγόρησαν οἱ σατράπαι, κωλῦσαι θέλοντες αὐτὸν τῶν εὐχῶν· ὁ δὲ οὐκ ἐπαύσατο, καὶ ἐνεβλήθη δὶς εἰς λάκκον λεόντων· ὁ δὲ Θεὸς ἐνέφραξεν αὐτῶν τὰ στόματα. Καὶ σήμερον κατηγοροῦσιν ἡμῶν, μὴ θέλοντες προσεύχεσθαι ἡμᾶς πρὸς τὸν Θεόν. Φανερὸν τοῦτο, ὅτι καὶ ἡμᾶς διώκουσι, καὶ τοὺς Πατέρας ἡμῶν τοὺς ἐπισκόπους.

Μακάριος ἀνὴρ ὅστις ἄμεμπτός ἐστι, καὶ οὐχ εὑρέθη ἐν αὐτῷ αἰτία, ἀλλ᾽ αὕτη μόνη, τὸ προσεύχεσθαι πρὸς τὸν Κύριον. Τοῦτό ἐστι τὸ ὑπομένειν εἰς τέλος. Μηδεὶς οὖν ἐν ὑμῖν δειλοψυχείτω.

Κατανοήσατε γὰρ τοὺς τρεῖς ἁγίους μικροὺς ὄντας μὴ ὑποταγέντας τῇ εἰκόνι Ναβουχοδονόσορ, καὶ διὰ τῆς αὐτῆς ἁγιωσύνης καὶ πολιτείας κατασβέσαντας τὴν τηλικαύτην κάμινον τῆς φλογὸς, καὶ οὐδὲ ὀσμὴ πυρὸς ἐν τοῖς ἐνδύμασιν αὐτῶν ἐγένετο.

Μηδὲ ἐν τοῖς ὑμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πυρὸς τοῦ Ναβουχοδονόσορ, οἵτινές εἰσιν οἱ τοῦ διαβόλου οἱ κατασβεννύμενοι φθαρτοὶ λογισμοί. Μὴ ἀπατάτω ὑμᾶς βρῶσις, μηδὲ λεγέτω τις· Γεγήρακα, καὶ οὐ δύναμαι νηστεῦσαι· ἀλλὰ μεμνήσθω τοῦ γεραιοῦ Ἐλεαζάρου, τοῦ μὴ ἀπατηθέντος ὑπὸ τοῦ βασιλέως γεύσασθαι ἢ μιαροφαγῆσαι. Οἱ δὲ ἐν ὑμῖν νεώτεροι μνημονευέτωσαν τῶν ἑπτὰ γενναιοτάτων Μακκαβαίων, παραμυθούμενοι ἕκαστος τὸν ἑαυτοῦ ἀδελφὸν, ἄχρις ἂν τελειωθῶσιν ἐν τῇ μαρτυρίᾳ, καὶ γένωνται ἐν τῷ ναῷ Κυρίου στῦλοι φωτός. Ὅσαι δὲ πάλιν ἐν ὑμῖν μητέρες, παρακλήτορες ἔστωσαν τῶν τέκνων, ὥσπερ ἡ ἐκείνων ἀμανὴς καὶ ἀπλανὴς ἦν προτρεπομένη τοὺς υἱοὺς, ἵνα ἐν τῇ βασιλείᾳ αὐτοὺς ἀπολάβῃ σὺν αὐτῇ. Κἂν διωχθῆτε, καὶ ἀπολάβωσιν ὑμᾶς, ἱκανούσθω τὸ σῶμα ὑμῶν εἶναι ναὸς Θεοῦ.

Μνήσθητε τῶν διωκομένων τότε ἀποστόλων καὶ εἰς φυλακὴν βληθέντων, καὶ εὐχαριστούντων μετὰ χαρᾶς, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι· καὶ τῶν ἁγίων μαρτύρων τῶν τοσούτων αἰκισμοὺς ὑπενεγκόντων, ἄχρι καὶ ἐξορύξεως ὀφθαλμῶν, καὶ μονόφθαλμοι ἐγένοντο. Ἀλλ᾽ ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ Σωτῆρος λόγος ἔφθασε λέγοντος· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Τινὲς δὲ νῦν προδεδώκασι μηδὲν καθόλου αἰκισμὸν παθόντες, ἕνεκεν τριῶν πραγμάτων, φιλαργυρίας τε καὶ ἀπολαύσεως σαρκὸς, βρωμάτων καὶ ποτῶν, καὶ κενοδοξίας, φιλαρχίας καὶ ἀνθρωπίνου φόβου.